Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς καὶ ἐν Ἀρειανοῖς, καὶ τοῖς ἄλλοις αἱρετικοῖς, σχίσματα πολλὰ γεγόνασιν.

Ἄξιον δὲ ἡγοῦμαι μὴ ἀμνημόνευτα καταλιπεῖν καὶ τὰ παρὰ τοῖς ἄλλοις γενόμενα, φημὶ δὴ Ἀρειανοῖς, καὶ Ναυατιανοῖς, καὶ τοῖς ἀπὸ Μακεδονίου καὶ Εὐνομίου τὰς προσωνυμίας εἰληφόσιν. Ἡ γὰρ ἐκκλησία διαιρεθεῖσα, ἐπὶ τῇ ἅπαξ γενομένῃ διαιρέσει οὐχ ἵστατο: ἀλλὰ στραφέντες καθ̓ ἑαυτῶν πάλιν ἐχώρουν: καὶ μικρᾶς καὶ εὐτελοῦς προφάσεως λαβόμενοι ἀλλήλων διεχωρίζοντο. Ὅπως μὲν οὖν, καὶ πότε, καὶ δἰ ἃς αἰτίας ἕκαστοι καὶ εἰς ἑαυτοὺς διαιρέσεις πεποίηντο, προϊόντος τοῦ λόγου δηλώσομεν. Τοῦτο δὲ ἰστέον, ὡς ὁ βασιλεὺς Θεοδόσιος οὐδένα τούτων ἐδίωκε, πλὴν ὅτι τὸν Εὐνόμιον ἐν Κωνσταντινουπόλει ἐπὶ οἰκίας συνάγοντα, καὶ τοὺς συγγραφέντας αὐτῷ λόγους ἐπιδεικνύμενον, ὡς ταῖς διδασκαλίαις πολλοὺς λυμαινόμενον, εἰς ἐξορίαν πεμφθῆναι ἐκέλευσε. Τῶν μέντοι ἄλλων οὐδένα οὔτε ἔσκυλεν, οὔτε αὐτῷ κοινωνῆσαι ἠνάγκαζεν: ἀλλ̓ ἑκάστους συνεχώρει κατὰ τοὺς ἰδίους τόπους συνάγεσθαι, καὶ δοξάζειν τὰ τοῦ Χριστιανισμοῦ, ὡς καταλαβεῖν ἕκαστοι

235
τὴν περὶ αὐτῶν δόξαν ἠδύναντο. Καὶ τοὺς μὲν ἄλλους ἔξω τῶν πόλεων συνεχώρησε εὐκτηρίους οἴκους κατασκευάζειν: Ναυατιανοὺς δὲ, ὡς ὁμόφρονας τῇ αὐτοῦ πίστει, ἐντὸς τῶν πόλεων τὰς ἑαυτῶν ἐκκλησίας θαρροῦντας ἔχειν ἐκέλευσεν, ὥς μοι καὶ πρότερον εἴρηται. [*](c. 10.) Περὶ ὧν μνημονεῦσαι μικρὰ εὔκαιρον εἶναι ἡγοῦμαι,ἀναλαβόντας βραχύ.

Ὡς καὶ Ναυατιανοὶ καθ̓ ἑαυτοὺς ἐστασίασαν.

Τῆς ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐκκλησίας ἐπὶ ἔτη [*](A.D. 384.) τεσσαράκοντα προέστη Ἀγέλιος, ἀπὸ τῶν Κωνσταντίνου χρόνων [*]([Leg. *kwnstanti/ou.]) ἕως εἰς τὸ ἕκτον ἔτος τῆς βασιλείας Θεοδοσίου, ὥς που καὶ πρότερον [*](Cp. iv. 9.) ἐμνημόνευσα. Τελευτῶν δὲ χειροτονεῖ εἰς τὸν τόπον ἑαυτοῦ Σισίννιον ἐπίσκοπον: ὃς πρεσβύτερος μὲν ἦν τῶν ὑπ̓ αὐτῷ ταττομένων, ἐλλόγιμος δὲ ἄλλως, καὶ ὑπὸ Μαξίμου τοῦ φιλοσόφου ἅμα [*](Cp. iii. 1.) Ἰουλιανῷ τῷ βασιλεῖ τὰ φιλόσοφα παιδευθείς. Τοῦ δὲ λαοῦ τῶν Ναυατιανῶν μεμψαμένου τὴν χειροτονίαν, ὅτι μὴ μᾶλλον Μαρκιανὸν ἐπ̓ εὐλαβείᾳ ἐκπρέποντα ἐχειροτόνησε, δἰ ὃν ἐπὶ Οὐάλεντος οἱ Ναυατιανοὶ ἀτάραχοι μεμενήκεσαν, ὁ Ἀγέλιος τὴν τοῦ λαοῦ παραμυθήσασθαι λύπην βουλόμενος, ἐπιχειροτονεῖ τὸν Μαρκιανόν. Καὶ μικρὸν ῥαΐσας τῆς νόσου πρόεισιν εἰς τὴν ἐκκλησίαν, καὶ προσεφώνει δἰ ἑαυτοῦ εἰπών: Μαρκιανὸν μὲν, φησὶν, ἔχετε μετ̓ ἐμέ: μετὰ δὲ Μαρκιανὸν, Σισίννιον. Ταῦτα προειπὼν, καὶ μικρὸν ἐπιβιοὺς χρόνον ἐτελεύτησε. Μαρκιανοῦ τοίνυν ἐπισκόπου τῶν Ναυατιανῶν καθεστῶτος, διῃρέθη καὶ ἡ αὐτῶν ἐκκλησία, ἐξ αἰτίας τοιαύτης. Σαββάτιος ἀπὸ Ἰουδαίων Χριστιανίσας, ὑπὸ Μαρκιανοῦ πρὸς τὴν τοῦ πρεσβυτέρου προβληθεὶς ἀξίαν, οὐδὲν ἧττον τῇ Ἰουδαϊκῇ προλήψει δουλεύειν ἐσπούδαζε: σὺν δὲ τούτῳ καὶ τῆς ἐπισκοπῆς ὠρέγετο δράξασθαι. Προσλαβὼν οὖν τῆς ἐπιθυμίας ἑαυτοῦ συνίστορας δύο πρεσβυτέρους Θεόκτιστον καὶ Μακάριον, τὴν καινοτομηθεῖσαν ἐπὶ τῆς βασιλείας Οὐάλεντος τοῦ Πάσχα ἑορτὴν ἐν Πάζῳ κώμῃ τῆς Φρυγίας, ὥς μοι καὶ πρότερον εἴρηται, διεκδικεῖν [*](Cp. iv. 28.) ἐβουλεύετο. Καὶ πρότερον μὲν προκαλύμματι χρώμενος τῇ ἀσκήσει, τῆς ἐκκλησίας ὑπανεχώρει, λυπεῖσθαι λέγων πρός τινας: ὑπονοεῖν γὰρ αὐτοὺς μὴ ἀξίους εἶναι τῆς τῶν μυστηρίων κοινωνίας: προϊὼν δὲ καὶ φανερὸς ἐγίνετο κατ̓ ἰδίαν συνάγειν βουλόμενος.

236
Ταῦτα γνοὺς ὁ Μαρκιανὸς ἐμέμφετο μὲν τὴν ἐπὶ τῇ χειροτονίᾳ πλάνην, ὅτι οὕτω κενοδόξους ἀνθρώπους εἰς τὸ πρεσβυτέριον προηγάγετο. [*]([ei)=nai.]) Καὶ δυσφορῶν ἔλεγε, βέλτιον ἦν ἐπ ἀκάνθαις τεθεικέναι τὰς χεῖρας τὰς ἑαυτοῦ, ἢ ὅτε τοὺς περὶ Σαββάτιον εἰς τὸ πρεσβυτέριον προεβάλετο.’ Παρασκευάζει δὲ σύνοδον Ναυατιανῶν [*]([*sagga/rw|.]) ἐπισκόπων γενέσθαι ἐν Ἀγγάρῳ: ἐμπόριον δὲ τοῦτο ἐν Βιθυνίᾳ πλησίον τῆς Ἑλενουπόλεως κείμενον. Ἔνθα συναχθέντες μεταπέμπονται τὸν Σαββάτιον, καὶ προτιθέναι ἐπὶ τῆς συνόδου τὰς αἰτίας τῆς λύπης ἐκέλευον. Τοῦ δὲ τὴν διαφωνίαν τῆς ἑορτῆς αἰτίαν τῆς λύπης εἶναι λέγοντος, δεῖν γὰρ ἐπιτελεῖσθαι αὐτὴν ὡς καὶ Ἰουδαῖοι παρατηροῦσι, καὶ ὡς οἱ ἐν Πάζῳ συνελθόντες ἐτύπωσαν, ὑπονοήσαντες οἱ τῆς συνόδου φιλοκαθεδρίας ἕνεκεν προφασίζεσθαι τὸν Σαββάτιον, ὅρκῳ αὐτὸν κατασφαλίζονται, ὡς οὐδέποτε τὴν ἐπισκοπὴν καταδέξαιτο. Τοῦ δὲ ἐπὶ τούτοις ὀμόσαντος, ἐκφέρουσι κανόνα περὶ τῆς ἑορτῆς τοῦ. Πάσχα, ὃν ἐκάλεσαν ἀδιάφορον: φήσαντες, μὴ ἀξιόλογον εἶναι αἰτίαν πρὸς χωρισμὸν τῆς ἐκκλησίας τὴν διαφωνίαν τῆς ἑορτῆς: μηδὲ μὴν τοὺς ἐν Πάζῳ συναχθέντας πρόκριμα τῷ καθολικῷ κανόνι γενέσθαι: καὶ γὰρ τοὺς ἀρχαίους καὶ τοὺς ἐγγὺς τῶν ἀποστόλων, διαφωνοῦντας περὶ ταύτης τῆς ἑορτῆς, κοινωνεῖν τε ἀλλήλοις, καὶ μηδαμῶς διαφέρεσθαι. Ἄλλως τε καὶ τοὺς ἐν τῇ βασιλευούσῃ Ῥώμῃ Ναυατιανοὺς μηδέποτε ἠκολουθηκέναι Ἰουδαίοις: ἀλλὰ ποιοῦντας ἀεὶ μετ̓ ἰσημερίαν τὸ Πάσχα, μὴ διακρίνεσθαι πρὸς τοὺς οἰκείους τῆς πίστεως, τοὺς μὴ τὸν αὐτὸν τρόπον αὐτοῖς ἐπιτελοῦντας τὴν τοῦ Πάσχα ἑορτήν. Ταῦτα καὶ τοιαῦτα πολλὰ λογισάμενοι ὁρίζουσι τὸν ἀδιάφορον, ὡς ἔφην, περὶ τοῦ Πάσχα κανόνα: ἐφ̓ ᾧ τε ἕκαστον μὲν κατὰ τὴν συνήθειαν ἣν ἐκ προλήψεως ἔχει, ποιεῖν τὸ Πάσχα εἰ βούλοιτο: μὴ διαφέρεσθαι δὲ πρὸς τὴν κοινωνίαν, ἀλλὰ τοὺς διαφόρως ἑορτάζοντας εἶναι πάλιν ἐν ὁμονοίᾳ τῆς ἐκκλησίας. Τοῦ ὅρου τοίνυν τούτου περὶ τῆς ἑορτῆς τοῦ Πάσχα παῤ αὐτῶν τότε βεβαιωθέντος, ὁ Σαββάτιος τοῖς ὅρκοις δεθεὶς, εἴποτε διαπεφωνημένη ἐγένετο ἡ τοῦ Πάσχα ἑορτὴ, αὐτὸς καθ̓ ἑαυτὸν προλαμβάνων ἐνήστευε, καὶ νυκτερεύων τὴν νενομισμένην τοῦ σαββάτου ἡμέραν ἐπετέλει τοῦ Πάσχα: καὶ πάλιν τῇ ἑξῆς ἅμα πᾶσι κατὰ τὴν ἐκκλησίαν συνήγετο, καὶ τῶν μυστηρίων μετελάμβανεν: ἐποίει τε τοῦτο ἐπὶ ἔτη πολλά: καὶ διὰ τοῦτο λανθάνειν τοὺς πολλοὺς οὐκ ἠδύνατο. Διὸ καί τινες
237
τῶν ἁπλουστέρων, καὶ μάλιστα οἱ ἐκ τῆς Φρυγίας καὶ Γαλατίας ὁρμώμενοι; νομίζοντες ἑαυτοὺς ἐκ τούτου δικαιωθήσεσθαι, ἐζήλουν τε αὐτὸν, καὶ τὸ Πάσχα τὸν ἐκείνου τρόπον ἐπετέλουν λαθραίως. Ἀλλὰ Σαββάτιος ὑστέροις χρόνοις καὶ παρασυνῆξε καθ̓ ἑαυτὸν, μικρὰ τοῦ ὅρκου φροντίσας, καὶ τῶν ἀκολουθησάντων αὐτῷ καθέστη ἐπίσκοπος, ὡς προϊόντες δηλώσομεν. [*](Cp. vii. 12.)

Περὶ τῶν δοξάντων τῷ συγγραφεῖ διαφωνιῶν κατά τινας τόπους περὶ τοῦ Πάσχα καὶ βαπτισμάτων καὶ νηστειῶν καὶ γάμων καὶ συνάξεων καὶ λοιπῶν ἐκκλησιαστικῶν παρατηρήσεων.

Ὃ δὲ ἡμῖν ὑποπίπτει περὶ τοῦ Πάσχα, οὐκ ἄκαιρον, ὡς ἡγοῦμαι, διὰ βραχέων εἰπεῖν: οὔ μοι δοκοῦσιν οὔτε οἱ πάλαι περὶ τῆς ἑορτῆς ταύτης εὐλόγως πεφιλονεικηκέναι, οὔτε οἱ νῦν Ἰουδαίοις ἐσπουδακότες ἀκολουθεῖν. Οὐ γὰρ εἰς νοῦν ἐβάλοντο, ὅτι τοῦ Ἰουδαϊσμοῦ μετατιθεμένου εἰς Χριστιανισμὸν, τὰ ἀκριβῆ καὶ τυπικὰ τοῦ Μωσαϊκοῦ νόμου ἐπαύσατο: καὶ τοῦτο αὐτόθεν τὴν οἰκείαν ἔχει ἀπόδειξιν. Ἰουδαΐζειν γὰρ Χριστιανοῖς οὐδὲ εἷς τοῦ Χριστοῦ νόμος ἐπέτρεψεν: ἐκ τοῦ ἐναντίου δὲ ὁ ἀπόστολος καὶ ἐκώλυσεν, οὐ μόνον τὴν περιτομὴν ἐκβάλλων, ἀλλὰ καὶ περὶ ἑορτῶν μὴ διακρίνεσθαι παραινῶν. Διὸ Γαλάταις γράφων φησί: Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; [*](Gal. iv. 21.) Καὶ βραχέα περὶ τούτου διαλεχθεὶς, δοῦλον μὲν δείκνυσι τὸν τῶν Ἰουδαίων λαὸν, ἐπ̓ ἐλευθερίᾳ δὲ κεκλῆσθαι τοὺς προσεληλυθότας [*](Gal. v. 13.) Χριστῷ: παρῄνει δὲ καὶ μηδαμῶς παρατηρεῖσθαι ἡμέρας καὶ μῆνας [*](Gal. iv. 10.) καὶ ἐνιαυτούς. Ἀλλὰ καὶ ἐν τῇ πρὸς Κολοσσαεῖς μεγάλῃ φησὶ τῇ [*](Col. ii. 16, 17.) φωνῇ, σκιὰν εἶναι τὰ παραφυλάγματα: διό, φησι: Μηδεὶς ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτου, ἅ τινά ἐστι σκιὰ τοῦ μέλλοντος. Καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ, ὁ αὐτὸς ἐπισφραγιζόμενος τὰ τοιαῦτα [*](Heb. vii. 12.) φησί: Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Οὐδαμοῦ τοίνυν ὁ ἀπόστολος οὐδὲ τὰ εὐαγγέλια ζυγὸν δουλείας [*](Gal. v. 1.) τοῖς τῷ κηρύγματι προσελθοῦσιν ἐπέθηκαν: ἀλλὰ τὴν ἑορτὴν τοῦ

238
Πάσχα καὶ τὰς ἄλλας ἑορτὰς τιμᾷν, τῇ εὐγνωμοσύνῃ τῶν εὐεργετηθέντων κατέλιπον. Ὅθεν ἐπειδὴ φιλοῦσι τὰς ἑορτὰς οἱ ἄνθρωποι διὰ τὸ ἀνίεσθαι τῶν πόνων ἐν αὐταῖς, ἕκαστοι κατὰ χώρας, ὡς ἐβουλήθησαν, τὴν μνήμην τοῦ σωτηριώδους πάθους ἐξ ἔθους τινὸς ἐπετέλεσαν. Οὐ γὰρ νόμῳ τοῦτο παραφυλάττειν ὁ Σωτὴρ ἢ οἱ ἀπόστολοι ἡμῖν παρήγγειλαν: οὐδὲ καταδίκην ἢ τιμωρίαν ἢ κατάραν, ὡς ὁ Μωϋσέως νόμος τοῖς Ἰουδαίοις, καὶ ἡμῖν τὰ εὐαγγέλια ἢ οἱ ἀπόστολοι διηπείλησαν. Ἱστορικῶς δὲ μόνον πρὸς διαβολὴν Ἰουδαίων, ὅτι ἐμιαιφόνουν κατὰ τὰς ἑορτὰς, ἐν τοῖς εὐαγγελίοις καὶ καιρῷ τῶν ἀζύμων πεπονθέναι ὁ Σωτὴρ ἀναγέγραπται. Σκοπὸς μὲν οὖν γέγονε τοῖς ἀποστόλοις οὐ περὶ ἡμερῶν ἑορταστικῶν νομοθετεῖν, ἀλλὰ βίον ὀρθὸν καὶ τὴν θεοσέβειαν εἰσηγήσασθαι. Ἐμοὶ δὲ φαίνεται, ὅτι ὥσπερ ἄλλα πολλὰ κατὰ χώρας συνήθειαν ἔλαβεν, οὕτω καὶ ἡ τοῦ Πάσχα ἑορτὴ παῤ ἑκάστοις ἐκ συνηθείας τινὸς ἰδιάζουσαν ἔσχε τὴν παρατήρησιν, διὰ τὸ μηδένα τῶν ἀποστόλων, ὡς ἔφην, μηδενὶ νενομοθετηκέναι περὶ αὐτῆς. Ὅτι δὲ ἐξ ἔθους μᾶλλον ἢ ἀπὸ νόμου παῤ ἑκάστοις ἐξ ἀρχαίου τὴν παρατήρησιν ἔλαβεν, αὐτὰ τὰ πράγματα δεικνύει. Πλεῖστοι γὰρ περὶ τὴν μικρὰν Ἀσίαν ἐξ ἀρχαίου τὴν τεσσαρεσκαιδεκάτην ἐτήρησαν, τὴν τοῦ σαββάτου ὑπεριδόντες ἡμέραν. Καὶ τοῦτο ποιοῦντες, πρὸς τοὺς ἑτέρως τὴν ἑορτὴν τοῦ Πάσχα ἐπιτελοῦντας οὐδέποτε διεφέροντο: ἕως ὁ τῆς Ῥώμης ἐπίσκοπος Βίκτωρ ἄμετρα θερμανθεὶς, ἀκοινωνησίαν τοῖς ἐν τῇ Ἀσίᾳ τεσσαρεσκαιδεκατίταις ἀπέστειλεν. Ἐφ̓ ᾧ γενομένῳ Εἰρηναῖος ὁ Λουγδούνου τῆς ἐν Γαλλίᾳ ἐπίσκοπος τοῦ Βίκτορος δἰ ἐπιστολῆς γενναίως κατέδραμεν, μεμψάμενος μὲν αὐτοῦ τὴν θερμότητα, διδάξας δὲ, ὡς καὶ οἱ πάλαι διαπεφωνημένως ἐπιτελοῦντες τὴν τοῦ Πάσχα ἑορτὴν τῆς κοινωνίας οὐδαμῶς ἐχωρίζοντο. Καὶ ὅτι Πολύκαρπος ὁ τῆς Σμύρνης ἐπίσκοπος, ὁ ὕστερον ἐπὶ Γορδιανοῦ μαρτυρήσας, Ἀνικήτῳ τῷ ἐπισκόπῳ τῆς Ῥώμης ἐκοινώνει, μηδὲν διακρινόμενος περὶ ἑορτῆς πρὸς αὐτὸν, καίτοι καὶ αὐτὸς ἐξ ἐγχωρίου τῆς ἐν Σμύρνῃ συνηθείας, τῇ τεσσαρεσκαιδεκάτῃ [*](Euseb. v. 24.) τὸ Πάσχα ἐπιτελῶν, ὡς ἐν τῇ πέμπτῃ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας Εὐσέβιος λέγει. Τινὲς μὲν οὖν, ὡς ἔφην, κατὰ τὴν μικρὰν Ἀσίαν τὴν τεσσαρεσκαιδεκάτην παρετήρουν: τινὲς δὲ περὶ τὰ ἀνατολικὰ μέρη, τὸ σάββατον μὲν τῆς ἑορτῆς ἐτήρουν, διεφώνουν δὲ περὶ τὸν μῆνα. Οἱ μὲν γὰρ Ἰουδαίοις, καίτοι τὴν ἀκρίβειαν μὴ
239
σώζουσι, δεῖν ἕπεσθαι περὶ τῆς ἑορτῆς ἔλεγον: οἱ δὲ μετ̓ ἰσημερίαν ἐπετέλουν, τὸ συνεορτάζειν Ἰουδαίοις ἐκτρεπόμενοι: φάσκοντες ἀεὶ τοῦ ἡλίου ἐν Κριῷ ὄντος καθήκειν τὸ Πάσχα ἐπιτελεῖν, τῷ Ξανθικῷ μὲν κατὰ Ἀντιοχέας μηνὶ Ἀπριλλίῳ δὲ κατὰ Ῥωμαίους. Καὶ τοῦτο ποιεῖν πειθομένους, μὴ τοῖς νῦν κατὰ πάντα πεπλανημένοις Ἰουδαίοις, ἀλλὰ τοῖς ἀρχαίοις, καὶ Ἰωσήπῳ, καθὰ ἐκεῖνος ἐν τῇ τρίτῃ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας φησίν. Ἀλλ̓ οὗτοι μὲν οὕτως πρὸς [*](Joseph. Anti#3. iii. 10. 5.) ἑαυτοὺς διεφώνουν: πάντες δὲ οἱ λοιποὶ ἄχρι τῶν ἑσπερίων μερῶν καὶ αὐτοῦ ὠκεανοῦ, μετὰ ἰσημερίαν ἐξ ἀρχαίας τινος παραδόσεως τὸ Πάσχα ποιήσαντες εὑρίσκονται. Οὗτοι γὰρ πάντες τοῦτον ποιοῦντες τὸν τρόπον, οὐδέποτε πρὸς ἑαυτοὺς διεφώνησαν: καὶ οὐχ ὥς τινες ἐπεθρύλησαν, ἡ ἐπὶ Κωνσταντίνου σύνοδος τὴν ἑορτὴν ταύτην παρέτρεψεν. Αὐτὸς γὰρ Κωνσταντῖνος τοῖς διαφωνοῦσι περὶ ταύτης τῆς ἑορτῆς γράφων παρῄνεσεν, ὅπως ἂν αὐτοὶ ὀλίγοι ὄντες μιμῶνται τοὺς πλείονας. Ἀλλὰ τὴν μὲν ὅλην τοῦ βασιλέως [*](Euseb. *wit. Con. iii. 19; supra, i. 9.) ἐπιστολὴν ἐν τῷ τρίτῳ βιβλίῳ Εὐσεβίου τῶν εἰς τὸν βίον Κωνσταντίνου εὑρήσεις. Τὸ δὲ ἐν αὐτῇ περὶ τῆς ἑορτῆς τοῦ Πάσχα μέρος τοῦτον ἔχει τὸν τρόπον: Ἔστι τε τάξις εὐπρεπὴς, ἣν ἅπασαι αἱ τῶν δυτικῶν καὶ μεσημβρινῶν καὶ ἀρκτῴων μερῶν τῆς οἰκουμένης παραφυλάττουσιν ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων. Οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν πάντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν̓ ὅπερ δ̓ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε, καὶ Ἀφρικὴν, καὶ ἅπασαν Αἴγυπτον, Ἱσπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις: λογιζομένη μὴ μόνον ὡς πλείων ἐστὶ κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Τοιαύτη μὲν ἡ τοῦ βασιλέως ἐπιστολή. Τεσσαρεσκαιδεκατῖται δέ φασιν, ὑπὸ Ἰωάννου τοῦ ἀποστόλου τὴν παρατήρησιν τῆς τεσσαρεσκαιδεκάτης παραδεδόσθαι αὐτοῖς: οἱ δὲ κατὰ τὴν Ῥώμην καὶ τὰ ἑσπέρια μέρη τοὺς ἀποστόλους Παῦλον καὶ Πέτρον τὴν ἐκεῖ παραδεδωκέναι συνήθειαν λέγουσιν. Ἀλλ̓ οὐδεὶς μὲν τούτων ἔγγραφον ἔχει παρασχεῖν τὴν περὶ τούτων ἀπόδειξιν: ὅτι μέντοι ἐκ συνηθείας τινὸς μᾶλλον κατὰ χώρας ἐπιτελεῖται ἡ τοῦ Πάσχα ἑορτὴ,
240
ἐκεῖθεν τεκμαίρομαι. Οὐδεμία τῶν θρησκειῶν τὰ αὐτὰ ἔθη φυλάττει, [*]([*wal. peri\ tou= *qeou=.]) κἂν τὴν αὐτὴν περὶ τούτων δόξαν ἀσπάζηται. Καὶ γὰρ οἱ τῆς αὐτῆς πίστεως ὄντες διαφωνοῦσι περὶ τὰ ἔθη πρὸς ἑαυτούς: διὸ μικρὰ περὶ τῶν κατὰ τὰς ἐκκλησίας ἐθῶν παραθέσθαι οὐκ ἄκαιρον. Αὐτίκα τὰς πρὸ τοῦ Πάσχα νηστείας, ἄλλως παῤ ἄλλοις φυλαττομένας ἐστὶν εὑρεῖν: οἱ μὲν γὰρ ἐν Ῥώμῃ, τρεῖς πρὸ τοῦ Πάσχα ἑβδομάδας, πλὴν σαββάτου καὶ Κυριακῆς, συνημμένας νηστεύουσιν. Οἱ δὲ ἐν Ἰλλυριοῖς καὶ ὅλῃ τῇ Ἑλλάδι, καὶ οἱ ἐν Ἀλεξανδρείᾳ, πρὸ ἑβδομάδων ἓξ τὴν πρὸ τοῦ Πάσχα νηστείαν νηστεύουσι, Τεσσαρακοστὴν αὐτὴν ὀνομάζοντες. Ἄλλοι δὲ παρὰ τούτους, οἱ πρὸ ἑπτὰ τῆς ἑορτῆς ἑβδομάδων τῆς νηστείας ἀρχόμενοι, καὶ τρεῖς μόνας πενθημέρους ἐκ διαλειμμάτων νηστεύοντες, οὐδὲν ἧττον καὶ αὐτοὶ Τεσσαρακοστὴν τὸν χρόνον τοῦτον καλοῦσι. Καὶ θαυμάσαι μοι ἔπεισι, πῶς οὗτοι περὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν διαφωνοῦντες Τεσσαρακοστὴν αὐτὴν ὀνομάζουσι: καὶ ἄλλος ἄλλον λόγον τῆς ὀνομασίας εὑρεσιλογοῦντες ἀποδιδόασιν. Ἔστι δὲ εὑρεῖν οὐ μόνον περὶ τὸν ἀριθμὸν τῶν νηστείων διαφωνοῦντας, ἀλλὰ καὶ τὴν ἀποχὴν τῶν ἐδεσμάτων οὐχ ὁμοίαν ποιουμένους: οἱ μὲν γὰρ πάντῃ ἐμψύχων ἀπέχονται, οἱ δὲ τῶν ἐμψύχων ἰχθῦς μόνους μεταλαμβάνουσι. Τινὲς δὲ σὺν τοῖς ἰχθύσι καὶ τῶν πτηνῶν ἀπογεύονται, ἐξ ὕδατος καὶ αὐτὰ κατὰ τὸν Μωϋσέα γεγενῆσθαι λέγοντες. Οἱ δὲ καὶ ἀκροδρύων καὶ ὠῶν ἀπέχονται: τινὲς δὲ καὶ ξηροῦ ἄρτου μόνου μεταλαμβάνουσιν: ἄλλοι δὲ οὐδὲ τούτου. Ἕτεροι δὲ ἄχρις ἐννάτης ὥρας νηστεύοντες [*]([*wal. a)dia/foron.]) διάφορον ἔχουσι τὴν ἑστίασιν: ἄλλως τε παῤ ἄλλοις φύλοις καὶ μυρίαι αἰτίαι οὖσαι τυγχάνουσι. Καὶ ἐπειδὴ οὐδεὶς περὶ τούτου ἔγγραφον ἔχει δεῖξαι παράγγελμα, δῆλον ὡς καὶ περὶ τούτου τῇ ἑκάστου γνώμῃ καὶ προαιρέσει ἐπέτρεψαν οἱ ἀπόστολοι, ἵνα ἕκαστος μὴ φόβῳ, μηδὲ ἐξ ἀνάγκης τὸ ἀγαθὸν κατεργάζοιτο. Τοιαύτη μὲν καὶ περὶ νηστειῶν διαφωνία κατὰ τὰς ἐκκλησίας ἐστί: περὶ δὲ συνάξεων ἕτερα τοιαῦτα. Τῶν γὰρ πανταχοῦ τῆς οἰκουμένης ἐκκλησιῶν ἐν ἡμέρᾳ σαββάτων κατὰ πᾶσαν ἑβδομάδος περίοδον ἐπιτελουσῶν τὰ μυστήρια, οἱ ἐν Ἀλεξανδρείᾳ καὶ οἱ ἐν Ῥώμῃ ἔκ τινος ἀρχαίας παραδόσεως τοῦτο ποιεῖν παρῃτήσαντο. Αἰγύπτιοι δὲ γείτονες ὄντες Ἀλεξανδρέων, καὶ οἱ τὴν Θηβαΐδα οἰκοῦντες, ἐν σαββάτῳ μὲν ποιοῦνται συνάξεις: οὐχ ὡς ἔθος δὲ
241
Χριστιανοῖς τῶν μυστηρίων μεταλαμβάνουσι. Μετὰ γὰρ τὸ εὐωχηθῆναι καὶ παντοίων ἐδεσμάτων ἐμφορηθῆναι, περὶ ἑσπέραν προσφέροντες, τῶν μυστηρίων μεταλαμβάνουσιν. Αὖθις δὲ ἐν Ἀλεξανδρείᾳ τῇ τετράδι καὶ τῇ λεγομένῃ παρασκευῇ γραφαί τε ἀναγινώσκονται, καὶ οἱ διδάσκαλοι ταύτας ἑρμηνεύουσι, πάντα τε τὰ συνάξεως γίνεται, δίχα τῆς τῶν μυστηρίων τελετῆς. Καὶ τοῦτο ἐστὶν ἐν Ἀλεξανδρείᾳ ἔθος ἀρχαῖον: καὶ γὰρ Ὠριγένης τὰ πολλὰ ἐν ταύταις ταῖς ἡμέραις φαίνεται ἐπὶ τῆς ἐκκλησίας διδάξας. Ὅς τις σοφὸς ὢν διδάσκαλος, καὶ κατιδὼν ὅτι τὸ ἀδύνατον τοῦ νόμου [*](Cp. Rom. viii. 3.) Μωϋσέως ἀσθενεῖ πρὸς τὸ γράμμα ἀποδοθῆναι, τὸν περὶ τοῦ Πάσχα λόγον εἰς θεωρίαν ἀνήγαγεν: ἓν πάσχα μόνον ἀληθινὸν γεγενῆσθαι λέγων, ὅπερ ὁ Σωτὴρ ἐπετέλεσεν, ἐνεργήσας κατὰ τῶν ἀντικειμένων δυνάμεων, διὰ τοῦ προσομιλῆσαι τῷ σταυρῷ, τροπαίῳ τούτῳ κατὰ τοῦ διαβόλου χρησάμενος. Ἐν τῇ αὐτῇ δὲ Ἀλεξανδρείᾳ ἀναγνῶσται καὶ ὑποβολεῖς ἀδιάφορον εἴτε κατηχούμενοι εἰσὶν εἴτε πιστοὶ, τῶν πανταχοῦ ἐκκλησιῶν πιστοὺς εἰς τὸ τάγμα τοῦτο προβαλλομένων. Ἔγνων δὲ ἐγὼ καὶ ἕτερον ἔθος ἐν Θεσσαλίᾳ: γενόμενος κληρικὸς ἐκεῖ, ἣν νόμῳ γαμήσας πρὶν κληρικὸς γένηται, μετὰ τὸ κληρικὸς γενέσθαι συγκαθευδήσας αὐτῇ ἀποκήρυκτος γίνεται: τῶν ἐν ἀνατολῇ πάντων γνώμῃ ἀπεχομένων, καὶ τῶν ἐπισκόπων εἰ καὶ βούλοιντο, οὐ μὴν ἀνάγκῃ νόμου τοῦτο ποιούντων: πολλοὶ γὰρ αὐτῶν ἐν τῷ καιρῷ τῆς ἐπισκοπῆς καὶ παῖδας ἐκ τῆς νομίμης γαμετῆς πεποιήκασιν. Ἀλλὰ τοῦ μὲν ἐν Θεσσαλίᾳ ἔθους ἀρχηγὸς Ἡλιόδωρος, Τρίκκης τῆς ἐκεῖ γενόμενος, οὗ λέγεται πονήματα ἐρωτικὰ βιβλία, ἃ νέος ὢν συνέταξε, καὶ Αἰθιοπικὰ προσηγόρευσε: φυλάσσεται δὲ τοῦτο τὸ ἔθος ἐν Θεσσαλονίκῃ καὶ αὐτῇ Μακεδονίᾳ καὶ Ἑλλάδι. Καὶ ἄλλο δὲ ἔθος ἐν Θεσσαλίᾳ οἶδα γινόμενον: ἐν ταῖς ἡμέραις τοῦ Πάσχα μόνον βαπτίζουσι: διὸ σφόδρα πλὴν ὀλίγων οἱ λοιποὶ μὴ βαπτισθέντες ἀποθνήσκουσιν. Ἐν Ἀντιοχείᾳ δὲ τῆς Συρίας ἡ ἐκκλησία ἀντίστροφον ἔχει τὴν θέσιν: οὐ γὰρ πρὸς ἀνατολὰς τὸ θυσιαστήριον, ἀλλὰ πρὸς δύσιν ὁρᾷ. Ἐν Ἑλλάδι δὲ καὶ Ἱεροσολύμοις καὶ Θεσσαλίᾳ τὰς ἐν ταῖς λυχναψίαις εὐχὰς παραπλησίως τοῖς ἐν Κωνσταντινουπόλει Ναυατιανοῖς ποιοῦνται. Ὁμοίως δὲ καὶ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ ἐν Κύπρῳ, ἐν ἡμέρᾳ σαββάτου καὶ Κυριακῆς ἀεὶ περὶ ἑσπέραν μετὰ τῆς λυχναψίας οἱ πρεσβύτεροι καὶ
242
ἐπίσκοποι τὰς γραφὰς ἑρμηνεύουσιν. Οἱ ἐν Ἑλλησπόντῳ Ναυατιανοὶ οὐχ ὁμοίως κατὰ πάντα τοῖς ἐν Κωνσταντινουπόλει ποιοῦνται τὰς εὐχὰς, παραπλησίως δὲ παρὰ πολλὰ τῇ κρατούσῃ ἐκκλησίᾳ. Καθόλου μέντοι πανταχοῦ καὶ παρὰ πάσαις θρησκείαις, τῶν εὐχῶν οὐκ ἔστιν εὑρεῖν συμφωνούσας ἀλλήλαις δύο ἐπὶ τὸ αὐτό. Πρεσβύτερος ἐν Ἀλεξανδρείᾳ οὐ προσομιλεῖ: καὶ τοῦτο ἀρχὴν ἔλαβεν, ἀφ̓ οὗ Ἄρειος τὴν ἐκκλησίαν ἐτάραξεν. Ἐν Ῥώμῃ πᾶν σάββατον νηστεύουσιν. Ἐν Καισαρείᾳ τῆς Καππαδοκίας τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἐξωθοῦσι τῆς κοινωνίας, ὡς οἱ Ναυατιανοί: τὸ αὐτὸ δὲ καὶ Μακεδονιανοὶ ἐν Ἑλλησπόντῳ ποιοῦσι, καὶ οἱ ἐν Ἀσίᾳ Τεσσαρεσκαιδεκατῖται. Οἱ Ναυατιανοὶ οἱ περὶ Φρυγίαν διγάμους οὐ δέχονται: οἱ δὲ ἐν τῇ Κωνσταντινουπόλει οὔτε φανερῶς δέχονται οὔτε φανερῶς ἐκβάλλουσι: ἐν δὲ τοῖς ἑσπερίοις μέρεσι φανερῶς δέχονται. Αἴτιοι γὰρ, ὡς ἡγοῦμαι, τῆς τοιαύτης διαφωνίας οἱ κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστῶτες: οἱ δὲ ταῦτα παραλαβόντες ὡς νόμον τοῖς ἐπιγινομένοις παρέπεμψαν. Πάντα δὲ τὰ ἐν ταῖς ἐκκλησίαις ἔθη κατὰ πόλεις καὶ χώρας γενόμενα ἐγγράφειν ἐργῶδες, μᾶλλον δὲ ἀδύνατον. Ἱκανὰ μέντοι καὶ τὰ παρατεθέντα πρὸς ἀπόδειξιν τοῦ τὴν ἑορτὴν τοῦ Πάσχα ἐκ συνηθείας τινὸς κατὰ χώρας διάφορον ἐσχηκέναι τιμήν. Διὸ περιττολογοῦσιν οἱ τὴν ἐν Νικαίᾳ συνόδον παρατρέψαι τὸ Πάσχα ἐπιθρυλήσαντες: οἱ γὰρ ἐκεῖσε συνελθόντες τοὺς λαοὺς εἰς συμφωνίαν ἄγειν ἐσπούδασαν πρὸς τοὺς πολλῷ πλείονας διαφωνοῦντας τὸ πρότερον. Ὅτι δὲ εὐθὺς ἐπὶ τῶν ἀποστολικῶν χρόνων πολλαὶ διαφωνίαι διὰ τὰ τοιαῦτα ἐγίνοντο, οὐδὲ αὐτοὺς τοὺς ἀποστόλους διέλαθεν, ὡς μαρτυρεῖ ἡ βίβλος τῶν Πράξεων. Ἐπεὶ γὰρ ἔγνωσαν οἱ ἀπόστολοι ταραχὴν ἐκ τῆς διαφωνίας τῶν ἐθνῶν κινουμένην τοῖς πιστεύουσι, πάντες ἅμα γενόμενοι θεῖον νόμον ἐθέσπισαν, ἐν τύπῳ ἐπιστολῆς καταγράψαντες. Δἰ οὗ τῆς βαρυτάτης μὲν περὶ τῶν τοιούτων δουλείας τε καὶ ἐρεσχελίας τοὺς πιστεύοντας ἠλευθέρωσαν: ὑποτύπωσιν δὲ ἀσφαλῆ τῆς ὀρθῆς πολιτείας, καὶ πρὸς τὴν ἀληθῆ θεοσέβειαν ἄγουσαν ἐδίδαξαν, μόνα ὅσα ἀναγκαίως δεῖ φυλάττειν μηνύσαντες. Ἀλλ̓ ἡ μὲν ἐπιστολὴ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγέγραπται: οὐδὲν δὲ κωλύει καὶ ἐνταῦθα προσκεῖσθαι. [*](Acts xv. 23.) Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν. Ἐπειδὴ
243
ἠκούσαμεν ὅτι τινες ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα: ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ τε καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὴν ψυχὴν αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας ταῦτα. Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τῶν ἐπάναγκες τούτων: ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας: ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ἔρρωσθε. Ταῦτα μὲν ἔδοξε τῷ Θεῷ: τοῦτο γάρ φησιν ἡ ἐπιστολὴ, ὅτι ἔδοξε τῷ Ἁγίῳ Πνεύματι, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες ὀφειλόντων φυλάττεσθαι. Τινὲς δὲ τούτων ἀμελήσαντες ἀδιάφορον μὲν πᾶσαν πορνείαν ἡγοῦνται, περὶ δὲ ἡμερῶν ἑορτῆς ὡς περὶ ψυχῆς ἀγωνίζονται: ἀντιστρέψαντες μὲν τὰ τοῦ Θεοῦ παραγγέλματα, καὶ νομοθετοῦντες ἑαυτοῖς, παῤ οὐδὲν δὲ τὴν τῶν ἀποστόλων νομοθεσίαν τιθέμενοι: λανθάνοντες ἑαυτοὺς, ὅτι ἐναντία οἷς τῷ Θεῷ ἔδοξε πράττουσι. Δυνατὸν μὲν οὖν τὸν περὶ τοῦ Πάσχα λόγον ἔτι πλέον ἐκτεῖναι, καὶ δεῖξαι ὡς οὐδὲ Ἰουδαῖοι τῶν περὶ τοῦ Πάσχα χρόνων τὴν ἀκρίβειαν ἢ τύπον φυλάττουσιν: ὅπως τε Σαμαρεῖς, ἀπόσχισμα ὄντες Ἰουδαίων, ἀεὶ μετ̓ ἰσημερίαν τὴν ἑορτὴν ταύτην ἐπιτελοῦσιν. Ἀλλὰ ἡ τοιαύτη ὑπόθεσις ἰδιαζούσης χρῄζει καὶ μακροτέρας ἐκθέσεως: ἐκεῖνο δὲ μόνον φημὶ, ὅτι οἱ φιλοῦντες Ἰουδαίοις ἀκολουθεῖν, καὶ περὶ τοὺς τύπους ἀκριβολογούμενοι, οὐδενὶ τρόπῳ τούτων ἐκπίπτειν ὀφείλουσιν. Εἰ γὰρ ὅλως ἀκριβολογεῖσθαι προῄρηνται, οὐκ ὀφείλουσιν ἡμέρας μόνον καὶ μῆνας παρατηρεῖν, ἀλλὰ καὶ τὰ ἄλλα ὅσα ὁ Χριστὸς ὑπὸ νόμον γενόμενος Ἰουδαϊκῶς ἔπραττεν, ἢ ὑπέμεινεν [*](Gal. iv. 4.) ὑπὸ Ἰουδαίων ἀδικούμενος, ἢ εὐεργετῶν τοὺς πάντας τυπικῶς κατειργάζετο. Ἐν πλοίῳ εἰσελθὼν ἐδίδασκεν: εἰς ἀνώγεον οἴκημα τὸ Πάσχα εὐτρεπισθῆναι ἐκέλευσεν: ὄνον δεδεμένην λυθῆναι προσέταττεν: τὸν βαστάζοντα κεράμιον ὕδατος, σημεῖον ἐδίδου τοῖς εἰς τὸ Πάσχα σπουδάζουσι: καὶ ἄλλα ὅσα μυρία ἐν Εὐαγγελίοις γέγραπται. Καὶ τούτων οὐδὲν σωματικῶς παραφυλάττειν σπουδάζουσιν οἱ διὰ ἑορτὴν δικαιωθῆναι νομίζοντες. Οὐ γάρ τις τῶν διδασκάλων ἐκ πλοίου ποτὲ τὴν διδασκαλίαν πεποίηται: οὐκ εἰς
244
ἀνώγεόν τις οἴκημα ἐκ παντὸς τελέσαι τὸ Πάσχα ἐσπούδασεν: οὐκ ὄνον δεδεμένην δήσαντες αὖθις ἐπέλυσαν: οὐ κεράμιον ὕδατος βαστάσαι τινὶ ἐπέτρεψαν, ἵνα τὰ σύμβολα πληρωθῇ: ταῦτα γὰρ καὶ τὰ τοιαῦτα Ἰουδαϊκὰ μᾶλλον ἡγήσαντο. Ἰουδαῖοι γὰρ τὰ συμβαίνοντα ἐν τοῖς σώμασι μᾶλλον ἢ ταῖς ψυχαῖς σώζειν σπουδάζουσι: διὸ καὶ ἔνοχοι τῇ κατάρᾳ γίνονται, ὅτι τὸν νόμον Μωϋσέως ἐν τύποις οὐ μὴν πρὸς ἀλήθειαν ἐκλαμβάνουσιν. Οἱ δὲ φίλοι τοῖς Ἰουδαίοις ταῦτα μὲν εἰς θεωρίαν ἄγουσι: περὶ δὲ ἡμερῶν καὶ μηνῶν ἄσπονδον αἱροῦνται πόλεμον, τὴν περὶ τούτων θεωρίαν πατήσαντες: ὡς ἐξ ἀνάγκης καὶ αὐτοὺς κατὰ τοῦτο τὸ μέρος ὅμοια Ἰουδαίοις καταδικάζεσθαι, τὴν ἐκ τῆς κατάρας ψῆφον αὐτοῖς ἐπιφέροντας. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι: ἐπαναδράμωμεν δὲ εἰς τὸ προκείμενον, οὗ μικρὸν ἔμπροσθεν πεποιήμεθα μνήμην: ὡς ἡ ἐκκλησία διαιρεθεῖσα οὐκ ἐνέμεινε τῇ γενομένῃ πρώτῃ διαιρέσει: καὶ ὡς οἱ διαιρεθέντες καθ̓ ἑαυτῶν πάλιν ἐχώρουν, μικρᾶς τε καὶ εὐτελοῦς προφάσεως λαμβανόμενοι ἀλλήλων διεχωρίζοντο. Ναυατιανοὶ μὲν οὖν, ὡς ἔφην, διὰ τὴν τοῦ Πάσχα ἑορτὴν διῃρέθησαν: καὶ περὶ τούτου οὐ μίαν μόνην διαίρεσιν ἔχουσιν: ἄλλοι γὰρ ἄλλως κατὰ ἐπαρχίας, οὐ μόνον περὶ μηνὸς, ἀλλ̓ ἤδη καὶ περὶ περὶ ἑβδομάδος ἡμερῶν, καὶ περὶ ἑτέρων εὐτελῶν διαφερόμενοι, πῆ μὲν διακρίνονται, πῆ δὲ καὶ ἐπιμίγνυνται.

Περὶ τῶν ἐν Κωνσταντινουπόλει Ἀρειανῶν, τῶν καὶ Ψαθυριανῶν μετονομασθέντων.

Γίγνονται δὲ καὶ ἐν Ἀρειανοῖς διαιρέσεις δἰ αἰτίαν τοιαύτην: αἱ καθ̓ ἑκάστην παῤ αὐτοῖς ἐριστικαὶ ζητήσεις εἰς ἄτοπά τινα τοὺς λόγους αὐτῶν προήγαγον. Ἐπεὶ γὰρ ἐν τῇ ἐκκλησίᾳ πεπίστευται ὁ Θεὸς Πατὴρ εἶναι Υἱοῦ τοῦ Λόγου, ζήτημα ἐνέπεσεν εἰς αὐτοὺς, εἰ δύναται καὶ πρὸ τοῦ ὑποστῆναι τὸν Υἱὸν ὁ Θεὸς καλεῖσθαι Πατήρ; Ἐπεὶ γὰρ τὸν τοῦ Θεοῦ Λόγον οὐκ ἐκ Πατρὸς γεννᾶσθαι, ἀλλ̓ ἐξ οὐκ ὄντων ὑποστῆναι ἐδόξαζον, περὶ τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον σφαλέντες εἰκότως περὶ ψιλοῦ ὀνόματος εἰς ἄτοπον φιλονεικίαν ἐξέπεσον. Δωρόθεος μὲν οὖν, ἐκ τῆς Ἀντιοχείας ὑπ̓ αὐτῶν μετασταλεὶς, ἔλεγε μὴ δύνασθαι Πατέρα εἶναι ἢ καλεῖσθαι, μὴ ὑφεστῶτος Υἱοῦ. Μαρῖνος δὲ, ὃν ἐκ

245
Θρᾴκης πρὸ Δωροθέου κεκλήκεισαν, εὐκαίρου δραξάμενος ἀφορμῆς, —ἐλυπεῖτο γὰρ ὅτι αὐτοῦ Δωρόθεος προεκέκριτο,—τοῦ ἐναντίου λόγου προΐστατο. Διὰ τοῦτο γίνεται εἰς αὐτοὺς διαίρεσις: καὶ χωρισθέντες διὰ τὸ προλεχθὲν λεξείδιον, κατ̓ ἰδίαν ἑκάτερος τὰς συναγωγὰς ἐποιοῦντο: τῶν ὑπὸ Δωρόθεον ταττομένων κατὰ τοὺς οἰκείους τόπους μεινάντων: οἱ δὲ ἀκολουθήσαντες Μαρίνῳ ἰδίους κατασκευάσαντες εὐκτηρίους οἴκους τὰς συναγωγὰς ἐποιοῦντο, λέγοντες τὸν Πατέρα ἀεὶ εἶναι Πατέρα, καὶ μὴ ὑφεστῶτος τοῦ Υἱοῦ. Ἐκαλοῦντο δὲ οὗτοι Ψαθυριανοὶ, ὅτι Θεόκτιστός τις ψαθυροπώλης, Σύρος τὸ γένος, διαπύρως τῷ λόγῳ τῷδε συνίστατο. Ἐπηκολούθησε δὲ αὐτοῖς καὶ Σεληνᾶς ὁ τῶν Γότθων ἐπίσκοπος, ἀνὴρ ἐπίμικτον ἔχων τὸ γένος: Γότθος μὲν ἦν ἐκ πατρὸς, Φρὺξ δὲ κατὰ μητέρα: καὶ διὰ τοῦτο ἀμφοτέραις ταῖς διαλέκτοις ἑτοίμως κατὰ τὴν ἐκκλησίαν ἐδίδασκε. Καὶ οὗτοι δὲ μικρὸν ὕστερον διῃρέθησαν, Μαρίνου πρὸς Ἀγάπιον διενεχθέντος, ὃν αὐτὸς εἰς ἐπισκοπὴν τῆς Ἐφέσου προεβέβλητο. Οὗτοι δὲ οὐ περὶ θρησκείας, ἀλλὰ περὶ προεδρίας μικροψυχήσαντες ἐπολέμουν ἀλλήλοις, τῶν Γότθων προσθεμένων τῷ Ἀγαπίῳ. Διὸ πολλοὶ τῶν ὑπ̓ αὐτοῖς κληρικῶν, μισήσαντες τὴν ἐκ κενοδοξίας τεχθεῖσαν μάχην αὐτοῖς, ἀποστάντες αὐτῶν τῇ ὁμοουσίῳ πίστει προσέθεντο. Ἀρειανοὶ μὲν δὴ ἐπὶ τριακονταπέντε ἔτη χωρισθέντες ἀλλήλων, ὕστερον ἐπὶ τῆς βασιλείας τοῦ νέου Θεοδοσίου, κατὰ τὴν ὑπατείαν τοῦ στρατηλάτου Πλῖνθα, τῆς Ψαθυριανῶν ὄντος αἱρέσεως, πεισθέντες τῆς φιλονεικίας [*](A.D. 419.) ἐπαύσαντο, καὶ ἡνώθησαν, ὥσπερ νόμον ὁρίσαντες, μηδέποτε μνημονεῦσαι τοῦ κεφαλαίου δἰ ὃ ἐχωρίζοντο. Τοῦτο δὲ ἐν μόνῃ τῇ Κωνσταντινουπόλει ποιῆσαι δεδύνηνται: οἱ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν, εἴπου καὶ τυγχάνουσιν ὄντες, ἐπιμένουσι χωριζόμενοι. Τοιαῦτα μὲν καὶ περὶ τῆς ἐν Ἀρειανοῖς διαιρέσεως.

Ὡς καὶ Εὐνομιανοὶ πρὸς ἑαυτοὺς ἐστασίασαν, διαφόρους προσωνυμίας ἐκ τῶν προεστώτων κτησάμενοι.

Ἀλλὰ μὴν, οὐδὲ οἱ ἀπὸ Εὐνομίου ἀδιαίρετοι μεμενήκασιν: αὐτὸς μὲν γὰρ Εὐνόμιος ἤδη πρότερον Εὐδοξίου τοῦ χειροτονήσαντος αὐτὸν ἐπίσκοπον Κυζίκου κεχώριστο, πρόφασιν λαβὼν, ὅτι Ἀέτιὁ??ʼ

246
τὸν αὐτοῦ διδάσκαλον ἐκβληθέντα οὐ προσεδέχετο: οἱ δὲ ἀπ̓ αὐτοῦ εἰς διάφορα διῃρέθησαν. Πρῶτον μὲν γὰρ Θεοφρόνιός τις Καππαδόκης, [*](Cp. iv. 7.) ὑπὸ Εὐνομίῳ τὰ ἐριστικὰ παιδευθεὶς, καὶ παχυμερῶς τὰς Ἀριστοτέλους Κατηγορίας καὶ τὸ περὶ ἑρμηνείας νοήσας, συντάξας βιβλία περὶ τῆς γυμνασίας τοῦ νοῦ ἐπέγραψε. Προσοχθίσας δὲ τοῖς ἑαυτοῦ ὁμοθρήσκοις, ὡς ἀποστατήσας αὐτῶν ἐκβέβληται: καὶ παρασυνάξας αὐτοῖς, ἀφ̓ ἑαυτοῦ ἐπώνυμον αἵρεσιν καταλέλοιπε. Καὶ ἐν τῇ Κωνσταντινουπόλει δὲ Εὐτύχιός τις ἐκ ψυχροῦ ζητήματος ἐχωρίσθη τῶν Εὐνομιανῶν, καὶ νῦν τὰς συνάξεις κατ̓ ἰδίαν ποιεῖται. Ὀνομάζονται οὖν οἱ μὲν Θεοφρονίῳ ἀκολουθήσαντες Εὐνομιοθεοφρονιανοί: οἱ δὲ Εὐτυχίῳ Εὐνομιοευτυχιανοί. Ὁποῖα δὲ ψυχρὰ ῥημάτιά ἐστι περὶ ὧν διαφέρονται, παραδοῦναι τῇ ἱστορίᾳ οὐκ ἄξιον εἶναι κέκρικα, ἵνα μὴ εἰς ἕτερα ἀποκλίνω τὸν λόγον: πλὴν ὅτι τὸ βάπτισμα παρεχάραξαν: οὐ γὰρ εἰς τὴν Τριάδα, ἀλλ̓ εἰς τὸν τοῦ Χριστοῦ βαπτίζουσι θάνατον. Γέγονε δὲ ἐπὶ χρόνον τινὰ καὶ ἐν Μακεδονιανοῖς διχόνοια, Εὐτροπίου μὲν πρεσβυτέρου ἰδίᾳ συνάγοντος, Καρτερίου δὲ μὴ συναινοῦντος αὐτῷ. Ἴσως δ̓ ἂν καὶ ἄλλαι τινες εἶεν θρησκεῖαι ἐκ τούτων γινόμεναι ἐν ταῖς ἄλλαις τῶν πόλεων. Ἐγὼ δὲ ἐν τῇ Κωνσταντινουπόλει τὰς διατριβὰς ποιούμενος, ἐν ᾗ ἐτέχθην τε καὶ ἀνετράφην, τὰ ἐν αὐτῇ γενόμενα πλατύτερον διηγοῦμαι: ὅτι τινα τούτων καὶ αὐτοψίᾳ ἱστόρησα, καὶ ὅτι λαμπρότερα τὰ ἐν αὐτῇ γενόμενα, καὶ ἄξια μνήμης καθέστηκε: ταῦτα μὲν οὖν οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἀλλὰ κατὰ διαφόρους συνέβη γενέσθαι καιρούς. Εἰ δέ σοι φίλον ὀνόματα διαφόρων μανθάνειν αἱρέσεων, τῷ ἐπιγραφομένῳ Ἀγκυρωτῷ [*](Epiphan. Ancorat. 13.) βιβλίῳ, ὃ συνέταξεν ὁ Κυπρίων ἐπίσκοπος Ἐπιφάνιος, ἐντυγχάνων διδάσκου. Περὶ μὲν δὴ τούτων ἀποχρώντως εἰρήσθω: τὰ δὲ δημόσια πράγματα πάλιν ἐταράττετο ἐξ αἰτίας τοιαύτης.

Περὶ τῆς τυραννίδος Εὐγενίου, καὶ τῆς Οὐαλεντινιανοῦ τοῦ μικροῦ ἀναιρέσεως, καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως κατὰ τοῦ τυράννου νίκης.

Κατὰ τὰ ἑσπέρια μέρη γραμματικός τις ὀνόματι Εὐγένιος, Ῥωμαϊκοὺς παιδεύων λόγους, ἀφεὶς τὰ παιδευτήρια ἐν τοῖς βασιλείοις ἐστρατεύετο, καὶ ἀντιγραφεὺς τοῦ βασιλέως καθίσταται Διὰ δὲ

247
τὸ εἶναι ἐλλόγιμος πλέον τῶν ἄλλων τιμώμενος, τὴν τύχην μετρίως οὐκ ἔνεγκεν. Ἀλλὰ συνεργὸν λαβὼν Ἀρβογάστην, ὃς ἐκ τῆς [*]([Qu. h)/negken.) μικρᾶς Γαλατίας ὁρμώμενος στρατιωτικοῦ μὲν τάγματος ἡγεμὼν ἐτύγχανεν ὢν, τὸν δὲ τρόπον χαλεπὸς καὶ μιαιφονώτατος, εἰς τυραννίδα ἀπέκλινε. Βουλεύουσιν οὖν ἄμφω φόνον κατὰ τοῦ βασιλέως Οὐαλεντινιανοῦ, τοὺς ἐπικοιτωνίτας εὐνούχους ὑπεισελθόντες. Οἳ δὲ ὑποσχέσεις μειζόνων ἢ εἶχον ἀξιωμάτων δεξάμενοι καθεύδοντα τὸν βασιλέα ἀπέπνιξαν. Εὐθὺς οὖν ὁ Εὐγένιος ἐγκρατὴς τῶν ἐν τοῖς ἑσπερίοις μέρεσι πραγμάτων γενόμενος, ἔπραττεν ὅσα εἰκὸς ἦν ὑπὸ τυράννου γίνεσθαι. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Θεοδόσιος αὖθις ἐν φροντίσι μεγίσταις καθίστατο, δευτέρων ἀγώνων τῶν μετὰ Μάξιμον προκειμένης ὁδοῦ. Συγκροτήσας οὖν τὰς στρατιωτικὰς δυνάμεις, καὶ τὸν υἱὸν Ὁνώριον ἀναγορεύσας βασιλέα, ἐν τῇ ἑαυτοῦ τρίτῃ ὑπατείᾳ καὶ Ἀβουνδαντίου, τῇ δεκάτῃ τοῦ [*](A.D. 393.) Ἰαννουαρίου μηνὸς, αὖθις ἐπὶ τὰ ἑσπέρια μέρη μετὰ σπουδῆς ἐπορεύετο, καταλιπὼν ἀμφοτέρους υἱοὺς ἐν τῇ Κωνσταντινουπόλει βασιλεύοντας. Ἀπιόντι δὲ αὐτῷ ἐπὶ τὸν κατὰ Εὐγενίου πόλεμον πλεῖστοι τῶν πέραν τοῦ Ἴστρου βαρβάρων ἐπηκολούθουν, συμμαχεῖν κατὰ τοῦ τυράννου προαιρούμενοι. Οὐ πολλοῦ δὲ διαγενομένου χρόνου, τὰς Γαλλίας κατέλαβε σὺν δυνάμει πολλῇ: ἐκεῖ γὰρ ηὐτρεπίζετο ἔχων καὶ αὐτὸς στρατοῦ μυριάδας πολλάς. Γίνεται οὖν συμβολὴ περὶ τὸν ποταμὸν τὸν καλούμενον Φρίγδον, ὃς ἀπέχει --- Καθ̓ ὃ μὲν οὖν μέρος Ῥωμαῖοι πρὸς Ῥωμαίους συνεπλέκοντο, ἰσόπαλος ἦν ἡ μάχη: καθ̓ ὃ δὲ οἱ συμμαχοῦντες τῷ βασιλεῖ Θεοδοσίῳ βάρβαροι, κατ̓ ἐκεῖνο οἱ Εὐγενίου μᾶλλον ἐπεκράτουν. Ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς βαρβάρους ἀπολλυμένους, ἐν μεγίστῳ τε ἀγῶνι γενόμενος, χαμαὶ ῥίψας ἑαυτὸν βοηθὸν ἐκάλει Θεὸν, καὶ τῆς αἰτήσεως οὐκ ἠστόχησεν. Βακούριος γὰρ ὁ στρατηλάτης αὐτοῦ τοσοῦτον ἐπερρώσθη, ὥστε σὺν τοῖς πρωταγωνισταῖς εἰσδραμεῖν, καθ̓ ὃ μέρος οἱ βάρβαροι ἐδιώκοντο: καὶ διαρρήσσει μὲν τὰς φάλαγγας, τρέπει δὲ εἰς φυγὴν τοὺς πρὸ βραχέως διώκοντας. Ἐπιγίνεται δὲ καὶ ἄλλο θαύματος ἄξιον: ἄνεμος γὰρ σφοδρὸς ἐπιπνεύσας τὰ πεμπόμενα βέλη παρὰ τῶν Εὐγενίου κατ̓ αὐτῶν περιέτρεπεν: οὐ μὴν ἀλλὰ καὶ τὰ τῶν ἀντιπάλων μετὰ σφοδροτέρας τῆς ὁρμῆς ἔφερε κατ̓ αὐτῶν: τοσοῦτον ἴσχυσεν ἡ τοῦ βασιλέως εὐχή. Τοῦτον δὴ τὸν τρόπον γενομένης τῆς τοῦ πολέμου
248
τροπῆς, ὁ τύραννος προσδραμὼν τοῖς τοῦ βασιλέως ποσὶν ἐδέετο σωτηρίας τυχεῖν: ἀλλὰ πρὸς τοῖς ποσὶ τοῖς αὐτοῦ ὑπὸ τῶν στρατιωτῶν τὴν κεφαλὴν ἀπετμήθη. Ταῦτα πέπρακται τῇ ἕκτῃ τοῦ [*](A.D. 394.) Σεπτεμβρίου μηνὸς, ἐν ὑπατείᾳ Ἀρκαδίου τὸ τρίτον καὶ Ὁνωρίου τὸ δεύτερον. Ἀρβογάστης δὲ, ὁ τῶν τηλικούτων κακῶν αἴτιος, μετὰ δύο τῆς συμβολῆς ἡμέρας φεύγων, ὡς ἔγνω οὐκ εἶναι αὐτῷ βιώσιμα, τῷ οἰκείῳ ξίφει ἑαυτὸν διεχρήσατο.

Ὡς μετὰ τὴν νίκην ὁ βασιλεὺς ἀρρωστήσας τὸν υἱὸν Ὁνώριον ἐν Μεδιολάνῳ μετεκαλέσατο: καὶ μικρὸν δόξας τῆς νόσου ῥαΐσαι ἱπποδρομίαν τελεσάμενος κατ̓ αὐτὴν τὴν ἡμέραν ἐτελεύτησεν.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐκ τοῦ πολεμικοῦ μόχθου κακῶς διετέθη τὸ σῶμα: προσδοκήσας δὲ ἐκ τῆς ἐπιγενομένης ἀρρωστίας τέλος ἔχειν αὐτῷ τὰ τῆς ζωῆς, μείζονα τῆς τελευτῆς περὶ τῶν δημοσίων πραγμάτων εἶχε φροντίδα, λογιζόμενος ὅσα καταλαμβάνει κακὰ τοὺς ἀνθρώπους, βασιλέως τελευτήσαντος. Μεταπέμπεται οὖν ᾗ τάχος τὸν υἱὸν Ὁνώριον ἐκ τῆς Κωνσταντινουπόλεως, καταστῆσαι τὰ ἑσπέρια μέρη βουλόμενος. Φθάσαντος δὲ τοῦ υἱοῦ ἐν τῇ Μεδιολάνῳ, ἀνερρώσθη τῆς νόσου, ἱπποδρομίας τε ἐπινικίους ἐπιτελεῖ: καὶ πρὸ ἀρίστου μὲν ἔρρωτο, τὰς ἱπποδρομίας θεώμενος: μετὰ δὲ τὸν ἄριστον ἐξαίφνης διετέθη κακῶς. Καὶ εἰς μὲν τὴν θέαν προελθεῖν οὐκ ἴσχυσεν: τὸν δὲ υἱὸν τὴν ἱπποδρομίαν ἐπιτελέσαι κελεύσας, νυκτὸς ἐπιγενομένης ἐτελεύτησεν, ἐν ὑπατείᾳ [*](A.D. 395.) Ὀλυβρίου καὶ Προβίνου, τῇ ἑπτακαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνός. Τοῦτο δὲ ἦν πρῶτον ἔτος τῆς διακοσιοστῆς ἐννενηκοστῆς τετάρτης Ὀλυμπιάδος. Ἔζησε δὲ ὁ βασιλεὺς Θεοδόσιος ἔτη ἑξήκοντα: ἐβασίλευσε δὲ ἔτη δεκαέξ. Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δεκαὲξ, μηνῶν ὀκτώ.