Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Πρὶν ἀρξώμεθα τῆς ἱστορίας τοῦ πέμπτου βιβλίου, φαμὲν πρὸς τοὺς μέλλοντας ἐντυγχάνειν τῇδε τῇ ὑποθέσει μὴ μέμψασθαι ἡμῖν, ὅτι προθέμενοι ἐκκλησιαστικὴν ἱστορίαν συγγράψασθαι ἐπιμίγνυμεν αὐτῇ καὶ τοὺς κατὰ καιρὸν γενομένους πολέμους, ὅσων τὴν ἱστορίαν μετὰ τῆς ἀληθείας ἐδυνήθημεν γνῶναι. Τοῦτο γὰρ πολλῶν ἕνεκα ποιοῦμεν: τοῦ εἰς γνῶσιν ἄγειν τὰ γινόμενα: ἀλλὰ γὰρ καὶ τοῦ τοὺς ἐντυγχάνοντας μὴ προσκορεῖς γενέσθαι, ἐκ τοῦ σχολάζειν τῇ φιλονεικίᾳ τῶν ἐπισκόπων, καὶ οἷς κατ̓ ἀλλήλων ἐτύρευσαν: πρὸ δὲ τούτων, ἵνα γνωσθῇ ὅπως, τῶν δημοσίων ταραττομένων, ὡς ἔκ τινος συμπαθείας καὶ τὰ τῶν ἐκκλησιῶν ἐταράττετο. Εἰ γάρ τις παρατηρήσει, συνακμάσαντα εὑρήσει τά τε δημόσια κακὰ, καὶ τὰ τῶν ἐκκλησιῶν δυσχερῆ: ἢ γὰρ κατὰ ταὐτὸ κινηθέντα εὑρήσει, ἢ ἐπακολουθοῦντα ἀλλήλοις: καὶ ποτὲ μὲν τὰ τῶν ἐκκλησιῶν ἡγούμενα, εἶτα αὖθις ἐπακολουθοῦντα τὰ δημόσια: ποτὲ δὲ τοὔμπαλιν. Ὥστε μὲ τὴν διαδοχὴν τούτων μὴ ἔκ τινος συντυχίας δύνασθαι νομίζειν, ἀλλ̓ ἐκ τῶν ἡμετέρων πλημμελημάτων λαμβάνειν τὰς ἀρχάς: τιμωρίας δὲ ἕνεκεν ἐπιφέρεσθαι τὰ κακὰ, εἴγε κατὰ τὸν ἀπόστολον, τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί [*](1 Tim. v. 24.) εἰσιν, εἰσάγουσαι εἰς κρίσιν: τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Διὰ ταύτην δὴ τὴν αἰτίαν, τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ καί τινα τῶν δημοσίων πραγμάτων ἐπισυμπλέκομεν. Τὰ μὲν γὰρ ἐπὶ Κωνσταντίνου περὶ τοὺς πολέμους γενόμενα διὰ χρόνου μῆκος εὑρεῖν οὐκ ἰσχύσαμεν. Τῶν δὲ μετὰ ταῦτα, ὅσα παρὰ τῶν ἔτι ζώντων ἐμάθομεν, ἐν ἐπιδρομῇ ποιούμεθα μνήμην. Συνεχῶς δὲ καὶ τοὺς βασιλεῖς τῇ ἱστορίᾳ περιλαμβάνομεν, διότι ἀφ̓ οὗ Χριστιανίζειν ἤρξαντο, τὰ τῆς ἐκκλησίας πράγματα ἤρτητο ἐξ αὐτῶν, καὶ αἱ μέγισται σύνοδοι

216
τῇ αὐτῶν γνώμῃ γεγόνασί τε καὶ γίνονται. Οὐ μὴν ἀλλὰ τοῦ Ἀρειανισμοῦ μνήμην πεποιήμεθα, διότι τὰς ἐκκλησίας ἐτάραξε. Καὶ ταῦτα μὲν ἐν προοιμίῳ αὐτάρκως εἰρήσθω. Ἤδη δὲ τῆς ἱστορίας ἁπτώμεθα.

Ὡς μετὰ τὸν θάνατον Οὐάλεντος, τῶν Γότθων ἐπελθόντων κατὰ Κωνσταντινουπόλεως, ὁ δῆμος αὐτῆς ἀντεπεξήει συμμάχους τοὺς Σαρακηνοὺς ἔχων τοὺς ὑπὸ Μαυΐας ταττομένους.

Τοῦ δὴ βασιλέως Οὐάλεντος ἄδηλον ἐσχηκότος τὴν τελευτὴν, οἱ βάρβαροι πάλιν ἕως τῶν τειχῶν τῆς Κωνσταντινουπόλεως ἐλθόντες τὰ περὶ αὐτὴν ἐπόρθουν προάστεια. Ἐφ̓ οἷς ὁ δῆμος ἀγανακτῶν δἰ ἑαυτῶν τοῖς βαρβάροις ἀντεπεξῄεσαν, ἕκαστος τὸ παρατυγχάνον ἀντὶ ὅπλου λαμβάνοντες. Ἐδίδου δὲ τοῖς ἐξιοῦσιν εἰς τὸν πόλεμον ἡ τοῦ βασιλέως γυνὴ Δομνίκα μισθὸν ἐκ τοῦ βασιλικοῦ ταμείου, καθὰ καὶ τοῖς στρατιώταις ἐνενόμιστο. Ἐπεβοήθουν δὲ αὐτοῖς ὀλίγοι Σαρακηνοὶ ὑπόσπονδοι, παρὰ Μαυΐας [*](Cp iv. 36.) πεμφθέντες, ἧς καὶ ἀνωτέρω ἐμνημονεύσαμεν. Τοῦτον οὖν τὸν τρόπον τηνικαῦτα τοῦ δήμου ἀγωνισαμένου, πόρρω τῆς πόλεως ἀπεχώρησαν οἱ βάρβαροι.

Ὡς Γρατιανὸς ὁ βασιλεὺς τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκ τῶν ἐξοριῶν ἀνακαλεσάμενος τοὺς αἱρετικοὺς τῶν ἐκκλησιῶν ἐξεδίωξε, καὶ κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο.

Γρατιανὸς δὲ ἅμα τῷ νέῳ Οὐαλεντινιανῷ τῆς βασιλείας ἐγκρατὴς γενόμενος, καταγνούς τε τοῦ θείου Οὐάλεντος τῆς περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ̓ ἐκείνου ἐξορισθέντας ἀνεκάλει: νόμῳ τε ἐθέσπισε, μετὰ ἀδείας ἑκάστην τῶν θρησκειῶν ἀδιορίστως ἐν τοῖς εὐκτηρίοις συνάγεσθαι: μόνους δὲ τῶν ἐκκλησιῶν εἴργειν Εὐνομιανοὺς, Φωτινιανοὺς, καὶ Μανιχαίους. Συνεωρακὼς δὲ κάμνουσαν τὴν Ῥωμαίων ἀρχὴν, καὶ τὰ βαρβάρων ἐπικρατοῦντα, καὶ ὅτι δεῖται τὰ δημόσια γενναίου ἀνδρὸς, κοινωνὸν προσλαμβάνει τῆς βασιλείας Θεοδόσιον, ἄνδρα ἐκ τῶν εὐπατριδῶν τῆς Ἱσπανίας καταγόμενον, πολλά τε κατὰ τοὺς πολέμους ἀγωνισάμενον, καὶ διὰ τοῦτο ἄξιον τῆς βασιλείας ἤδη πάλαι καὶ πρὸ τῆς Γρατιανοῦ

217
χειροτονίας ὑπὸ πάντων κριθέντα. Ἀναγορεύσας οὖν αὐτὸν ἐν τῷ Σιρμίῳ, πόλις δὲ Ἰλλυριῶν αὕτη, ἐν ὑπατείᾳ Αὐσονίου καὶ Ὀλυβρίου, [*](A.D. 379.) τῇ ἑκκαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνὸς, μερίζεται αὐτῷ τοὺς κατὰ βαρβάρων ἀγῶνας.

Τίνες ἐπίσκοποι τῶν μεγάλων ἐκκλησιῶν τηνικαῦτα τὴν προστασίαν εἶχον.

Κατὰ δὲ τὸν χρόνον τοῦτον, τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Δάμασος προΐστατο διαδεδεγμένος Λιβέριον: τῆς δὲ Ἱεροσολύμων ἔτι Κύριλλος ἐκράτει: ἡ δὲ ἐν Ἀντιοχείᾳ, ὡς ἔφημεν, τριχῆ διῄρητο. Τῶν μὲν γὰρ ἐκκλησιῶν Δωρόθεος ὁ Ἀρειανὸς μετὰ Εὐζώϊον ἐγκρατὴς ἐγένετο: τῶν δὲ ἄλλων οἱ μὲν ὑπὸ Παυλίνῳ, οἱ δὲ ὑπὸ Μελιτίῳ τῆς ἐξορίας ἀνακληθέντι ἐτάττοντο. Καὶ τῶν κατὰ Ἀλεξάνδρειαν δὲ, Ἀρειανῶν μὲν Λούκιος καὶ ἐν φυγῇ διάγων: τῆς δὲ ὁμοουσίου πίστεως Τιμόθεος μετὰ Πέτρον προΐστατο. Ἐν δὲ Κωνσταντινουπόλει τῶν μὲν ἐκκλησιῶν Δημόφιλος ἦν ἐγκρατὴς, ὁ μετὰ Εὐδόξιον τῆς Ἀρειανῆς προεστὼς θρησκείας: οἱ δὲ τοῦτον ἐκτρεπόμενοι καθ̓ ἑαυτοὺς τὰς συναγωγὰς ἐποιοῦντο.

Ὡς Μακεδονιανοὶ οἱ πρότερον πρὸς τὸν Ῥώμης Δάμασον περὶ τοῦ ὁμοουσίου διαπρεσβευσάμενοι αὖθις τῇ προτέρᾳ πλάνῃ ὑπήχθησαν.

Μακεδονιανοὶ δὲ μετὰ τὴν πρὸς Λιβέριον πρεσβείαν ἀδιάφορον ἕως τινὸς χρόνου τὴν κοινωνίαν ἐποιοῦντο, κατὰ τὰς ἐκκλησίας τὰς ἐν ἑκάστῃ πόλει ἀλλήλοις ἐπιμιγνύμενοι αὐτοί τε καὶ οἱ ἐξ ἀρχῆς τὸν ὅρον τῆς ἐν Νικαίᾳ στέρξαντες πίστεως. Ἐπειδὴ δὲ ὁ Γρατιανοῦ τοῦ βασιλέως νόμος ἄδειαν ταῖς θρησκείαις παρεῖχε, διακριθῆναι πάλιν ἐσπούδασαν. Συναχθέντες δὲ ἐν Ἀντιοχείᾳ τῆς Συρίας αὖθις ἐδογμάτισαν ἐκτρέπεσθαι τὴν τοῦ ὁμοουσίου φωνὴν, καὶ τοῖς ἀσπαζομένοις τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς ἐπιμίγνυσθαι. Ἀλλ̓ οὐκ ἀπώναντο τοῦ ἐπιχειρήματος: καταγνόντες γὰρ αὐτῶν οἱ πλείους, ὡς ἄλλοτε ἄλλα δογματιζόντων, ἀπέστησάν τε αὐτῶν καὶ τοῖς τὸ ὁμοούσιον φρονοῦσι βεβαίως ἡνώθησαν.

218

Περὶ τῶν ἐν Ἀντιοχείᾳ διὰ Παυλῖνον καὶ Μελίτιον τηνικαῦτα συμβάντων.

Τότε δὴ καὶ τὰ κατὰ Ἀντιόχειαν τὴν ἐν Συρίᾳ διὰ Μελίτιον [*](Cp. iv. 2.) φιλονεικίαν ἔσχεν τοιάνδε. Φθάσαντες εἴπομεν, ὅτι Παυλῖνος ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος δἰ ὑπερβάλλουσαν εὐλάβειαν εἰς ἐξορίαν οὐκ ἐπέμπετο. Μελίτιος δὲ μετὰ τὴν ὑπὸ Ἰουλιανοῦ ἀνάκλησιν, πάλιν ὑπὸ Οὐάλεντος ἐξορισθεὶς, ὕστερον ἐπὶ Γρατιανοῦ ἀνεκλήθη: ἐλθών τε εἰς Ἀντιόχειαν, κατέλαβε Παυλῖνον ἤδη γηραιὸν ὄντα. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι σπουδὴν ἐτίθεντο σύνθρονον γενέσθαι Παυλίνῳ τὸν Μελίτιον. Τοῦ δὲ Παυλίνου λέγοντος, παρὰ κανόνας εἶναι σύνθρονον λαβεῖν τὸν ὑπὸ Ἀρειανῶν χειροτονηθέντα, ἐκβιάζεται ὁ λαός: καὶ ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν παρασκευάζουσιν ἐνθρονισθῆναι αὐτόν. Τούτου γενομένου, πολλὴ φιλονεικία κεκίνητο: μετὰ δὲ ταῦτα εἰς ὁμόνοιαν ἦλθον οἱ λαοὶ ἐπὶ τοιαύταις συνθήκαις. Συναγαγόντες τοὺς ὑποψήφους εἰς ἐπισκοπὴν, εὑρίσκουσι τοὺς πάντας τὸν ἀριθμὸν ἓξ, ἐν οἶς ἦν καὶ Φλαβιανός: ὅρκῳ τε τούτους ἠσφαλίσαντο, τὸ μηδένα παρελθεῖν εἰς τὴν ἐπισκοπὴν, ἑνὸς τῶν ἐπισκόπων προτελευτήσαντος, ἀλλὰ συγχωρεῖν τὸν ὑπολειφθέντα κατέχειν τοῦ προαπελθόντος τὸν θρόνον. Οὕτω δοθέντων τῶν ὅρκων, ὁ λαὸς εἶχεν ὁμόνοιαν καὶ οὐκέτι πρὸς ἀλλήλους διεκρίνοντο: οἱ δὲ Λουκίφερος διὰ τοῦτο διεκρίθησαν, ὅτι Μελίτιος ὑπὸ τῶν Ἀρειανῶν χειροτονηθεὶς εἰς τὴν ἐπισκοπὴν ἐδέχθη. Ἐν τοιαύτῃ καταστάσει τῶν ἐν Ἀντιοχείᾳ καθεστώτων, ἐδέησε τὸν Μελίτιον ἐλθεῖν ἐπὶ τὴν Κωνσταντινούπολιν.

Ὡς Γρηγόριος ὁ Ναζιανζοῦ κοινῷ δόγματι τῶν ὀρθοδόξων τὴν προστασίαν τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀναδέδεκται, καθ̓ ὃν καιρὸν καὶ Θεοδόσιος ὁ βασιλεὺς μετὰ τὴν κατὰ τῶν βαρβάρων νίκην ἐν Θεσσαλονίκῃ νοσήσας ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου βαπτίζεται.

Ὅτε κοινῷ δόγματι πολλῶν ἐπισκόπων Γρηγόριος ἀπὸ τῆς Ναζιανζοῦ πρὸς τὴν Κωνσταντινουπόλεως ἐπισκοπὴν μετετίθετο. Τοῦτο μὲν οὕτως ἐγένετο. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον οἱ βασιλεῖς Γρατιανὸς καὶ Θεοδόσιος κατὰ βαρβάρων ᾔραντο νίκας: καὶ Γρατιανὸς

219
μὲν εὐθὺς ἐπὶ τὰς Γαλλίας ἐχώρει, Ἀλαμανῶν κατατρεχόντων τὴν ἐκεῖ χώραν: Θεοδόσιος δὲ μετὰ τὰ τρόπαια ἐπὶ τὴν Κωνσταντινούπολιν σπεύδων τὴν Θεσσαλονίκην καταλαμβάνει. Ἐκεῖ τε ἀρρωστίᾳ περιπεσὼν ἀξιωθῆναι τοῦ Χριστιανικοῦ βαπτίσματος ἐπεθύμησεν, ἄνωθεν μὲν ἐκ προγόνων Χριστιανὸς ὑπάρχων, καὶ τῇ τοῦ ὁμοουσίου πίστει προσκείμενος. Τὸ δὲ βαπτισθῆναι διὰ τὴν ἀρρωστίαν σπεύσας, ἐπιζητήσας τε τὸν Θεσσαλονικέων ἐπίσκοπον, ἠρώτησε πρότερον ποίαν πίστιν ἠσπάζετο. Τοῦ δὲ εἰπόντος, ὡς οὐ παρῆλθεν ἡ Ἀρειανῶν δόξα κατὰ τὰ Ἰλλυριῶν ἔθνη, οὐδὲ ἴσχυσε συναρπάσαι ἡ παῤ ἐκείνου γεγενημένη καινοτομία [*](Cp. i. 6; ii. 37.) τὰς τῇδε ἐκκλησίας, ἀλλὰ μένουσι φυλάσσοντες ἀσάλευτον τὴν ἄνωθεν μὲν καὶ ἐξ ἀρχῆς ἐκ τῶν ἀποστόλων παραδοθεῖσαν πίστιν, ἐν δὲ τῇ κατὰ Νίκαιαν συνόδῳ βεβαιωθεῖσαν, ὁ βασιλεὺς ἀσμενέστατα ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου βαπτίζεται. Ἀναρρωσθεὶς οὖν ἐκ τῆς νόσου μετ̓ οὐ πολλὰς τὰς ἡμέρας ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται, περὶ τὴν τετάρτην καὶ εἰκάδα τοῦ Νοεμβρίου μηνὸς, ἐν ὑπατείᾳ Γρατιανοῦ τὸ πέμπτον καὶ αὐτοῦ [*](A.D. 380.) Θεοδοσίου τὸ πρῶτον.

Ὡς Γρηγορίου εἰσελθόντος ἐν Κωνσταντινουπόλει, καί τινων ἐπισκόπων ἐπὶ τούτῳ διαγογγυσάντων, αὐτὸς τῆς ἐκκλησίας τὴν προστασίαν παρῃτήσατο: ὁ δὲ βασιλεὺς τῷ Ἀρειανῷ ἐπισκόπῳ Δημοφίλῳ δηλοῖ ἢ προσθέσθαι τῷ ὁμοουσίῳ ἢ τῆς πόλεως ἐξιέναι: ὅπερ μᾶλλον ἐποίησεν.

Τότε δὲ Γρηγόριος ὁ Ναζιανζοῦ μετατεθεὶς ἔιδον τῆς πόλεως ἐν μικρῷ εὐκτηρίῳ τὰς συναγωγὰς ἐποιεῖτο: ᾧτινι ὕστερον οἱ βασιλεῖς μέγιστον οἶκον εὐκτήριον προσσυνάψαντες Ἀναστασίαν ὠνόμασαν. Γρηγόριος μὲν οὖν, ἀνὴρ ἐλλόγιμος καὶ εὐλαβείᾳ τοὺς καθ̓ ἑαυτὸν ὑπερβάλλων, γνοὺς διαγογγύζοντάς τινας, ὡς εἴη ὑπερόριος, ἀσμένως τὴν τοῦ βασιλέως παρουσίαν δεξάμενος τὴν ἐν Κωνσταντινουπόλει διαγωγὴν παρῃτήσατο. Ὁ μέντοι βασιλεὺς ἐν τοιαύτῃ καταστάσει τὴν ἐκκλησίαν εὑρὼν, φροντίδα ἐτίθετο, ὅπως οὖν εἰρήνην ποιήσας ὁμόνοιαν κατεργάσηται, καὶ τὰς ἐκκλησίας αὐξήσειε. Δηλοῖ οὖν εὐθὺς τῷ Δημοφίλῳ, ὃς τῆς Ἀρειανῆς θρησκείας προειστήκει, εἰ βούλοιτο πιστεύειν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἑνοῦν τε τὸν λαὸν καὶ τὴν εἰρήνην ἀσπάζεσθαι. Τοῦ δὲ φυγόντος τὴν πρότασιν:

220
Οὐκοῦν, ἔφη ὁ βασιλεὺς, εἰ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν φεύγεις, φεύγειν σε καὶ τῶν εὐκτηρίων τόπων κελεύω. Ταῦτα ἀκούσας ὁ Δημόφιλος, καὶ λογισάμενος ὡς χαλεπὸν πρὸς κρείσσονας ἀντιπίπτειν, συγκαλεσάμενος ἐν τῇ ἐκκλησίᾳ τὰ πλήθη, ἐν μέσοις τε [*]([au(tou=;]) ἀναστὰς, τοιάδε δἰ αὐτοῦ πρὸς τοὺς ὑπηκόους ἐφθέγξατο. Ἀδελφοὶ, [*](Matt. x. 23.) γέγραπται, φησὶν, ἐν τῷ εὐαγγελίῳ: Ἐὰν ὑμᾶς διώκωσιν ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην: ἐπεὶ τοίνυν ὁ [*]([Al. xwri/zei.]) βασιλεὺς τῶν ἐκκλησιῶν χρῄζει, ἴστε τῇ ἑξῆς συναχθησομένους ἡμᾶς ἔξω τῆς πόλεως. Ταῦτα εἶπε, καὶ ἐξῆλθεν: οὐχ ὡς τὸ τοῦ εὐαγγελίου λόγιον ἔχει τὴν θεωρίαν εἰδὼς, ἐκ τῆς τοῦ κόσμου διαγωγῆς τούτους φεύγοντας ζητεῖν τὴν ἄνω Ἱερουσαλήμ. Ἀλλ̓ ἔξω τῶν πυλῶν τῆς πόλεως τὰς συναγωγὰς τοῦ λοιποῦ ἐποιήσατο. [*]([Qu. o(\s w(s;]) Συνεξῄει δὲ αὐτῷ καὶ Λούκιος ὁ τῆς Ἀλεξανδρείας, ὡς πρότερον ἔφην, ἐκβληθεὶς, φυγῇ τε χρησάμενος, ἐν τῇ Κωνσταντινουπόλει διέτριβεν. Οὕτω μὲν οὖν οἱ Ἀρειανοὶ ἐπὶ τεσσαράκοντα ἔτη τῶν εὐκτηρίων τόπων κρατήσαντες, τὴν τοῦ βασιλέως Θεοδοσίου ὁμόνοιαν φεύγοντες ὑπεξῆλθον τῆς πόλεως, ἐν ὑπατείᾳ Γρατιανοῦ τὸ πέμπτον καὶ Θεοδοσίου τοῦ Αὐγούστου τὸ πρῶτον, μηνὶ Νοεμβρίῳ, εἰκάδι ἕκτῃ. Ἀντεισῄεσαν δὲ καὶ ἀπελάμβανον οἱ τῆς ὁμοουσίου πίστεως τὰς ἐκκλησίας.

Περὶ τῶν ρν ἐπισκόπων τῶν συνελθόντων ἐν Κωνσταντινουπόλει: καὶ περὶ ὧν αὐταὶ ἐθέσπισαν, χειροτονήσαντες ἐν αὐτῇ καὶ Νεκτάριον.

Μηδὲν δὲ ὁ βασιλεὺς ὑπερθέμενος, σύνοδον ἐπισκόπων τῆς αὐτοῦ πίστεως συγκαλεῖ, ἐπὶ τῷ κρατύναι τὴν ἐν Νικαίᾳ πίστιν καὶ χειροτονῆσαι τῇ Κωνσταντινουπόλει ἐπίσκοπον. Ἐλπίσας δὲ δύνασθαι καὶ τοὺς ἀπὸ Μακεδονίου ἑνῶσαι τοῖς ἑαυτοῦ, καὶ τοὺς ἐκείνης τῆς αἱρέσεως προεστῶτας ἐκάλεσε. Συνῆλθον οὖν τῆς μὲν ὁμοουσίου πίστεως, ἐκ μὲν Ἀλεξανδρείας Τιμόθεος: ἐκ δὲ Ἱεροσολύμων Κύριλλος, τότε ἐκ μεταμελείας τῷ ὁμοουσίῳ προσκείμενος. Μελίτιος δὲ ἐξ Ἀντιοχείας πάλαι παρῆν, ὅτε διὰ τὴν Γρηγορίου κατάστασιν μετεστάλη: καὶ ἐκ Θεσσαλονίκης Ἀσχόλιος, καὶ ἄλλοι πολλοί: πάντες δὲ ἦσαν ἑκατὸν πεντήκοντα. Τοῦ δὲ Μακεδονιανῶν μέρους ἡγεῖτο μὲν Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μαρκιανὸς Λαμψάκου:

221
πάντες δὲ ἦσαν τριάκοντα ἓξ, ὧν αἱ πλείους τῶν περὶ Ἑλλήσποντον πόλεων ἦσαν. Συνῆλθον οὖν ἐν ὑπατείᾳ Εὐχαρίου καὶ Εὐαγρίου, [*](A.D. 381.) τῷ Μαΐῳ μηνί. Ὁ οὖν βασιλεὺς, καὶ οἱ τῆς αὐτοῦ πίστεως ἐπίσκοποι, παντοῖοι ἐγένοντο ὁμονοῆσαι αὐτοῖς τοὺς περὶ Ἐλεύσιον, ὑπομιμνήσκοντες τῆς πρεσβείας, ἧς αὐτοὶ πρὸς Λιβέριον πρότερον [*](Cp. iv. 12.) τὸν Ῥώμης ἐπίσκοπον διὰ τῶν περὶ Εὐστάθιον ἐπεποίηντο: καὶ ὅτι οὐ πρὸ πολλοῦ χρόνου τὴν κοινωνίαν ἑκουσίως ἀδιάκριτον ἐποιήσαντο: μὴ ποιεῖν τε ὅσια τοὺς ἐπιγνόντας τὴν ὁμογνώμονα πίστιν, αὖθις ἐπιχειρεῖν ἀνατρέπειν τὰ καλῶς αὐτοῖς ἐγνωσμένα. Οἱ δὲ, μικρὰ καὶ τῶν παραινέσεων καὶ τῶν ἐλέγχων φροντίσαντες, μᾶλλον ἔφασαν τὴν Ἀρειανὴν αἱρεῖσθαι ὁμολογεῖν δόξαν ἢ τῷ ὁμοουσίῳ συντίθεσθαι. Ταῦτα ἀποκρινάμενοι ἀπηλλάγησαν τῆς Κωνσταντινουπόλεως: ἔγραφον δὲ τοῖς κατὰ πόλεις παρεγγυῶντες, μηδαμῶς ὁμονοῆσαι εἰς τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου. Οἱ δὲ τοῦ ἑτέρου μέρους ἐπιμείναντες περὶ χειροτονίας ἐπισκόπου βουλὴν ἐτίθεντο: Γρηγόριος γὰρ, ὡς μικρὸν ἔμπροσθεν ἔφην, παραιτησάμενος ἐπὶ τὴν Ναζιανζὸν ἀπαίρειν ἐστέλλετο. Ἦν δέ τις Νεκτάριος ὄνομα, συγκλητικοῦ μὲν γένους, ἐπιεικὴς δὲ τὸν τρόπον, δἰ ὅλου θαυμαζόμενος, καίτοι τὴν τοῦ πραίτωρος χειρίζων ἀρχήν: ὃς ἁρπασθεὶς ὑπὸ τοῦ λαοῦ εἰς τὴν ἐπισκοπὴν προεβλήθη, τῶν τότε παρόντων ἑκατὸν πεντήκοντα ἐπισκόπων χειροτονησάντων αὐτόν. Τότε δὴ καὶ ὅρον ἐκφέρουσιν, ὥστε τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα [*](Can. 3.) ἔχειν τῆς τιμῆς μετὰ τὸν Ῥώμης ἐπίσκοπον, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην.ʼ Ἐβεβαίωσάν τε αὖθις τὴν ἐν Νικαίᾳ πίστιν: καὶ πατριάρχας κατέστησαν διανειμάμενοι τὰς ἐπαρχίας, ὥστε τοὺς ὑπὲρ διοίκησιν ἐπισκόπους ταῖς ὑπερορίοις ἐκκλησίαις μὴ ἐπιβαίνειν: [*](Cp. Can. 2.) τοῦτο γὰρ πρότερον διὰ τοὺς διωγμοὺς ἐγίνετο ἀδιαφόρως. Καὶ κληροῦται Νεκτάριος μὲν τὴν μεγαλόπολιν καὶ τὴν Θρᾴκην: τῆς δὲ Ποντικῆς διοικήσεως Ἑλλάδιος ὁ μετὰ Βασίλειον Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος, Γρηγόριος ὁ Νύσσης ὁ Βασιλείου ἀδελφὸς, ʽΚαππαδοκίας δὲ καὶ ἥδε πόλις,ʼ καὶ Ὀτρήϊος ὁ τῆς ἐν Ἀρμενίᾳ Μελιτηνῆς τὴν πατριαρχίαν ἐκληρώσατο. Τὴν Ἀσιανὴν [*]([Qu. e)klhrw/santo;]) δὲ λαγχάνουσιν Ἀμφιλόχιος ὁ Ἰκονίου, καὶ Ὄπτιμος ὁ Ἀντιοχείας τῆς Πισιδίας. Τὰ δὲ κατὰ τὴν Αἴγυπτον Τιμοθέῳ τῷ Ἀλεξανδρείας προσενεμήθη. Τῶν δὲ κατὰ τὴν ἀνατολὴν ἐκκλησιῶν τὴν διοίκησιν τοῖς αὐτῆς ἐπισκόποις ἐπέτρεψαν, Πελαγίῳ τε
222
τῷ Λαοδικείας καὶ Διοδώρῳ τῷ Ταρσοῦ, φυλάξαντες τὰ πρεσβεῖα τῇ Ἀντιοχέων ἐκκλησίᾳ, ἅπερ τότε παρόντι Μελιτίῳ ἔδοσαν. [*]([om. i(/na.]) Ὥρισαν δὲ, ὥστε εἰ χρεία καλέσοι, τὰ καθ̓ ἑκάστην ἐπαρχίαν ἵνα ἡ τῆς ἐπαρχίας σύνοδος διοικῇ. Τούτοις καὶ ὁ βασιλεὺς ἐγένετο σύμψηφος. Ἡ μὲν οὖν σύνοδος τοιοῦτον ἔσχε τέλος.

Ὡς ὁ βασιλεὺς Θεοδόσιος Παύλου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου τὸ σῶμα σὺν τιμῇ μετεκόμισεν ἀπὸ τῆς ἐξορίας: ὅτε καὶ ὁ τῆς Ἀντιοχέων Μελίτιος τέλει τοῦ βίου ἐχρήσατο.

Ὁ δὲ βασιλεὺς τὸ σῶμα Παύλου τοῦ ἐπισκόπου ἐκ τῆς Ἀγκύρας τότε μετέφερεν: ὃν Φίλιππος ὁ τῶν βασιλείων ἔπαρχος διὰ Μακεδόνιον εἰς ἐξορίαν πέμψας ἐν Κουκουσσῷ τῆς Ἀρμενίας ἀποπνιγῆναι [*](Cp. ii. 26.) πεποίηκεν, ὥς μοι καὶ πρότερον εἴρηται. Σὺν τιμῇ οὖν καὶ σεβάσματι πολλῷ δεξάμενος, εἰς τὴν ἐκκλησίαν τὴν νῦν ἐξ αὐτοῦ χρηματίζουσαν ἀπέθετο, ἣν πρότερον οἱ τὰ Μακεδονίου φρονοῦντες κατέσχον τῶν Ἀρειανῶν χωρισθέντες, τότε δὲ ἐξωσθέντες ὑπὸ τοῦ βασιλέως, ὅτι αὐτοῦ τὴν πίστιν ἀπέφυγον. Τότε δὴ καὶ Μελίτιος ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος ἀρρωστίᾳ περιπεσὼν ἐτελεύτησεν: ὅτε καὶ τὸν ἐπικήδειον ἐπ̓ αὐτῷ λόγον ὁ ἀδελφὸς Βασιλείου Γρηγόριος ἐπεξῆλθεν. Ἀλλὰ Μελιτίου μὲν τὸ σῶμα οἱ προσήκοντες ἐπὶ τὴν Ἀντιόχειαν διεκόμισαν. πάλιν δὲ οἱ Μελιτίῳ προσκείμενοι ὑπὸ Παυλῖνον εἶναι οὐκ ἤθελον, ἀλλ̓ εἰς τόπον Μελιτίου Φλαβιανὸν προβληθῆναι παρασκευάζουσι: πάλιν τε ὁ λαὸς ἄνωθεν διεκρίνετο. Οὕτως αὖθις διὰ τοὺς ἐπισκόπους, οὐ μὴν διὰ τὴν πίστιν, ἡ Ἀντιοχέων ἐκκλησία διῄρητο.

Ὡς τοῦ βασιλέως σύνοδον πασῶν τῶν αἱρέσεων γενέσθαι παρακελευσαμένου, ὅτε καὶ Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ Αὔγουστος ἀνηγορεύθη, οἱ μὲν Ναυατιανοὶ μόνοι κατὰ τὴν πίστιν ὁμοφρονοῦντες τοῖς τοῦ ὁμοουσίου ἔνδον τῆς πόλεως συνάγειν ἐπετράπησαν: οἱ δὲ λοιποὶ τῶν αἱρετικῶν ἀπηλάθησαν.

Ἐγίνοντο δὲ ταραχαὶ καὶ κατὰ τὰς ἄλλας πόλεις, ἐξωθουμένων τῶν Ἀρειανιζόντων ἐκ τῶν εὐκτηρίων τόπων. Ἐφ̓ ᾧ θαυμάσαι ἔπεισι τὴν τοῦ βασιλέως γνώμην: οὐ γὰρ ἠνέσχετο ὅσον τὸ ἐπ̓

223
αὐτῷ θορύβων πληρῶσαι τὰς πόλεις: ἀλλὰ βραχέως χρόνου διελθόντος, [*]([braxe/os.]) αὖθις σύνοδον πασῶν τῶν αἱρέσεων συγκροτηθῆναι παρεσκεύασε, νομίσας ἐκ τῆς πρὸς ἑαυτοὺς τῶν ἐπισκόπων διαλέξεως μίαν παρὰ πᾶσιν ὁμόφωνον δόξαν κρατήσειν. Ταύτην ἡγοῦμαι τὴν πρόθεσιν τοῦ βασιλέως αἰτίαν αὐτῷ τοῦ εὖ πράττειν γενέσθαι: θείᾳ γάρ τινι προνοίᾳ ὑπὸ τοὺς αὐτοὺς χρόνους τὰ βαρβάρων ἔθνη αὐτῷ ὑπετάττετο. Ἐν οἶς καὶ Ἀθανάριχος ὁ τῶν Γότθων ἀρχηγὸς ὑπήκοον ἑαυτὸν ἅμα τῷ οἰκείῳ πλήθει παρέσχεν, ὃς καὶ εὐθὺς ἐν Κωνσταντινουπόλει τὸν βίον κατέστρεψεν. Τότε δὴ καὶ ὁ βασιλεὺς τὸν υἱὸν Ἀρκάδιον Αὔγουστον ἀνηγόρευσε κατὰ τὴν ὑπατείαν Μερογαύδου τὸ δεύτερον καὶ Σατορνίλου, τῇ ἑκκαιδεκάτῃ τοῦ Ἰαννουαρίου [*](A.D. 383.) μηνός. Οὐκ εἰς μακρὰν δὲ μετὰ ταῦτα παρῆσαν οἱ πανταχόθεν πάσης θρησκείας ἐπίσκοποι, κατὰ τὴν αὐτὴν ὑπατείαν, τῷ Ἰουνίῳ μηνί. Μεταπεμψάμενος οὖν ὁ βασιλεὺς Νεκτάριον τὸν ἐπίσκοπον, ἐκοινολογεῖτο πρὸς αὐτὸν, τίς ἂν γένοιτο μηχανὴ ὅπως ἂν μὴ διαφωνοίη ὁ Χριστιανισμὸς, ἀλλ̓ ἑνωθῇ ἡ ἐκκλησία: ἔλεγέν τε δεῖν γυμνασθῆναι τὸ χωρίζον τὰς ἐκκλησίας ζήτημα, τήν τε διαφωνίαν ἐκποδὼν ποιήσαντας, ὁμοφωνίαν ταῖς ἐκκλησίαις ἐργάσασθαι. Τοῦτο ἀκούσας ὁ Νεκτάριος ἐν φροντίσιν ἦν: καὶ μεταστειλάμενος τὸν τηνικαῦτα τῶν Ναυατιανῶν ἐπίσκοπον Ἀγέλιον, ὡς κατὰ τὴν πίστιν ὁμόφρονα, φανερὰν αὐτῷ τὴν τοῦ βασιλέως καθίστησι γνώμην. Ὁ δὲ τὰ μὲν ἄλλα ἦν εὐλαβὴς, σὑ??ʼτῆναι δὲ λόγοις περὶ τοῦ δόγματος οὐκ ἰσχύων, ἀναγνώστην ὑπ̓ αὐτῷ Σισίννιον ὄνομα πρὸς τὸ διαλεχθῆναι προεβάλλετο. Σισίννιος δὲ ἀνὴρ ἐλλόγιμος καὶ πραγμάτων ἔμπειρος, ἀκριβῶς τε εἰδὼς τὰς τῶν ἱερῶν γραμμάτων ἑρμηνείας καὶ τὰ φιλόσοφα δόγματα, συνεῖδεν ὡς αἱ διαλέξεις οὐ μόνον οὐχ ἑνοῦσι τὰ σχίσματα, ἀλλὰ γὰρ καὶ φιλονεικοτέρας τὰς αἱρέσεις μᾶλλον ἀπεργάζονται: καὶ διὰ τοῦτο τοιάνδε τινὰ συμβουλὴν τῷ Νεκταρίῳ ὑπέθετο. Εὖ ἐπιστάμενος ὡς οἱ παλαιοὶ ἀρχὴν ὑπάρξεως τῷ Υἱῷ τοῦ Θεοῦ δοῦναι ἀπέφυγον, κατειλήφεισαν γὰρ αὐτὸν συναΐδιον τῷ Πατρὶ, συμβουλεύει φυγεῖν μὲν τὰς διαλεκτικὰς μάχας, μάρτυρας δὲ καλέσειν τὰς ἐκδόσεις τῶν παλαιῶν: καὶ πεῦσιν παρὰ τοῦ βασιλέως τοῖς αἱρεσιάρχαις προσάγεσθαι, ‘πότερον λόγον ποτε ποιοῦνται τῶν πρὸ τῆς διαιρέσεως ἐν τῇ ἐκκλησίᾳ προσαρμοσάντων διδασκάλων, ἢ ὡς ἀλλοτρίους [*]([proakmasa/ntwn, *wal.]) τοῦ Χριστιανισμοῦ παρακρούονται. Εἰ μὲν γὰρ τούτους.
224
ἀθετοῦσιν, οὐκοῦν ἀναθεματίζειν αὐτοὺς τολμάτωσαν: καὶ εἰ τοῦτο τολμῆσαι ποιήσωσιν, ὑπὸ τοῦ πλήθους ἐξελαθήσονται. Καὶ τούτου γενομένου, προφανὴς ἔσται ἡ νίκη τῆς ἀληθείας. Εἰ δὲ μὴ παρακρούονται τοὺς ἀρχαίους τῶν διδασκάλων, ἡμέτερόν ἐστι τὸ παρασχεῖν τὰς βίβλους τῶν παλαιῶν, δἰ ὧν ἡ παῤ ἡμῶν δόξα μαρτυρηθήσεται.ʼ Ταῦτα ἀκούσας παρὰ τοῦ Σισιννίου ὁ Νεκτάριος δρομαῖος ἐπὶ τὰ βασίλεια χωρεῖ: γνωρίζει δὲ τῷ βασιλεῖ τὰ συμβεβουλευμένα αὐτῷ. Ὁ δὲ ἁρπάζει τὴν γνώμην, καὶ σοφῶς τὸ πρᾶγμα μετεχειρίσατο: οὐ γὰρ προειπὼν τὸν σκοπὸν, ἐδήλωσε μόνον, εἰ λόγον ἔχουσι καὶ δέχονται τὰ τῶν πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας διδασκάλων. Τῶν δὲ οὐκ ἀρνησαμένων, ἀλλὰ καὶ πάνυ τιμᾷν αὐτοὺς ὡς καθηγητὰς εἰπόντων, αὖθις ἐδήλου ὁ βασιλεὺς, εἰ τούτοις στοιχοῦσιν ἀξιοπίστοις μάρτυσι τοῦ Χριστιανικοῦ δόγματος. Ταῦτα ἀκούσαντες οἱ τῶν θρησκειῶν προεστῶτες καὶ οἱ παῤ ἑκάστοις αὐτῶν διαλεκτικοὶ,—καὶ γὰρ ἦσαν πολλοὶ παῤ αὐτῶν ηὐτρεπισμένοι πρὸς τὸν ἀγῶνα τῆς διαλέξεως,—οὐκ εἶχον ὅτι ποιήσουσιν. Ἐνέπεσε γὰρ εἰς ἑκάστους διαφωνία, τῶν μὲν λεγόντων καλὴν εἶναι τὴν τοῦ βασιλέως πρότασιν, τῶν δὲ μὴ συμφέρουσαν τῷ σκοπῷ τῷ αὐτῶν. Ἄλλοι γὰρ ἄλλως εἶχον περὶ τὰ βιβλία τῶν παλαιῶν, καὶ οὐκέτι ἀλλήλοις συνέπνεον: ἐδιχονόουν τε οὐ μόνον πρὸς τὰς ἄλλας τῶν θρησκειῶν, ἀλλ̓ ἤδη καὶ εἰς ἑαυτοὺς, οἱ τῆς μιᾶς ὄντες [*](Gen. xi. 8.) αἱρέσεως. Ἡ οὖν ὁμόφωνος κακία, ὡς ἡ γλῶσσα τῶν πάλαι γιγάντων, διέσπαρτο, καὶ ἀνατέτραπτο ὁ τῆς κακίας πύργος αὐτῶν. Γνοὺς δὲ ὁ βασιλεὺς τὴν συγκεχυμένην αὐτῶν διασπορὰν, καὶ ὡς διαλέξει μόνῃ, καὶ οὐκ ἀρχαίων ἐκθέσει τεθαρρήκασιν, ἐπὶ δευτέραν γνώμην ἐβάδιζε. Καὶ δηλοῖ ἔγγραφον ἑκάστην θρησκείαν γνωρίζειν τὸν ὅρον αὐτῶν, ἧς ἔχουσι πίστεως. Τότε οἱ παῤ ἑκάστοις δεινοὶ τὰς λέξεις ἀκριβοῦντες τὸ οἰκεῖον δόγμα ἐνέγραφον: ὥριστό τε ἡμέρα, καὶ οἱ παῤ ἑκάστοις ἐπίσκοποι ἐπὶ τὰ βασίλεια κληθέντες συνήρχοντο. Παρῆσαν οὖν Νεκτάριος μὲν καὶ Ἀγέλιος τῆς ὁμοουσίου προεστῶτες πίστεως, Ἀρειανῶν δὲ Δημόφιλος, Εὐνομιανῶν δὲ αὐτὸς Εὐνόμιος, τῶν δὲ τὰ Μακεδονίου φρονούντων, Ἐλεύσιος ὁ Κυζίκου. Ὁ δὲ βασιλεὺς δέχεται μὲν τοὺς συνεληλυθότας: καὶ τὸ παῤ ἑκάστου δόγμα ἔγγραφον λαβὼν, καθ̓ ἑαυτόν τε γενόμενος, ηὔξατο ἐκτενῶς συνεργῆσαι αὐτῷ τὸν Θεὸν πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν. Εἶτα ἕκαστον τῶν γεγραμμένων δογμάτων ἀναγνοὺς,
225
τὰ μὲν ἄλλα πάντα ὡς χωρισμὸν τῆς Τριάδος εἰσάγοντα μεμψάμενος ἔρρηξε: μόνην δὲ τὴν τοῦ ὁμοουσίου ἐπαινέσας ἐδέξατο. Αὕτη πρόφασις γέγονε τοῦ τοὺς Ναυατιανοὺς πάλιν εὖ πράξαντας ἔνδον τῶν πόλεων τὰς συναγωγὰς ποιεῖσθαι. Ὁ γὰρ βασιλεὺς θαυμάσας αὐτῶν τὴν περὶ τοὺς οἰκείους κατὰ τὴν πίστιν ὁμόνοιαν, νόμῳ ἐκέλευε τῶν μὲν οἰκείων κρατεῖν ἀδεῶς εὐκτηρίων τόπων: ἔχειν δὲ καὶ προνόμια τὰς ἐκκλησίας αὐτῶν, ἅπερ καὶ οἱ τῆς αὐτοῦ πίστεως ἔχουσιν. Οἱ δὲ προεστῶτες τῶν ἄλλων θρησκειῶν ἐκ τῆς πρὸς ἑαυτοὺς διαφωνίας ἐν καταγνώσει παρὰ τοῖς ὑφ̓ ἑαυτοῖς λαοῖς ἐγεγόνεισαν, ἀμηχανίᾳ τε καὶ λύπῃ κατασχεθέντες ἀνεχώρουν. Καὶ γράμμασι τοὺς οἰκείους παρεμυθοῦντο παραινοῦντες, μὴ ἄχθεσθαι ἐφ̓ οἶς πολλοὶ καταλιπόντες αὐτοὺς, τῷ ὁμοουσίῳ προσέθεντο: πολλοὺς γὰρ εἶναι τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς: [*](Matt. xx. 16.) ὅπερ οὐκ ἔλεγον, ἡνίκα τὸ πολὺ τοῦ λαοῦ αὐτοῖς ἐκ δυναστείας προσέκειτο. Ἀλλὰ μὴν οὐδὲ οἱ τῆς ὁμοουσίου πίστεως τῶν λυπηρῶν τελέως ἦσαν ἐλεύθεροι: τὰ γὰρ κατὰ Ἀντιόχειαν τοὺς τῇ συνόδῳ παρόντας διέκρινεν. Αἰγύπτιοι μὲν γὰρ καὶ οἱ ἐξ Ἀραβίας καὶ Κύπρου πάλιν συμπράττοντες, τὸν Φλαβιανὸν ἐξωθεῖσθαι τῆς Ἀντιοχείας ἔλεγον. Οἱ δὲ ἐκ Παλαιστίνης Φοινίκης τε καὶ Συρίας ὑπὲρ Φλαβιανοῦ συνεστήκεσαν: τοῦτο μὲν οἶον τέλος ἐδέξατο, κατὰ χώραν ἐρῶ.

Περὶ Μαξίμου τοῦ τυράννου, ὅπως τὸν Γρατιανὸν ἀνεῖλε δόλῳ: ὅτε καὶ τῆς κατὰ Ἀμβροσίου τοῦ ἐπισκόπου Μεδιολάνων ἐπιβουλῆς, διὰ τὸ πρὸς Μάξιμον δέος, Ἰουστίνα ἡ μήτηρ Οὐαλεντινιανοῦ τοῦ μικροῦ, ἄκουσα ἀπέσχετο.

Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους, καθ̓ οὓς ἐν Κωνσταντινουπόλει τὰ τῶν συνόδων ἐγίνετο, τάδε περὶ τὰ ἑσπέρια μέρη ἐγένετο. Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπανέστη τῇ Ῥωμαίων ἀρχῇ, καὶ κάμνοντι Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται. Ἐν δὲ τῇ Ἰταλίᾳ κομιδῆ νέου τυγχάνοντος Οὐαλεντινιανοῦ, τὴν τῶν πραγμάτων εἶχε φροντίδα Πρόβος ἀπὸ ὑπάτων τὴν ὑπάρχων τότε χειρίζων ἀρχήν. Ἰουστίνα δὲ ἡ τοῦ βασιλέως Οὐαλεντινιανοῦ μήτηρ, τὰ Ἀρειανῶν φρονοῦσα, ζῶντος μὲν τοῦ ἀνδρὸς, οὐδὲν εἶχε βλάπτειν τοὺς φρονοῦντας τὸ ὁμοούσιον: ἐπειδὴ δὲ κομιδῆ νέος ἦν ὁ υἱὸς, καταλαμβάνουσα τὴν Μεδιολάνων ταραχὰς μεγίστας [*]([*medio/lanon.])

226
κατὰ τοῦ ἐπισκόπου Ἀμβροσίου ἐκίνησεν, εἰς ἐξορίαν αὐτὸν πεμφθῆναι κελεύουσα. Ὡς δὲ ὁ λαὸς ἀντεῖχεν, ὑπερβαλλόντως ἀγαπῶν τὸν Ἀμβρόσιον, καὶ τοῖς ἕλκειν ἐπὶ τὴν ἐξορίαν σπουδάζουσιν ἀνθίστατο, ἐν τοσούτῳ ἀγγέλλεται, ὅτι Γρατιανὸς δόλῳ τοῦ τυράννου Μαξίμου ἀνῄρητο. Ἐν φορείῳ γὰρ κλίνην μιμουμένῳ καὶ ὑπὸ ἡμιόνων φερομένῳ κατακρυφθεὶς ὁ τοῦ Μαξίμου στρατηγὸς Ἀνδραγάθιος, προλέγειν τοῖς δορυφόροις κελεύσας, ὡς εἴη τοῦ βασιλέως Γρατιανοῦ γαμετὴ, ὑπαντᾷ τῷ βασιλεῖ πρὸ Λουγδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι. Ὁ δὲ πιστεύσας τὴν γαμετὴν εἶναι, τὸν δόλον οὐκ ἐφυλάξατο: ἀλλ̓ ὥσπερ τυφλὸς εἰς ὄρυγμα, τοῦ πολεμίου εἰς τὰς χεῖρας ἐνέπεσεν: ἐκπηδήσας γὰρ ἐκ τοῦ φερέτρου Ἀνδραγάθιος τὸν Γρατιανὸν διεχειρίσατο. Τελευτᾷ οὖν ἐν [*](A.D. 383.) ὑπατείᾳ Μερογαύδου καὶ Σατορνίνου, βασιλεύσας ἔτη δεκαπέντε, ζήσας ἔτη εἰκοσιτέσσαρα. Τοῦτο ἐπιγενόμενον ἔπαυσε τὴν κατὰ Ἀμβροσίου τῆς μητρὸς τοῦ βασιλέως ὀργήν. Οὐαλεντινιανὸς δὲ καὶ ἄκων τῇ ἀνάγκῃ τοῦ καιροῦ πεισθεὶς τὴν Μαξίμου βασιλείαν προσδέχεται. Τότε ὁ Πρόβος φοβηθεὶς τὴν Μαξίμου δύναμιν ἐπὶ τὰ ἀνατολικώτερα μέρη ἀναχωρεῖν πειρᾶται. Εὐθὺς οὖν ὡς εἶχεν ἀναχωρεῖ ἀπὸ τῆς Ἰταλίας: καὶ ἐπὶ τὴν Ἰλλυρίδα γενόμενος γῆν ἐν Θεσσαλονίκῃ τῆς Μακεδονίας διέτριβεν.

Ὡς ὁ βασιλεὺς Θεοδόσιος κατὰ Μαξίμου δύναμιν μεγίστην εὐτρεπίσας, καθ̓ ὃν καιρὸν Ὁνώριος αὐτῷ ἐκ Πλακίλλης ἐτέχθη, Ἀρκάδιον μὲν ἐν Κωνσταντινουπόλει κατέλιπεν: αὐτὸς δὲ ἐν Μεδιολάνῳ τῷ τυράννῳ προσέμιξεν.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγάλῃ καθίστατο, δύναμίν τε μεγίστην κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νέῳ Οὐαλεντινιανῷ ὁ τύραννος φόνον βουλεύσειε. Κατὰ ταὐτὸ δὲ καὶ πρεσβεία Περσῶν παρῆν, εἰρήνην παρὰ τοῦ βασιλέως αἰτοῦσα. Τότε δὴ καὶ προσγίνεται τῷ βασιλεῖ υἱὸς Ὁνώριος [*](A.D. 384.) τεχθεὶς αὐτῷ ἐκ τῆς γαμετῆς Πλακίλλης, ἐν ὑπατείᾳ Ῥιχομηλίου καὶ Κλεάρχου, τῇ ἐννάτῃ τοῦ Σεπτεμβρίου μηνός. Καθ̓ ἣν ὑπατείαν καὶ Ἀγέλιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος μικρῷ πρότερον [*](A.D. 385.) ἐτελεύτησεν. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ἀρκαδίου Αὐγούστου τὸ πρῶτον καὶ Βαύδωνος, τελευτήσαντος Τιμοθέου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, Θεόφιλος τὴν ἐπισκοπὴν ἐκδέχεται. Μετὰ ταῦτα

227
δὲ ἐνιαυτῷ ὕστερον καὶ Δημόφιλος ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας τέλει τοῦ βίου ἐχρήσατο. Ἀρειανοὶ δὲ Μαρῖνόν τινα ἐπίσκοπον τῆς οἰκείας αἱρέσεως ἐκ Θρᾴκης μεταστειλάμενοι, αὐτῷ τὴν ἐπισκοπὴν ἐπέτρεψαν. Ἀλλ̓ οὐκ ἐχρόνισεν ὁ Μαρῖνος: ἐπ̓ αὐτῷ γὰρ διῃρέθη ἡ Ἀρειανῶν θρησκεία, ὡς ὕστερον λέξω: Δωρόθεόν [*](c. 23.) θεόν τε αὖθις ἐκ τῆς Ἀντιοχείας τῆς ἐν Συρίᾳ μεταπεμψάμενοι, ὑπ̓ αὐτῷ ἐτάττοντο. Ὁ δὲ βασιλεὺς ἐπὶ τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε, καταλιπὼν ἐν τῇ Κωνσταντινουπόλει τὸν υἱὸν Ἀρκάδιον βασιλεύοντα: καταλαβών τε τὴν Θεσσαλονίκην εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δἰ ἀνάγκην τὸν τύραννον ὡς βασιλέα ἐδέξαντο. Ὁ Θεοδόσιος δὲ ἐν μὲν τῷ φανερῷ οὐδέτερον ἐδείκνυεν: οὔτε γὰρ ἠθέτει οὔτε προσεδέχετο τὴν Μαξίμου πρεσβείαν. Οὐ μὴν ἠνείχετο περιορᾷν τυραννουμένην τὴν Ῥωμαίων ἀρχὴν προσχήματι βασιλικοῦ ὀνόματος: ἀναλαβὼν δὲ τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων ἐπὶ τὴν Μεδιόλανον ἐχώρει: ἐκεῖ γὰρ ἐφθάκει ὁ Μάξιμος.

Περὶ τῆς γενομένης ἐν Κωνσταντινουπόλει ταραχῆς ὑπὸ Ἀρειανῶν.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καθ̓ ὃν ὁ βασιλεὺς τῷ πολέμῳ ἐσχόλαζεν, καὶ οἱ ἐν Κωνσταντινουπόλει Ἀρειανοὶ ταραχὴν κεκινήκασι δἰ ἐπινοίας τοιάσδε. Φιλοῦσιν οἱ ἄνθρωποι λόγους πλάττειν περὶ ὧν οὐκ ἐπίστανται: εἰ δὲ καί ποτε προφάσεως ἐπιλάβονται, μείζονας [*]([Qu. e)pilamba/nontai;]) τὰς περὶ ὧν βούλονται φήμας ἐξάπτουσι, νεωτέρων ἀεὶ ὀρεγόμενοι πραγμάτων. Τοῦτο δὴ καὶ τότε κατὰ τὴν πόλιν ἐγίνετο: ἄλλος γὰρ ἄλλο περὶ τοῦ μακρὰν γενομένου πολέμου πλάττοντες διεφήμιζον, ἀεὶ ἐπὶ τὸ χεῖρον τὴν ἐλπίδα λαμβάνοντες. Καὶ μηδενὸς ἐπιγινομένου κατὰ τὸν πόλεμον, αὐτοὶ ὡς τὰ κατ̓ αὐτὸν ἱστορήσαντες περὶ ὧν οὐκ ᾔδεισαν ἔλεγον, ὡς ὁ τύραννος ἐπικρατέστερος εἴη τῆς βασιλέως δυνάμεως: καὶ ὅτι τόσοι καὶ τόσοι κατὰ τὴν μάχην πεπτώκασι: καὶ ὅτι ὁ βασιλεὺς ὅσον οὐδέπω τῷ τυράννῳ ὑποχείριος γίνεται. Τότε δὲ καὶ οἱ Ἀρειανίζοντες ἐκ πάθους κινούμενοι,—σφόδρα γὰρ ἠνιῶντο, ὅτι τῶν ἔνδον ἐκκλησιῶν ἐκράτουν οἱ παῤ αὐτῶν πρότερον διωκόμενοι,—τὰς φήμας πολλαπλασίους εἰργάζοντο. Ἐπεὶ δὲ ἕτερά τινα τῶν λεγομένων αὐτοὺς τοὺς πεπλακότας αὐτὰ εἰς πίστιν ἦγεν, οὐχ ὡς πεπλασμένων, ἀλλ̓

228
ὡς ἀληθῶς γενομένων ἃ ἔπλασαν: οἱ γὰρ ἀκοῇ παραλαβόντες διεβεβαιοῦντο πρὸς τοὺς λογοποιοῦντας, μὴ ἄλλως ἔχειν, ἢ ὡς παῤ αὐτῶν ἀκηκόασι: τότε δὴ ἀναθαρρήσαντες οἱ Ἀρειανίζοντες εἰς ἄλογον χωροῦσιν ὁρμὴν, καὶ τὴν οἰκίαν τοῦ ἐπισκόπου Νεκταρίου πῦρ ἐμβαλόντες ἀνήλωσαν. Τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο [*](D. 388.) κατὰ τὴν ὑπατείαν Θεοδοσίου τὸ δεύτερον καὶ Κυνηγίου.

Περὶ τῆς νίκης τοῦ βασιλέως Θεοδοσίου, καὶ τῆς ἥττης τοῦ τυράννου.

Τοῦ δὲ βασιλέως ἐπιόντος τῷ τυράννῳ, πυνθανόμενοι τὴν παρασκευὴν οἱ ὑπὸ Μαξίμῳ ταττόμενοι οὐδὲ τὴν ἐκ τῆς φήμης προσβολὴν ἐνεγκεῖν ἐδυνήθησαν: ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν τύραννον ἐνεχείρισαν: ὃς ἀνῃρέθη ἐν τῇ αὐτῇ ὑπατείᾳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως Γρατιανοῦ φονεὺς τῆς ἥττης αἰσθόμενος, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν: ἦν δὲ καὶ ὁ υἱὸς Ὁνώριος σὺν αὐτοῖς, κομιδὴ νέος ὤν: μετὰ γὰρ τὴν κατὰ Μαξίμου νίκην μεταπέμπεται αὐτὸν ὁ πατὴρ ἐκ τῆς Κωνσταντινουπόλεως. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες: ὅτε καὶ τὴν ἑαυτοῦ ἀγαθότητα ἐπὶ Συμμάχου τοῦ ἀπὸ ὑπάτων ὁ βασιλεὺς Θεοδόσιος ἐπεδείξατο. Οὗτος γὰρ ὁ Σύμμαχος πρῶτος μὲν ἦν τῆς ἐν Ῥώμῃ συγκλήτου: ἐθαυμάζετο δὲ ἐπὶ παιδεύσει λόγων Ῥωμαϊκῶν: καὶ γὰρ αὐτῷ πολλοὶ λόγοι συγγεγραμμένοι τῇ Ῥωμαίων γλώσσῃ τυγχάνουσι. Βασιλικὸν οὖν λόγον εἰς Μάξιμον ἔτι περιόντα γεγραφὼς καὶ διεξελθὼν, τῷ τῆς καθοσιώσεως ἐγκλήματι ἔνοχος ὕστερον γέγονεν: διὰ τοῦτο δὴ δεδιὼς τὸν θάνατον τῇ ἐκκλησίᾳ προσέφυγεν. Ὁ δὲ βασιλεὺς οὕτως ἦν περὶ τὸν Χριστιανισμὸν εὐλαβὴς, ὡς μὴ μόνον τοὺς τῆς αὐτοῦ πίστεως ἱερεῖς ὑπερτιμᾶν, ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς τὸ ὁμοούσιον φρονοῦντας ἀσμένως προσεδέχετο. Λεοντίῳ γοῦν ἐπισκόπῳ τῆς ἐν Ῥώμῃ τῶν Ναυατιανῶν ἐκκλησίας παρακαλοῦντι χάριν διδοὺς, τὸν Σύμμαχον ἀπέλυσε τοῦ ἐγκλήματος. Συγγνώμης οὖν ἀξιωθεὶς ὁ Σύμμαχος τὸν ἀπολογητικὸν λόγον εἰς τὸν αὐτοκράτορα Θεοδόσιον ἔγραψεν. Ὁ μὲν δὴ πόλεμος κατ̓ ἀρχὰς μεγίστην ἀπειλὴν ἐσχηκὼς, τελευτῶν ταχεῖαν ἔσχε τὴν κρίσιν.

229

Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας.

Περὶ δὲ τὸν αὐτὸν χρόνον περὶ τὴν Συρίας Ἀντιόχειαν τάδε ἐγένετο. Παυλίνου τελευτήσαντος, ὁ ὑπ̓ αὐτῷ λαὸς τὸν Φλαβιανὸν ἐξετρέπετο: καὶ διὰ τοῦτο παρασκευάζει χειροτονηθῆναι τοῦ οἰκείου μέρους Εὐάγριον. Τοῦ δὲ οὐ πολὺν ἐπιβιώσαντος χρόνον, ἕτερος εἰς τὸν τόπον αὐτοῦ οὐκέτι καθίσταται, Φλαβιανοῦ τοῦτο κατασκευάσαντος. Ὅσοι δὲ τὸν Φλαβιανὸν διὰ τὴν παράβασιν ἀπεστρέφοντο τῶν ὅρκων, κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιοῦντο. Φλαβιανὸς δὲ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει, ὑφ̓ αὑτῷ καὶ τούτους ποιήσασθαι: ὅπερ καὶ μικρὸν ὕστερον ἐξίσχυσε κατεργάσασθαι, τὴν ὀργὴν θεραπεύσας Θεοφίλου τότε τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, δἰ οὗ καὶ κατήλλαξε Δάμασον τὸν τῆς Ῥώμης ἐπίσκοπον. Ἀμφότεροι γὰρ πρὸς Φλαβιανὸν ἐχαλέπαινον οὐ μόνον διὰ τὸ ἐπιορκηκέναι, ἀλλ̓ ὅτι καὶ αἰτίαν παρεῖχε τοῦ χωρίζεσθαι τοὺς ὁμόφρονας. Θεραπευθεὶς οὖν τὴν ὀργὴν Θεόφιλος, πέμψας τε Ἰσίδωρον πρεσβύτερον, καταλλάσσει λυπούμενον Δάμασον, λυσιτελεῖν εἰπὼν δἰ ὁμόνοιαν τοῦ λαοῦ παριδεῖν τὸ φθάσαν Φλαβιανοῦ πλημμέλημα. Οὕτως τε τῷ Φλαβιανῷ τῆς κοινωνίας ἀποδοθείσης, ὁ ἐν Ἀντιοχείᾳ λαὸς κατὰ βραχὺ προϊόντος τοῦ χρόνου τὴν ὁμόνοιαν ἔστερξαν. Τὰ μὲν δὴ κατὰ Ἀντιόχειαν τοιοῦτον ἔσχε τὸ τέλος: οἱ γὰρ κατ̓ αὐτὴν Ἀρειανοὶ τῶν ἐκκλησιῶν ἐξωθηθέντες ἐν προαστείοις τῆς πόλεως τὰς συναγωγὰς ἐποιήσαντο. Ἐν τοσούτῳ δὲ καὶ Κύριλλον τὸν τῶν Ἱεροσολύμων ἐπίσκοπον τελευτήσαντα Ἰωάννης διαδέχεται.

Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ καθαιρέσεως τῶν εἰδωλικῶν ναῶν καὶ τῆς διὰ ταῦτα συμβουλῆς Ἑλλήνων καὶ Χριστιανῶν.

Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ἐν τῇ Ἀλεξανδρείᾳ τοιοῦτο πάθος ἐγένετο. Τῇ τοῦ ἐπισκόπου Θεοφίλου σπουδῇ βασιλέως ἐκέλευε πρόσταγμα λύεσθαι τοὺς ἐν Ἀλεξανδρείᾳ τῶν Ἑλλήνων ναοὺς, καὶ τοῦτο γίνεσθαι τῇ Θεοφίλου φροντίδι. Ταύτης τῆς ἐξουσίας δραξάμενος ὁ Θεόφιλος, παντοῖος ἐγένετο καθυβρίσαι τὰ τῶν Ἑλλήνων μυστήρια: καὶ ἀνακαθαίρει μὲν τὸ Μιθρεῖον, καταστρέφει

230
δὲ τὸ Σαραπεῖον. Καὶ τὰ μὲν τοῦ Μιθρείου φονικὰ μυστήρια δημόσια ἐπόμπευε: τὰ δὲ τοῦ Σαράπιδος καὶ τῶν ἄλλων γέλωτος ἐδείκνυ μεστὰ, τοὺς φαλλοὺς φέρεσθαι κελεύσας διὰ μέσης τῆς ἀγορᾶς. Ταῦτα οὕτω γενόμενα ὁρῶντες οἱ κατὰ τὴν Ἀλεξάνδρειαν Ἕλληνες, καὶ μάλιστα οἱ φιλοσοφεῖν ἐπαγγελλόμενοι, τὴν λύπην οὐκ ἤνεγκαν: ἀλλὰ τοῖς πάλαι δραματουργηθεῖσι προσέθηκαν μείζονα. Μιᾷ γὰρ ὁρμῇ ἔκ τινος συνθήματος κατὰ τῶν Χριστἱ??ʼνῶν χωρήσαντες πάντα φόνον εἰργάζοντο: ἠμύνοντο δὲ καὶ οἱ Χριστιανοὶ, καὶ πᾶν κακὸν ἐπηκολούθει κακῷ: ἕως τε τοσούτου ἐξετάθη ἡ μάχη, ἕως οὗ κόρος τῶν φόνων τὸ γινόμενον ἔπαυσεν. Απώλοντο γὰρ ἐν τῇ συμβολῇ τῶν μὲν Ἑλλήνων ὀλίγοι, τῶν δὲ Χριστιανῶν σφόδρα πολλοί: οἱ δὲ τραυματίαι ἐξ ἑκατέρου μέρους ἦσαν ἀναρίθμητοι. Φόβος ἐκ τῶν γεγονότων εἶχε τοὺς Ἑλληνίζοντας δεδοικότας τὴν τοῦ βασιλέως ὀργήν. Πράξαντες γὰρ ἃ ἐδόκει αὐτοῖς, καὶ ταῖς μιαιφονίαις τὸν θυμὸν ἀποσβέσαντες, ἄλλος ἀλλαχῆ κατεκρύπτοντο: πολλοὶ δὲ καὶ ἐκ τῆς Ἀλεξανδρείας ἔφυγον κατὰ τὰς πόλεις μεριζόμενοι. Ὧν ἦσαν οἱ δύο γραμματικοὶ, Ἑλλάδιος καὶ Ἀμμώνιος, παῤ οἷς ἐγὼ κομιδῆ νέος ὢν ἐν τῇ Κωνσταντινουπόλει ἐφοίτησα. Ἑλλάδιος μὲν οὖν ἱερεὺς τοῦ Διὸς εἶναι ἐλέγετο: Ἀμμώνιος δὲ πιθήκου. Οὕτω δὴ τοῦ κακοῦ κατασταλέντος, συνελαμβάνοντο τῷ Θεοφίλῳ πρὸς τὴν κατάλυσιν τῶν ναῶν ὅ τε τῆς Ἀλεξανδρείας ἔπαρχος καὶ ὁ ἡγούμενος τοῦ στρατιωτικοῦ τάγματος. Τὰ μὲν οὖν ἱερὰ κατεστρέφετο: τὰ δὲ ἀγάλματα τῶν θεῶν μετεχωνεύετο εἰς λεβήτια, καὶ εἰς ἑτέρας χρείας τῆς Ἀλεξανδρέων ἐκκλησίας, τοῦ βασιλέως χαρισαμένου τοὺς θεοὺς εἰς δαπανήματα τῶν πτωχῶν. Πάντας οὖν τοὺς θεοὺς συντρίψας ὁ Θεόφιλος, ἓν ἄγαλμα τοῦδε τοῦ θεοῦ ἀχώνευτον τηρεῖσθαι κελεύσας, δημοσίᾳ προέστησεν: ἵνα, φησὶ, χρόνου προϊόντος μὴ ἀρνήσωνται οἱ Ἕλληνες τοιούτους προσκεκυνηκέναι θεούς. Ἐπὶ τούτῳ πάνυ ἀνιώμενον οἶδα Ἀμμώνιον τὸν γραμματικὸν, ὃς ἔλεγε, δεινὰ πεπονθέναι τὴν Ἑλλήνων θρησκείαν: ὅτι μὴ καὶ ὁ εἷς ἀνδριὰς ἐχωνεύθη, ἀλλ̓ ἐπὶ γέλωτι τῆς Ἑλλήνων θρησκείας φυλάττηται. Ἑλλάδιος δὲ παρὰ τισιν ηὔχει, ὡς ἐννέα εἴη ἄνδρας ἐν τῇ συμπληγάδι φονεύσας. Τὰ μὲν οὖν κατὰ τὴν Ἀλεξάνδρειαν τότε τοιαῦτα ἐγένετο.
231

Περὶ τῶν εὑρεθέντων ἐν τῷ τοῦ Σαράπιδος ναῷ γραμμάτων ἱερογλυφικῶν.

Ἐν δὲ τῷ ναῷ τοῦ Σαράπιδος λυομένου καὶ γυμνουμένου ηὕρητο γράμματα ἐγκεχαραγμένα τοῖς λίθοις τῷ καλουμένῳ ἱερογλυφικῷ [*]([*wal. ta\ kalou/mena i(eroglufika/.]) ἦσαν δὲ οἱ χαρακτῆρες σταυρῶν ἔχοντες τύπους. Τούτους ὁρῶντες Χριστιανοί τε καὶ Ἕλληνες τῇ ἰδίᾳ ἑκάτεροι θρησκείᾳ προσηρμόζοντο. Χριστιανοὶ μὲν γὰρ σημεῖον τοῦ κατὰ Χριστὸν σωτηριώδους πάθους εἶναι λέγοντες τὸν σταυρὸν, οἰκεῖον εἶναι τὸν χαρακτῆρα ἐνόμιζον. Ἕλληνες δέ τι κοινὸν Χριστῷ καὶ Σαράπιδι ἔλεγον: εἰ ὁ σταυροειδὴς χαρακτὴρ ἄλλο μὲν Χριστιανοῖς, ἄλλο δὲ Ἕλλησι ποιεῖται τὸ σύμβολον. Τούτων δὲ ἀμφισβητουμένων, τινες τῶν Ἑλλήνων τῷ Χριστιανισμῷ προσελθόντες, τὰ ἱερογλυφικά τε γράμματα ἐπιστάμενοι, διερμηνεύοντες τὸν σταυροειδῆ χαρακτῆρα ἔλεγον σημαίνειν ζωὴν ἐπερχομένην. Τοῦτο πλεῖον οἱ Χριστιανοὶ εἰς τὴν οἰκείαν θρησκείαν ἁρπάσαντες, ἀλαζονικώτερον διετέθησαν. Ὡς δὲ καὶ δἰ ἑτέρων γραμμάτων ἱερογλυφικῶν ἐδηλοῦτο, τέλος ἕξειν τὸ τοῦ Σαράπιδος ἱερὸν, ὅτε σταυροειδὴς φανῇ χαρακτὴρ, τοῦτο γὰρ εἶναι τὴν ἐπερχομένην ζωὴν, πολλῷ πλείους προσήρχοντο τῷ Χριστιανισμῷ, καὶ τὰς ἁμαρτίας ἐξομολογούμενοι ἐβαπτίζοντο. Τὰ μὲν οὖν ἐπὶ τῷ σταυροειδεῖ χαρακτῆρι γενόμενα τοιαῦτα ἀκήκοα: ἐγὼ δὲ οὔ φημι τοὺς Αἰγυπτίων ἱερεῖς τὰ περὶ τοῦ Χριστοῦ προγινώσκοντας ἀποτυπῶσαι τὸ σταυροειδὲς γράμμα. Εἰ γὰρ τὸ περὶ τῆς εἰς τὸν κόσμον καθόδου μυστήριον ἦν ἀποκεκρυμμένον [*](Col. i. 26.) ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὥς φησιν ὁ ἀπόστολος, καὶ ἔλαθε τὸν ἄρχοντα τῆς πονηρίας διάβολον, πολλῷ μᾶλλον τοὺς ὑπηρέτας αὐτοῦ ἱερεῖς Αἰγυπτίων τοῦτο διέφυγεν. Ἀλλ̓ ἡ πρόνοια παρεσκεύασε τοῦτο γενέσθαι ἐπὶ τῇ τοῦ γράμματος ζητήσει, ὅπερ καὶ ἐν τῷ ἀποστόλῳ Παύλῳ ἐπέδειξε πρότερον. Καὶ γὰρ ἐκεῖνος ὑπὸ τοῦ θείου Πνεύματος σοφὸς γεγονὼς, τῇ ὁμοίᾳ μεθόδῳ πρὸς Ἀθηναίους χρησάμενος, πολλοὺς εἰς τὴν πίστιν προσήγαγεν, ὅτε τὰ ἐπὶ τῷ βωμῷ γεγραμμένα ἀναγνοὺς τῷ ἰδίῳ λόγῳ [*](Acts xvii. 23.) προσήρμοσεν. Εἰ μὴ ἄρα τις λέγοι ἐνηργηκέναι τὸν τοῦ Θεοῦ λόγον εἰς τοὺς Αἰγυπτίων ἱερεῖς, ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ καὶ ἐπὶ τοῦ Καϊάφα: καὶ γὰρ ἐκεῖνοι ἄκοντες περὶ τῶν ἀγαθῶν προεφήτευσαν. Τοσαῦτα μὲν περὶ τούτων εἰρήσθω.

232

Ὡς ὁ βασιλεὺς Θεοδόσιος ἐν τῇ Ῥώμῃ γεγονὼς πολλὰ τὴν πόλιν ὠφέλησε, περιελὼν τά τε ἐν τοῖς Μαγκηπείοις λῃστήρια καὶ τὰ ἐν τοῖς πορνείοις ἄτοπα τῶν σείστρων.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐπ̓ ὀλίγον κατὰ τὴν Ἰταλίαν διατρίψας, μέγιστα τὴν Ῥωμαίων ὤνησε πόλιν: τὰ μὲν τῷ δοῦναι, τὰ δὲ τῷ περιελεῖν. Καὶ γὰρ πολλὰ ἐφιλοτιμήσατο: καὶ περιεῖλε διττὴν αἰσχύνην τῆς πόλεως: μίαν μὲν τήνδε. Ἦσαν ἐξ ἀρχαίου κατὰ τὴν μεγίστην Ῥώμην οἶκοι παμμεγέθεις, ἐν οἷς ὁ τῇ πόλει χορηγούμενος ἄρτος ἐγίνετο: οἵ τε προϊστάμενοι τούτων, οἳ μάγκιπες τῇ Ῥωμαίων γλώσσῃ καλοῦνται, προϊόντος τοῦ χρόνου λῃστήρια τοὺς οἴκους πεποίηνται. Ὡς γὰρ ἦσαν οἱ τῶν οἴκων μυλῶνες κατὰ βάθους τὴν θέσιν ἔχοντες, κατὰ τὸ πλευρὸν ἑκάστου οἰκήματος καπηλεῖα κατασκευάσαντες, πόρνας τε ἐν αὐτοῖς προστησάμενοι, δἰ αὐτῶν ἐλοχῶντο πολλούς: τοὺς μὲν τῇ χρείᾳ τῆς τροφῆς εἰσιόντας, τοὺς δὲ καὶ δἰ ἀκρασίαν αἰσχρᾶς ἡδονῆς. Ἐκ γάρ τινος μηχανῆς ἐκ τοῦ καπηλείου εἰς τὸν μυλῶνα ἐνέπιπτον: καὶ τοῦτο ἔπασχον μάλιστα οἱ ξένοι τῇ Ῥώμῃ ἐπιδημοῦντες. Ἠναγκάζοντό τε οἱ ἁλόντες ἐν τοῖς μυλῶσιν ἐργάζεσθαι: πολλοί τε κατεγήρασαν ἐν αὐτοῖς μὴ συγχωρηθέντες ὑπεξελθεῖν, τοῖς τε οἰκείοις ἑαυτῶν τοῦ τεθνηκέναι δόξαν παρεσχηκότες. Ἐν τῇ παγίδι ταύτῃ τῶν στρατιωτῶν τις τοῦ βασιλέως Θεοδοσίου ἐνέπεσεν: ἐπεὶ δὲ ὁ στρατιώτης κατάκλειστος τῷ μυλῶνι γενόμενος ἐξελθεῖν οὐκ ἠφίετο, σπασάμενος ἣν εἶχε παραξιφίδα, τοὺς κωλύοντας διεχρήσατο: οἱ δὲ φόβῳ τῶν γινομένων τὸν στρατιώτην ἀπέλυσαν. Γνοὺς ταῦτα ὁ βασιλεὺς τοὺς μάγκιπας μὲν ἐτιμωρήσατο, τοὺς δὲ λῃστοδόχους οἴκους ἐκείνους καταστραφῆναι ἐκέλευσε. Μίαν μὲν δὴ τοιαύτην αἰσχύνην ὁ βασιλεὺς περιεῖλε τῆς βασιλευούσης πόλεως: ἑτέραν δὲ τοιαύτην: εἰ ἥλω ἐπὶ μοιχείᾳ γυνὴ, οὐ διορθώσει, ἀλλὰ προσθήκῃ τῆς ἁμαρτίας ἐτιμωροῦντο τὴν πταίσασαν. Ἐν γὰρ πορνείῳ στενῷ κατάκλειστον ποιήσαντες ἀναιδῶς ἐποίουν πορνεύεσθαι: κώδωνάς τε σείεσθαι κατὰ τὸν καιρὸν τῆς ἀκαθάρτου πράξεως ἐποίουν, ὅπως ἂν μὴ λανθάνῃ τοὺς παριόντας τὸ γινόμενον: ἀλλ̓ ἐκ τοῦ ἤχου τῶν σειομένων κωδώνων ἡ ἐφύβριστος τιμωρία τοῖς πᾶσιν ἐγνωρίζετο. Ταῦτα οὐκ ἤνεγκεν

233
ὁ βασιλεὺς πυθόμενος τὴν ἀναιδῆ συνήθειαν: ἀλλὰ κατέλυσε τὰ σεῖστρα, οὕτω γὰρ ὠνομάζετο τὰ τοιαῦτα πορνεῖα: τοῖς ἄλλοις ὑποπίπτειν νόμοις τὰς ἁλούσας ἐπὶ μοιχείᾳ κελεύσας. Τοιούτων μὲν δὴ φαυλοτάτων καὶ ἐφυβρίστων δύο πραγμάτων ὁ βασιλεὺς Θεοδόσιος τὴν Ῥωμαίων πόλιν ἐλευθέραν πεποίηκε. Καταστησάμενος δὲ καλῶς καὶ τὰ ἄλλα πράγματα, καταλείπει μὲν ἐν τῇ Ῥώμῃ Οὐαλεντινιανὸν βασιλεύοντα. Αὐτὸς δὲ ἅμα τῷ υἱῷ Ὁνωρίῳ ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπορεύθη, εἰς αὐτήν τε εἰσέρχεται ἐν ὑπατείᾳ Τατιανοῦ καὶ Συμμάχου, τῇ δεκάτῃ τοῦ [*](A.D. 391) Νοεμβρίου μηνός.

Περὶ τῶν ἐπὶ τῆς μετανοίας πρεσβυτέρων. ὅπως τηνικαῦτα περιῃρέθησαν.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ἔδοξε καὶ τοὺς ἐπὶ τῆς μετανοίας περιελεῖν. πρεσβυτέρους τῶν ἐκκλησιῶν δἰ αἰτίαν τοιαύτην. Ἀφ̓ οὖ Ναυατιανοὶ τῆς ἐκκλησίας διεκρίθησαν, τοῖς ἐπταικόσιν ἐν τῷ ἐπὶ Δεκίου διωγμῷ κοινωνῆσαι μὴ θελήσαντες, οἱ ἐπίσκοποι τῷ [*](Cp. i. 10; iv. 28.) ἐκκλησιαστικῷ κανόνι τὸν πρεσβύτερον τὸν ἐπὶ τῆς μετανοίας προσέθεσαν, ὅπως ἂν οἱ μετὰ τὸ βάπτισμα πταίσαντες ἐπὶ τοῦ προβληθέντος τούτου πρεσβυτέρου ἐξομολογῶνται τὰ ἁμαρτήματα. Οὗτος ὁ κανὼν κρατεῖ μέχρι νῦν ἐν ταῖς ἄλλαις αἱρέσεσι: μόνοι δὲ οἱ τοῦ ὁμοουσίου φρονήματος, καὶ οἱ τούτοις κατὰ τὴν πίστιν ὁμόφρονες Ναυατιανοὶ, τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον παρῃτήσαντο. Ναυατιανοὶ μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν τὴν προσθήκην ταύτην ἐδέξαντο: οἱ δὲ νῦν τῶν ἐκκλησιῶν κρατοῦντες ἕως πολλοῦ φυλάξαντες, ἐπὶ Νεκταρίου τοῦ ἐπισκόπου μετέθεσαν, τοιούτου τινὸς ἐπὶ τὴν ἐκκλησίαν συμβάντος. Γυνή τις τῶν εὐγενῶν προσῆλθεν τῷ ἐπὶ τῆς μετανοίας πρεσβυτέρῳ: καὶ κατὰ μέρος ἐξομολογεῖται τὰς ἁμαρτίας, ἃς ἐπεπράχει μετὰ τὸ βάπτισμα. Ὁ δὲ πρεσβύτερος παρήγγειλε τῇ γυναικὶ νηστεύειν καὶ συνεχῶς εὔχεσθαι, ἵνα σὺν τῇ ὁμολογίᾳ καὶ ἔργον τι δεικνύειν ἔχῃ τῆς μετανοίας ἄξιον. Ἡ δὲ γυνὴ προβαίνουσα καὶ ἄλλο πταῖσμα ἑαυτῆς κατηγόρει: ἔλεγε γὰρ, ὡς εἴη συγκαθευδήσας αὐτῇ τῆς ἐκκλησίας διάκονος. Τοῦτο ἐλεγχθὲν τὸν μὲν διάκονον τῆς ἐκκλησίας ἐκπεσεῖν παρεσκεύασε: ταραχὴ δὲ κατέσχε τὰ πλήθη: ἠγανάκτουν γὰρ οὐ μόνον

234
ἐπὶ τῷ γενομένῳ, ἀλλ̓ ὅτι καὶ τῇ ἐκκλησίᾳ βλασφημίαν ἡ πρᾶξις καὶ ὕβριν προὐξένησεν. Διασυρομένων δὲ ἐκ τούτου τῶν ἱερωμένων ἀνδρῶν, Εὐδαίμων τις τῆς ἐκκλησίας πρεσβύτερος, Ἀλεξανδρεὺς τὸ γένος, γνώμην τῷ ἐπισκόπῳ δίδωσι Νεκταρίῳ περιελεῖν μὲν τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον, συγχωρῆσαι δὲ ἕκαστον τῷ ἰδίῳ συνειδότι τῶν μυστηρίων μετέχειν: οὕτω γὰρ μόνως ἔχειν τὴν ἐκκλησίαν τὸ ἀβλασφήμητον. Ταῦτα παρὰ τοῦ Εὐδαίμονος ἀκούσας [*](Cp. i. 1; ii. 1.) ἐγὼ τῇ γραφῇ τῇδε παραδοῦναι ἐθάρρησα: ὡς γὰρ πολλάκις ἔφην πᾶσαν σπουδὴν παῤ ἑκάστου τῶν εἰδότων ἐθέμην μανθάνειν τὰ πράγματα καὶ ἀκριβῶς ἐρευνᾷν, ἵνα μὴ ἔξω τῆς ἀληθείας τι γράφοιμι. Ἐγὼ δὲ πρὸς τὸν Εὐδαίμονα πρότερον ἔφην: Ἡ συμβουλή σου, ὦ πρεσβύτερε, εἰ συνήνεγκεν τῇ ἐκκλησίᾳ, ἢ εἰ μὴ, Θεὸς ἂν εἰδείη: ὁρῶ δὲ ὅτι πρόφασιν παρέσχε τοῦ μὴ ἐλέγχειν ἀλλήλων τὰ ἁμαρτήματα, μηδὲ φυλάττειν τὸ τοῦ ἀποστόλου παράγγελμα τὸ [*](Eph. v. 11.) λέγον, Μηδὲ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Περὶ μὲν οὖν τούτων αὐτάρκως εἰρήσθω.