Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῆς εἰς Περσίδα τοῦ βασιλέως ἀφίξεως, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ.

Ὁ δὲ βασιλεὺς εἰς τὴν τῶν Περσῶν ἐνέβαλεν μικρὸν πρὸ τοῦ ἔαρος, πυθόμενος ἀσθενέστατα καὶ ἀνανδρότατα εἶναι χειμῶνος τὰ ἔθνη Περσῶν. Κρυμὸν γὰρ μὴ φέροντες, ἀπόμαχοι μένουσι κατὰ τόνδε τὸν χρόνον: ἀλλ̓ οὐδὲ χεῖρα, τὸ τοῦ λόγου, βάλλοι ἂν τότε ἔξω τοῦ φάρους Μῆδος ἀνήρ. Ῥωμαίους δ̓ εἰδὼς καὶ χειμῶνος ἀγωνίζεσθαι δυναμένους, ἐπαφῆκε τῇ χώρᾳ τὸν στρατόν. Πολλὰς οὖν χώρας καὶ κώμας καὶ φρούρια πορθήσαντες ἤδη καὶ τὰς πόλεις ἐλάμβανον. Περιστοιχίσας δὲ Κτησιφῶντα τὴν μεγάλην πόλιν, τοσοῦτον ἐπολιόρκει τὸν βασιλέα, ὥστε ἐκεῖνον πρεσβείαις χρήσασθαι συχναῖς, ἱκετεύειν τε ζημιωθῆναι μέρος τι τῆς αὐτοῦ πατρίδος, εἰ καταλύσας τὸν πόλεμον ἀποχωρήσῃ. Ὁ δὲ οὐκ ἔπαθε τὴν ψυχὴν, οὐδὲ τοὺς ἱκετεύοντας ἠλέησεν: ἀλλ̓ οὐδὲ τὸ τοῦ λόγου κατὰ νοῦν ἔλαβεν, ὡς ἄρα νικᾶν μὲν καλὸν, ὑπερνικᾶν δὲ ἐπίφθονον. Πεπιστευκὼς δὲ μαντείαις τισιν ἃς αὐτῷ συμπαρὼν ὁ φιλόσοφος Μάξιμος ὑπετίθετο, καὶ ὀνειροπολήσας τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος δόξαν λαβεῖν, ἢ καὶ μᾶλλον ὑπερβαίνειν, τὰς ἱκεσίας Περσῶν ἀπεκρούσατο. Καὶ ἐνόμιζε κατὰ τὴν Πυθαγόρου καὶ Πλάτωνος δόξαν ἐκ μετενσωματώσεως τὴν Ἀλεξάνδρου ἔχειν ψυχὴν, μᾶλλον δὲ αὐτὸς εἶναι Ἀλέξανδρος ἐν ἑτέρῳ σώματι. Αὕτη ἡ οἴησις αὐτὸν ἐξηπάτησε, καὶ παρεσκεύασε τότε τὴν ἱκεσίαν τοῦ Πέρσου μὴ παραδέξασθαι. Διόπερ ἐκεῖνος γνοὺς ἀνήνυτα αὐτῷ τὰ τῆς πρεσβείας γενόμενα, εἰς ἀνάγκην καθίσταται: καὶ τῇ ἐχομένῃ μετὰ τὴν πρεσβείαν ἡμέρᾳ πᾶσαν ἣν εἶχε δύναμιν ἀντιτάττει τῷ Ῥωμαίῳ στρατῷ. Διεμέμφοντο μὲν οὖν τὸν βασιλέα Ῥωμαῖοι, διότι μὴ ἐπικερδῶς ὑφῆκε τῆς μάχης: ὅμως δὲ τοῖς παροῦσιν ἀντεπράττοντο: καὶ αὖθις τοὺς πολεμίους τρέπουσιν εἰς φυγήν. Ὁ δὲ βασιλεὺς παρῆν ἱππότης μὲν, καὶ ἐπερρώννυε τὸν στρατὸν, ἄοπλος δὲ, τῇ τῆς εὐτυχίας ἐλπίδι μόνῃ θαρρῶν.

163
Ἐξ ἀφανοῦς δὲ ἀκόντιον φέρεται κατ̓ αὐτοῦ, καὶ διὰ βραχίονος διαδραμὸν εἰς τὴν πλευρὰν εἰσέδυ. Ἐκ ταύτης δὲ τῆς πληγῆς τὸν βίον κατέστρεψεν, ἀδήλου γενομένου τοῦ ἀνελόντος αὐτόν: οἱ μὲν γὰρ ὑπό τινος Πέρσου αὐτομόλου βληθῆναι φασίν: οἱ δὲ ὑπὸ οἰκείου στρατιώτου, ὡς ὁ πολὺς λόγος κρατεῖ. Κάλλιστος δὲ, ὁ ἐν τοῖς οἰκεῖοις τοῦ βασιλέως στρατευόμενος, ἱστορήσας τὰ κατ̓ αὐτὸν ἐν ἡρωϊκῷ μέτρῳ, τὸν τότε πόλεμον διηγούμενος, ὑπὸ δαίμονος βληθέντα τελευτῆσαι φησίν. Ὅπερ τυχὸν μὲν ὡς ποιητὴς ἔπλασε, τυχὸν δὲ καὶ οὕτως ἔχει: πολλοὺς γὰρ ἐριννύες μετῆλθον. Ἢ ὅπως δ̓ ἂν ἔχοι τὰ κατ̓ αὐτὸν, ἀλλ̓ οὖν ἐκεῖνά γε οὐκ ἐλάνθανεν, ὡς ἦν ὁ ἀνὴρ διὰ προθυμίαν οὐκ ἀσφαλὴς, δἰ εὐπαιδευσίαν κενόδοξος, δἰ ἐπιείκειαν πεπλασμένην εὐκαταφρόνητος. Ἰουλιανὸς μὲν οὖν ἐν τῇ τετάρτῃ ἑαυτοῦ ὑπατείᾳ, ἣν ἅμα Σαλουστίῳ ἐδεδώκει, [*](A.D. 363.) περὶ τὴν ἕκτην καὶ εἰκάδα τοῦ Ἰουνίου μηνὸς, ἐν τῇ Περσῶν χώρᾳ, ὡς ἔφην, τὸν βίον κατέλυσεν. Τοῦτο δὲ ἔτος ἦν τρίτον τῆς βασιλείας αὐτοῦ, ἕβδομον δὲ ἀφ̓ οὗ Καῖσαρ ἀπὸ Κωνσταντίου [*]([u(po/, *wal.]) προεβλήθη, τριακοστὸν δὲ καὶ πρῶτον ἦν τῆς ζωῆς αὐτοῦ.

Περὶ τῆς ἀναγορεύσεως Ἰοβιανοῦ.

Οἱ δὲ στρατιῶται ἐν μεγίστῃ περιστάσει γενόμενοι, μηδὲν ὑπερθέμενοι, τῇ ἑξῆς ἡμέρᾳ ἀναδεικνύουσι βασιλέα Ἰοβιανὸν, ἄνδρα γενναῖον καὶ εὐγενῆ: ὅστις χιλίαρχος ὢν ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις νόμῳ προὐτίθει, ἢ θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι προῃρεῖτο ἢ ἐκτελεῖν ἀσεβοῦς βασιλέως ἐπίταγμα. Ἀλλὰ Ἰουλιανὸς μὲν τῇ ἀνάγκῃ τοῦ ἐπικειμένου πολέμου ἐν τοῖς στρατηγοῦσιν εἶχε τὸν ἄνδρα. Τότε δὲ αἱρεθεὶς εἰς τὸ βασιλεῦσαι παρῃτεῖτο: βίᾳ τε ἑλκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἐβόα, μὴ βούλεσθαι λέγων βασιλεύειν ἀνθρώπων Ἑλληνίζειν προαιρουμένων, αὐτὸς ὢν Χριστιανός. Ὡς οὖν φωνὴ κοινῇ πάντων ἐγίνετο, ὁμολογοῦσα καὶ αὐτοὺς εἶναι Χριστιανοὺς, [*]([Qu. koinh/;]) δέχεται μὲν τὴν βασιλείαν. Ἐν στενῷ δὲ ἐξαίφνης ἀποληφθεὶς ἐν τῇ Περσῶν, καὶ τῶν στρατιωτῶν λιμῷ φθειρομένων, κατέλυσεν ἐπὶ συνθήκαις τὸν πόλεμον: αἱ συνθῆκαι δὲ πρὸς μὲν τὴν δόξαν Ῥωμαίων ἦσαν ἀπρεπεῖς, πρὸς δὲ τὸν καιρὸν ἀναγκαῖαι. Ζημιωθεὶς

164
[*](tou\s o)/rous *wal.) γὰρ τοὺς Σύρους τῆς ἀρχῆς, καὶ παραδοὺς τοῖς Πέρσαις τὴν ἐν Μεσοποταμίᾳ Νίσιβιν πόλιν, ἐξήλαυνεν ἐκεῖθεν. Τούτων διαγγελθέντων, Χριστιανοὶ μὲν ἀνερρώννυντο, οἱ δὲ τὴν θρησκείαν Ἕλληνες πένθος ἐποιοῦντο τὴν Ἰουλιανοῦ τελευτήν. Τὸ στρατιωτικὸν δὲ σύμπαν τὴν ἀφύλακτον αὐτοῦ θερμότητα διεμέμφοντο, καὶ τὴν αἰτίαν τῆς ζημίας τῶν ὅρων εἰς αὐτὸν ἀνέφερον, ὅτι ὑπὸ αὐτομόλου Πέρσου ἀπατηθεὶς τὰ σιτηγοῦντα διὰ τῶν ποταμῶν πλοῖα κατέκαυσε, διὸ καὶ λιμῷ περιέπεσεν ὁ στρατός. Τότε δὴ καὶ ὁ σοφιστὴς Λιβάνιος θρῆνον ἐπὶ Ἰουλιανῷ συνέταττεν, ὃν Ἰουλιανὸν ἤτοι ἐπιτάφιον ἐπέγραψεν. Ἐν ᾧ λόγῳ πάντα σχεδὸν τὰ κατ̓ αὐτὸν ἐγκωμιαστικῶς διεξῆλθε: μνημονεύσας καὶ τῶν βιβλίων ὧν κατὰ Χριστιανῶν Ἰουλιανὸς συνέθηκε, καὶ ὡς εἴη ἐν αὐτοῖς γέλωτα καὶ φλήναφον ἀποδείξας τὰς Χριστιανῶν βίβλους. Εἰ μὲν οὖν τὰ ἄλλα τοῦ βασιλέως ὁ σοφιστὴς ἐνεγκωμίαζεν, ἡσύχως ἂν ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας ἐβάδιζον. Ἐπειδὴ δὲ ὡς δεινὸς ῥήτωρ, τῇ μνήμῃ τῶν Ἰουλιανοῦ βιβλίων τοῦ Χριστιανισμοῦ καθάπτεται, διὰ τοῦτο εἰπεῖν καὶ ἡμεῖς ὀλίγα περὶ τούτων προαιρούμεθα, πρότερον θέντες αὐτοῦ τὰ ῥήματα.

Πρὸς Λιβάνιον τὸν σοφιστὴν ἀντιλογία περὶ Ἰουλιανοῦ.

[*](Liban. Orat. xviii. (Op. i. 581, Reiske.)) Τοῦ χειμῶνος, φησὶ, τὰς νύκτας ἐκτείνοντος, ἐπιθέμενος ὁ βασιλεὺς ταῖς βίβλοις, αἳ τὸν ἐκ Παλαιστίνης ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα ποιοῦσι, μάχῃ τε μακρᾷ καὶ ἐλέγχων ἰσχύϊ γέλωτα ἀποφῄνας καὶ φλήναφον τὰ τιμώμενα, σοφώτερος ἐν τοῖς αὐτοῖς δέδεικται τοῦ Τυρίου γέροντος. Ἵλεως δὲ οὗτος ὁ Τύριος εἴη, καὶ δέχοιτο εὐμενῶς τὸ ῥηθὲν, ὡς ἂν υἱῷ ἡττώμενος. Ταῦτα μὲν τὰ ῥήματα τοῦ σοφιστοῦ Λιβανίου. Ἐγὼ δὲ σοφιστὴν [*]([de\, *wal.]) μὲν αὐτὸν ἄριστον γενέσθαι φημί: ἐπίσταμαί τε ὡς εἰ μὴ εἴη τῷ βασιλεῖ κατὰ τὴν θρησκείαν ὁμόδοξος, πάντα ἂν αὐτὸν εἶπεν ὅσα οἱ Χριστιανοὶ λέγουσι, καὶ ὡς εἰκὸς, ἅτε σοφιστὴν ὄντα, μεγαλύναι τὰ λεγόμενα. Ἐπεὶ καὶ εἰς Κωνστάντιον ζῶντα μὲν ἐπαίνους ἔγραφεν: τελευτήσαντος δὲ ὕβρεις μεστὰς ἐγκλημάτων κατέχεεν. Ὥστε εἰ καὶ Πορφύριος ἦν βασιλεὺς, προκρίνειν τὰ ἐκείνου βιβλία τῶν Ἰουλιανοῦ: καὶ εἰ Ἰουλιανὸς ἦν σοφιστὴς, [*](c. 13.) εἶπεν ἂν καὶ αὐτὸν κακὸν σοφιστὴν, ὡς καὶ Ἑκηβόλιον ἐν τῷ

165
ἐπιταφίῳ Ἰουλιανοῦ. Ἐπεὶ οὖν ἐκεῖνος καὶ ὡς ὁμόδοξος, καὶ ὡς σοφιστὴς, καὶ φίλος τῷ βασιλεῖ, ὅσα ἐδόκει αὐτῷ διεξῆλθε, καὶ ἡμεῖς πρὸς τὰ ὑπ̓ αὐτοῦ γραφέντα κατὰ δύναμιν ἀπαντήσωμεν. Πρῶτον μὲν γάρ φησιν αὐτὸν ἐπιθέσθαι ταῖς βίβλοις, τοῦ χειμῶνος τὰς νύκτας ἐκτείνοντος. Τὸ δὲ ἐπιθέσθαι σημαίνει, ὅτι ἔργον ἔθετο ψόγον γράψαι, ὡς ἔθος τοῖς σοφισταῖς ποιεῖν ἐν τῇ τῶν νέων εἰσαγωγῇ: πάλαι μὲν γὰρ τὰς βίβλους ἐπίστατο, τότε δὲ ἐπέθετο. Καὶ μάχῃ μακρᾷ σχολάσας οὐχ, ὡς φησὶ Λιβάνιος, ἐλέγχων ἰσχύϊ, ἀλλὰ ἀσθενείᾳ τοῦ ἀληθοῦς τὰ καλῶς ἑαυτοῖς [*]([Qu. e)n au)tai=s;]) ἠσφαλισμένα. ὡς φιλοσκώπτης διέσυρε. Πᾶς γὰρ ὁ μαχόμενος τινι νῦν μὲν παρατρέπων, νῦν δὲ ἐπικρύπτων τὴν ἀλήθειαν, καταψεύδεται τοῦ πρὸς ὃν ἡ μάχη συνίσταται. Καὶ ὁ ἀπεχθῶς ἔχων πρός τινα πάντα ὡς πολέμιος οὐ μόνον πράττειν, ἀλλὰ καὶ λέγειν ἐσπούδακε: καὶ τὰ αὐτῷ προσόντα φαῦλα τῷ πρὸς ὃν ἡ ἔχθρα περιτρέπειν φιλεῖ. Ὅτι μὲν οὖν καὶ Ἰουλιανὸς καὶ Πορφύριος, ὃν Τύριον καλεῖ γέροντα, ἄμφω φιλοσκῶπται ἦσαν, ὑπὸ τῶν οἰκείων λόγων ἐλέγχονται. Πορφύριος μὲν γὰρ τοῦ κορυφαιοτάτου τῶν φιλοσόφων Σωκράτους τὸν βίον διέσυρεν ἐν τῇ γεγραμμένῃ αὐτῷ Φιλοσόφῳ Ἱστορίᾳ. Καὶ τοιαῦτα περὶ αὐτοῦ γράψας κατέλειπεν, οἷα ἂν μήτε Μέλιτος, μήτε Ἄνυτος, οἱ γραψάμενοι Σωκράτην, εἰπεῖν ἐπεχείρησαν: Σωκράτους, φημὶ, τοῦ παῤ Ἕλλησι θαυμαζομένου ἐπί τε σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς: ὃν Πλάτων ὁ θαυμαστὸς παῤ αὐτοῖς φιλόσοφος, καὶ Ξενοφῶν, καὶ ὁ ἄλλος τῶν φιλοσόφων θίασος, οὐ μόνον ὡς θεοφιλῆ τιμῶσιν, ἀλλὰ δὴ καὶ ὑπὲρ ἄνθρωπον φρονεῖν νενομίκασιν. Ἰουλιανὸς δὲ τὸν πατέρα ζηλῶν, τὸ ἴδιον πάθος εἰς τοὺς Καίσαρας ἤλεγξε, πάντας μωμησάμενος τοὺς πρὸ αὐτοῦ βασιλεῖς, καὶ οὐδὲ τοῦ φιλοσόφου Μάρκου φεισάμενος. Καὶ ὅτι μὲν φιλοσκῶπται ἄμφω, ἐξ ἑαυτῶν τὸν ἔλεγχον ἔχουσι: καὶ οὐ δεῖ μοι πολλῶν ἢ δεινῶν λόγων, ἀλλὰ ἀπόχρη ταῦτα εἰς παράστασιν τοῦ ἤθους αὐτῶν. Ἐγὼ μὲν οὖν ταῦτα ἐκ τῶν ἑκατέρων λόγων περὶ ἤθους αὐτῶν τεκμαιρόμενος ταῦτα γράφω. Οἷα δὲ περὶ Ἰουλιανοῦ ὁ Ναζιανζηνὸς Γρηγόριος εἴρηκε, τῶν αὐτοῦ λόγων ἐπάκουε: φησὶ γὰρ ἐν τῷ δευτέρῳ λόγῳ πρὸς Ἕλληνας κατὰ λέξιν τάδε: Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προσλαβοῦσα [*](Greg. Orat. v. 23.) τὴν ἐξουσίαν: ἐμοὶ δὲ καὶ πόρρωθεν τρόπον τιναἑ ωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ
166
συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. Διττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος: ὁ μὲν εὐπρεπέστερος, καθ̓ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων: ὁ δὲ ἀπορρητότερος καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ̓ ἑαυτὸν συγγενέσθαι, οὔπω παρρησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ̓ ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ [*](Eurip. Fragm. 944.) περιττὸν τῆς ἐκστάσεως, εἴπερ μάντις ἄριστος ὅστις εἰκάζει καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνακοπτόμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος καὶ μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι, τὸ αὐτὸ φρονοῦντες γέλωτες ἀκρατεῖς καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι, καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως. Τί ἂν τὰ καθ̓ ἕκαστον γράφοιμι; τοιοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, οἷον καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα: καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν, οἷς ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην, Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει. Καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτῷ κατηυξάμην: κρεῖσσον γὰρ ἢ τοιούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον: πολλῶν μὲν ἐπικλυσμῶν θρυλουμένων, πολλῶν δὲ ἐμπρησμῶν καὶ βρασμῶν γῆς καὶ χασμάτων, ἔτι δὲ καὶ ἀνδρῶν ἀπάνθρωποι καὶ θηριώδεις ἀλλοκότων τε καὶ συνθέτων φύσεις καινοτομηθεῖσαι. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγκατο τῆς ἀπονοίας. Τοιαῦτα μὲν Γρηγόριος περὶ Ἰουλιανοῦ διεξῆλθεν. Ὅτι δὲ καὶ κατὰ Χριστιανῶν λόγους πολλοὺς ἀναλώσαντες τὴν ἀλήθειαν ἐπεχείρησαν βιάσασθαί, τινα μὲν τῶν ἱερῶν γραμμάτων παρατρέψαντες, τὰ δὲ ἐγκαταλέξαντες, πάντα δὲ πρὸς τὸν οἰκεῖον ἐκλαβόντες σκοπὸν, πολλοὶ μὲν πρὸς αὐτοὺς ἀπαντήσαντες ἔδειξαν, ἀνατρέψαντές τε καὶ ἐξελέγξαντες αὐτῶν τὰ σοφίσματα. Πρὸ δὲ ἁπάντων Ὠριγένης, καὶ πολλῷ τῶν Ἰουλιανοῦ χρόνων ἀνώτερος ὢν, τὰ δοκοῦντα ταράττειν τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς βίβλοις ἀνθυπενεγκὼν ἑαυτῷ καὶ ἑρμηνεύσας, τὰς τῶν ἀγνωμονούντων σοφιστικὰς εὑρεσιλογίας ἀπέκλεισεν. Οἷς εἰ μὴ παρέργως ἐντετυχήκασιν Ἰουλιανὸς καὶ Πορφύριος, εὐγνωμόνως τε αὐτὰ ἐδέξαντο, πάντως ἂν εἰς ἕτερά τινα τοὺς λόγους ἔτρεψαν,
167
καὶ οὐκ ἂν εἰς τὸ σοφίσματα βλάσφημα γράφειν ἐτράπησαν. Ὅτι δὲ ὁ βασιλεὺς σκῶψαι ἐπετήδευσε πρὸς τοὺς ἰδιώτας καὶ ἁπλουστέρους τοὺς λόγους ποιούμενος, οὐ μὴν πρὸς τοὺς ἐκ τῶν ἱερῶν γραμμάτων μόρφωσιν τῆς ἀληθείας ἔχοντας, ἐκεῖθεν δῆλον [*](2 Tim. iii. 5.) ἐστί: λαβὼν γὰρ τὰ ῥήματα, ὅσα χρείας ἕνεκεν οἰκονομικῶς ἐπὶ τοῦ Θεοῦ ἀνθρωπικώτερον τέτακται, καὶ πολλὰ τοιαῦτα ἐπισυνείρας, τέλος ἐπιφέρει κατὰ λέξιν τάδε: Τούτων τοίνυν ἕκαστον, εἰ μὴ λόγος ἐστὶν ἀπόρρητον ἔχων τινὰ θεωρίαν, [*](Cp. Cyril c. Jul. iii. (p. 93, ed. Spanheim.)) ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν οἱ λόγοι περὶ αὐτοῦ βλασφημίας. Ταῦτα μὲν ἐν τῷ τρίτῳ αὐτοῦ κατὰ Χριστιανῶν βιβλίῳ αὐταῖς λέξεσιν εἴρηκε. Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ, ὃν Περὶ Κυνισμοῦ ἐπέγραψε, διδάσκων ὅπως δεῖ τοὺς ἱεροὺς πλάττειν μύθους, φησὶ δεῖν κρύπτειν τὴν περὶ τῶν τοιούτων ῥημάτων ἀλήθειαν, λέγων αὐτοῖς ῥήμασι τάδε: Φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι: καὶ τὸ κεκρυμμένον τῆς τῶν θεῶν οὐσίας [*](Jul. Orat. vii. (p. 216.)) οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασι. Φαίνεται δὴ διὰ τούτων ὁ βασιλεὺς ὑπόνοιαν ἔχειν περὶ τῶν θείων γραφῶν, ὡς εἴησαν λόγοι μυστικοὶ ἀπόρρητόν τινα θεωρίαν ἔχοντες: ἀγανακτεῖ δὲ, ἐφ̓ οἷς μὴ καὶ πάντες τὴν αὐτὴν περὶ τούτων ὑπόνοιαν ἔχουσι: καὶ κατατρέχει τῶν ἐν Χριστιανοῖς ἁπλούστερον δεχομένων τὰ λόγια. Οὐκ ἔδει δὲ τοσοῦτον καταδραμεῖν τῆς ἁπλότητος τῶν πολλῶν, οὐδὲ τυφωθῆναι δἰ ἐκείνους κατὰ τῶν ἱερῶν γραμμάτων, οὐδὲ μισῆσαι καὶ ἀποστραφῆναι τὰ καλῶς αὐτῷ [*]([*wal. conj. a)/llois.]) νοούμενα, ὅτι μὴ πάντες αὐτὰ ἐνόουν ὡς αὐτὸς ἐβούλετο. Νῦν δὲ, ὡς ἔοικε, τὰ αὐτὰ Πορφυρίῳ πέπονθεν: ἐκεῖνος μὲν γὰρ πληγὰς ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ὑπό τινων Χριστιανῶν εἰληφὼς, καὶ μὴ ἐνεγκὼν τὴν ὀργὴν, ἐκ μελαγχολίας τὸν μὲν Χριστιανισμὸν ἀπέλειπε, μίσει δὲ τῶν τυπτησάντων αὐτὸν εἰς τὸ βλάσφημα κατὰ Χριστιανῶν γράφειν ἐξέπεσεν, ὡς αὐτὸν Εὐσέβιος ὁ Παμφίλου [*](Cp. Præp Enan. vi.) ἐξήλεγξεν, ἀνασκευάσας τοὺς λόγους αὐτοῦ. Ὁ δὲ βασιλεὺς πρὸς τοὺς ἰδιώτας ὑπεροπτικῶς κατὰ τῶν Χριστιανῶν ἐσχηκὼς, ἐκ τοῦ αὐτοῦ πάθους εἰς τὴν Πορφυρίου βλασφημίαν ἀπέκλινεν: ἀμφότεροι οὖν ἑκουσίως δυσσεβήσαντες, ἐν γνώσει ἁμαρτίας τὸ ἐπιτίμιον ἔχουσιν. Ἐπειδὴ δὲ καὶ ὁ σοφιστὴς Λιβάνιος ἐπιχλευάζων, τὸν ἐκ Παλαιστίνης, φησὶν, ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα
168
[*](Liban. Orat. xviii. (Op. i. 625.)) ποιοῦσιν, ἐκλελῆσθαί μοι δοκεῖ, ὅπως αὐτὸς ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου τὸν Ἰουλιανὸν ἀπεθέωσε. Τὸν γὰρ πρῶτον, φησὶ, ἄγγελον τῆς τελευτῆς μικροῦ κατέλευσαν, ὡς θεοῦ καταψευδόμενον. Εἶτα πρόσω μικρὸν ὑποβὰς, Ὦ δαιμόνων μὲν, φησὶ, τρόφιμε, δαιμόνων δὲ μαθητὰ, δαιμόνων δὲ παρεδρευτά. Εἰ καὶ αὐτὸς ἄλλως ἐνόει, ἀλλ̓ οὖν γε τὴν ὁμωνυμίαν τοῦ χείρονος μὴ ἐκκλίνας ταῦτ̓ ἔδοξε λέγειν, ἃ καὶ οἱ Χριστιανοὶ ὀνειδίζοντες λέγουσιν. Εἰ οὖν ἐπαίνων ἐφρόντιζεν, ἔδει φυγεῖν τὴν ὁμωνυμίαν, ὥσπερ ἔφυγε καὶ ἑτέραν λέξιν, δἰ ἣν λοιδορηθεὶς τῶν ἑαυτοῦ λόγων ἐξέκοψεν. Ὅπως μὲν οὖν ὁ κατὰ Χριστὸν ἄνθρωπος θεολογεῖται, καὶ ὅπως τὸ μὲν φανερὸν ἄνθρωπος ἦν, τὸ δὲ ἀφανὲς Θεὸς, ὅπως τε ἀληθῆ ἄμφω ἐστὶ, Χριστιανῶν μὲν οἱ θεῖοι λόγοι ἐπίστανται. Ἕλληνες δὲ πρὸ τοῦ πιστεῦσαι συνιέναι [*](Isa. vii. 9.) οὐ δύνανται: καὶ γὰρ λόγιόν ἐστι τὸ λέγον, ὅτι ἐὰν μὴ πιστεύσητε, οὐδ̓ οὐ μὴ συνῆτε. Διὸ οὐκ αἰσχύνονται πολλοὺς ἀνθρώπους ἀποθεώσαντες: καὶ εἴθε γε κἂν χρηστοὺς τὸν τρόπον, ἢ δικαίους, ἢ σώφρονας: ἀλλὰ ἀνάγνους, ἀδίκους, μέθῃ δεδουλωμένους, Ἡρακλέας φημὶ καὶ Διονύσους καὶ Ἀσκληπιούς: καθ̓ ὧν συνεχῶς ἐν τοῖς αὐτοῦ λόγοις ὀμνύων Λιβάνιος οὐκ αἰσχύνεται: ὧν τοὺς ἀρρενικοὺς καὶ θηλυκοὺς ἔρωτας εἰ ἀπαριθμησαίμην, μακρὸς ἡμῖν ἔσται ὁ τῆς παρεκβάσεως λόγος. Ἀρκέσει δὲ τοῖς ταῦτα γνῶναι ἐθέλουσιν ὁ Ἀριστοτέλους Πέπλος, καὶ ὁ Διονύσου Στέφανος, καὶ Ῥηγίνου ὁ Πολυμνήμων, καὶ τῶν ποιητῶν τὸ πλῆθος: οἳ περὶ αὐτῶν γράψαντες γέλωτα ὄντως καὶ φλήναφον [*]([Qu. th\n—]) παρὰ πᾶσι τῆς Ἑλλήνων θεολογίας δεικνύουσιν. Ὅτι δὲ ἴδιον Ἑλλήνων τὸ εὐχερῶς ἀνθρώπους ἀποθεοῦν, ἀρκέσει ὀλίγων ὑπομνησθῆναι. Ῥοδίοις μὲν γὰρ συμφορᾷ περιπεσοῦσιν ἐδόθη χρησμὸς, ὅπως ἂν τὸν Φρύγιον Ἄττιν, τὸν ἱερέα τῆς μανικῆς ἐν Φρυξὶν τελετῆς, θεραπεύωσιν: ἔχει δὲ ὁ χρησμὸς ὧδε: Ἄττυν ἱλάσκεσθε, θεὸν μέγαν ἁγνὸν Ἄδωνιν, Εὔβιον, ὀλβιόδωρον, ἐϋπλόκαμον Διόνυσον. Ὁ μὲν δὴ χρησμὸς Ἄττιν, τὸν ἐκ μανίας ἐρωτικῆς ἑαυτὸν ἀποκόψαντα, τὸν Ἄδωνιν καὶ Διόνυσον εἶναι φησί. Τοῦ δὲ Μακεδόνων βασιλέως Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν διαβαίνοντος, οἱ Ἀμφικτύονες Ἀλεξάνδρῳ ἐχαρίζοντο, καὶ ἀνεῖλεν ἡ Πυθία τάδε: Ζᾶνα θεῶν ὕπατον, καὶ Ἀθηνᾶν Τριτογένειαν Τιμᾶτε, βροτέῳ τ̓ ἐν σώματι κρυπτὸν ἄνακτα,
169
Ὅν Ζεὺς ἀρίσταις γοναῖς ἔσπειρεν, ἀρωγὸν [*]([a)rrhtoi=si, *wal.]) Εὐνομίης θνητοῖσιν Ἀλέξανδρον βασιλῆα. Ταῦτα τὸ ἐν Πυθοῖ δαιμόνιον ἐχρημάτισεν: ὃ καὶ αὐτὸ τοὺς δυνάστας κολακεῦον ἐθεοποίει: καὶ τοῦτο μὲν ἴσως κολακείᾳ ἐποίει. Τί δ̓ ἂν εἴποι τις, ὡς Κλεομήδην τὸν πύκτην ἀποθεώσαντες, ἔχρησαν περὶ αὐτοῦ τάδε; Ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλιεύς: Ὃν θυσίαις τιμᾶθ̓, ὡς μηκέτι θνητὸν ἐόντα. Διὰ μὲν οὖν τὸν χρησμὸν τόνδε Διογένης ὁ Κύων καὶ Οἰνόμαος ὁ φιλόσοφος κατέγνωσαν τοῦ Πυθίου Ἀπόλλωνος. Κυζικηνοὶ δὲ τρισκαιδέκατον θεὸν Ἀδριανὸν ἀνηγόρευσαν: αὐτός τε Ἀδριανὸς Ἀντίνοον τὸν ἑαυτοῦ ἐρώμενον ἀπεθέωσε. Καὶ ταῦτα γέλωτα καὶ [*](Eus. H. E. iv. 8.) φλήναφον οὐκ ὀνομάζει Λιβάνιος: καίτοι καὶ τοὺς χρησμοὺς καὶ τὸ μονόβιβλον, ὃ Ἀδρίας εἰς τὸν Ἀλεξάνδρου βίον ἐπέγραψεν, [*]([Lucian, Alex.]) ἐπιστάμενος, οὐκ ἐγκαλύπτεται καὶ αὐτὸν ἀποθεῶν τὸν Πορφύριον: Ἵλεως γὰρ, φησὶν, ὁ Τύριος εἴη, προκρίνοντος αὐτοῦ τὰ τοῦ [*]([prokri/nwn, *wal.]) βασιλέως βιβλία. Ταῦτα μὲν οὖν διὰ τὴν τοῦ σοφιστοῦ λοιδορίαν ἐν παρεκβάσει αὐτάρκως εἰρήσθω, ἰδίας τε πραγματείας δεόμενα παραλιπεῖν μοι δοκῶ: τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἐπιτεθείη ἡμῖν.

Ὡς οἱ πανταχόθεν ἐπίσκοποι προσέδραμον Ἰοβιανῷ, ἐλπίζοντες ἕκαστος αὐτῶν εἰς τὴν ἑαυτῶν πίστιν τοῦτον ἐπισπάσασθαι.

Τοῦ δὲ βασιλέως Ἰοβιανοῦ ἀπὸ τῆς Περσίδος ἀναχωρήσαντος, αὖθις ἀνεκινεῖτο τὰ τῶν ἐκκλησιῶν: οἵ τε προεστῶτες τῶν ἐκκλησιῶν προτρέχειν ἐσπούδαζον, προσδοκῶντες ἕκαστος τῇ ἑαυτῶν πίστει προσθήσεσθαι τὸν βασιλέα. Ὁ δὲ ἐξ ἀρχῆς μὲν τῇ ὁμοουσίῳ πίστει προσέκειτο: τοῦτο δὲ πᾶσιν εἰρηκὼς προέκρινε. Καὶ ἀναρρώννυσι μὲν διὰ γραμμάτων τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον Ἀθανάσιον, ὃς εὐθὺς μετὰ τὴν τελευτὴν Ἰουλιανοῦ τῆς ἐκκλησίας τῶν Ἀλεξανδρέων ἐγκρατὴς ἐγένετο, τότε δὲ παρρησιαίτερος ἐκ τῶν γραμμάτων γενόμενος, καὶ τοῦ πανταχόθεν δέους ἀπήλλακτο. Ἀνεκάλει δὲ ὁ βασιλεὺς τοὺς ὑπὸ Κωνσταντίου μὲν ἐξορισθέντας ἐπισκόπους, ὑπὸ Ἰουλιανοῦ δὲ ἀνακληθῆναι μὴ

170
φθάσαντας. Τηνικαῦτα δὴ καὶ τὰ ἱερὰ τῶν Ἑλλήνων πάντα ἀπεκλείετο: αὐτοὶ δὲ ἄλλος ἀλλαχῆ κατεδύοντο. Οἵ τε τριβωνοφόροι τοὺς τρίβωνας ἀπέθεντο, καὶ εἰς τὸ κοινὸν σχῆμα μετημφιέννυντο: πέπαυτο δὲ αὐτοῖς καὶ ὁ δἰ αἵματος δημοσίᾳ γινόμενος μολυσμὸς, ᾧ κατακόρως ἐπὶ Ἰουλιανοῦ κατεχρήσαντο.

Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες καὶ οἱ περὶ Ἀκάκιον ἐν Ἀντιοχείᾳ συνελθόντες τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν.

Τὰ μέντοι Χριστιανῶν οὐχ ἡσύχαζεν: οἱ γὰρ προεστῶτες τῶν θρησκειῶν προσελεύσεις ἐποίουν τῷ βασιλεῖ, τὴν παῤ αὐτοῦ κατὰ τῶν νομιζομένων αὐτοῖς ἀντιπάλων παρρησίαν ὑπάρχειν νομίζοντες. Καὶ πρῶτοι μὲν οἱ Μακεδονιανοὶ χρηματίσαντες βιβλίον προσφέρουσιν, ἀξιοῦντες ἐξωθεῖσθαι μὲν τῶν ἐκκλησιῶν τοὺς τὸ ἀνόμοιον δογματίζοντας, ἑαυτοὺς δὲ ἀντεισάγεσθαι. Ἦσαν δὲ οἱ τὸ βιβλίον τῶν δεήσεων ἐπιδόντες, Βασίλειος ὁ Ἀγκύρας, Σιλβανὸς Ταρσοῦ, Σωφρόνιος Πομπηϊουπόλεως, Πασίνικος Ζήνων, Λεόντιος Κομάνων, Καλλικράτης Κλαυδιουπόλεως, Θεόφιλος Κασταβάλων. Τούτων δεξάμενος τὸ βιβλίον ὁ βασιλεὺς ἀναποκρίτους αὐτοὺς ἀπέπεμψε, μόνον δὲ τοῦτο ἐφθέγξατο: Ἐγὼ, ἔφη, φιλονεικίαν μισῶ, τοὺς δὲ τῇ ὁμονοίᾳ προστρέχοντας ἀγαπῶ καὶ τιμῶ. Ταῦτα εἰς τὰς ἀκοὰς τῶν ἄλλων διαδοθέντα τὸν τόνον τῶν φιλονεικεῖν αἱρουμένων ἐχαύνωσε: καὶ τοῦτο κατὰ σκοπὸν τοῦ βασιλέως ἐγίνετο. Καὶ γὰρ δὴ τηνικαῦτα καὶ ὁ τῶν περὶ Ἀκάκιον φιλόνεικος τρόπος ἠλέγχετο, καὶ ὡς εἴησαν ἀεὶ πρὸς τοὺς κρατοῦντας ἀποκλίνοντες, φανερῶς ἐπέδειξαν. Συνελθόντες γὰρ ἐν Ἀντιοχείᾳ τῆς Συρίας εἰς λόγους ἔρχονται Μελιτίῳ, ὃς μικρὸν ἔμπροσθεν αὐτῶν χωρισθεὶς τῷ ὁμοουσίῳ προσέθετο. Τοῦτο δὲ ἐποίησαν, ἐπειδὴ τιμώμενον ὑπὸ τοῦ βασιλέως ἑώρων ἐκεῖ τότε διάγοντος. Κοινῇ οὖν γνώμῃ βιβλίον συντάξαντες καθομολογοῦσι τὸ ὁμοούσιον, καὶ τὴν ἐν Νικαίᾳ πίστιν κυρώσαντες τῷ βασιλεῖ προσκομίζουσιν. Ἔστι δὲ τὸ βιβλίον ἐν τοῖσδε: Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Ἰοβιανῷ νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν Ἀντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν σύνοδος. Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν ὅτι σοῦ καὶ πρώτη πρεσβεύειν

171
ἐσπούδασεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοὶ, θεοφιλέστατε βασιλεῦ. Ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν. Ἵνα μὴ τοίνυν μετὰ τῶν παραχαρασσόντων τὸ δόγμα τῆς ἀληθείας τετάχθαι νομιζώμεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν καὶ ἀποδεχόμεθα καὶ κατέχομεν. Ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισιν ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλοῦς τετύχηκε [*]([*wal. ins. ce/non aft. au)th=|.]) παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί: οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τοῖς πατράσι τὸ ὄνομα τῆς οὐσίας, εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων, περὶ τοῦ Χριστοῦ ἀσεβῶς τολμηθέντος παρὰ τοῦ Ἀρείου, ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ἀνόμοιοι ἔτι θρασύτερον καὶ τολμηρότερον [*](ii. 40.) ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Διὸ συνετάξαμεν τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς πίστεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων ἐκτεθείσης, ἥντινα καὶ ἀγαπῶμεν, ἥτις ἐστίν: Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα: καὶ τὰ λοιπὰ τοῦ μαθήματος, πλήρης. Μελίτιος ἐπίσκοπος Ἀντιοχείας ἔδωκα [*](Qu. plh/rhs aft. e)sti/n;]) συναινῶν τοῖς προγεγραμμένοις, Εὐσέβιος Σαμοσάτων, Εὐάγριος Σικελῶν, Οὐράνιος Ἀπαμείας, Ζώϊλος Λαρίσων, Ἀκάκιος Καισαρείας, Ἀντίπατρος Ῥώσου, Ἀβράμιος Οὐρίμων, Ἀριστόνικος Σελευκοβήλου, Βαρλαμένος Περγάμου, Οὐράνιος Μελιτινῆς, Μάγνος Χαλκηδόνος, Εὐτύχιος Ἐλευθεροπόλεως, Ἰσακόκις Ἀρμενίας μεγάλης, Τῖτος Βόστρων, Πέτρος Σίππων, Πελάγιος Λαοδικείας, Ἀραβιανὸς Ἄντρου, Πίσων Ἀδάνων διὰ Λαμυδρίωνος πρεσβυτέρου, Σαβινιανὸς Ζεύγματος, Ἀθανάσιος Ἀγκύρων διὰ Ὀρφίτου καὶ Ἀετίου πρεσβυτέρων, Εἰρηνίων Γάζης, Πίσων Αὐγούστης, Πατρίκιος Πάλτου διὰ Λαμυρίωνος πρεσβυτέρου, Ἀνατόλιος Βεροίων, Θεότιμος Ἀράβων, Λουκιανὸς Ἄρκων. Τοῦτο μὲν δὴ τὸ βιβλίον τῇ συναγωγῇ τῶν συνοδικῶν Σαβίνου γεγραμμένον εὑρήκαμεν. Ὁ μέντοι βασιλεὺς πρόθεσιν εἶχε κολακείᾳ καὶ πειθοῖ τῶν διεστώτων τὴν φιλονεικίαν ἐκκόψαι, φήσας μηδενὶ ὀχληρὸς τῶν ὁπωσοῦν πιστευόντων ἔσεσθαι, ἀγαπήσειν δὲ καὶ ὑπερτιμήσειν τοὺς ἀρχὴν τῇ ἑνώσει τῆς ἐκκλησίας παρέξοντας. Ταῦτα δὲ οὕτως αὐτὸν πρᾶξαι καὶ Θεμίστιος φησὶν ὁ φιλόσοφος: ὑπατικὸν γὰρ λόγον εἰς αὐτὸν διελθὼν, θαυμάζει τὸν βασιλέα, ὡς τὸ ἐφεῖναι θρησκεύειν ὡς ἕκαστοι βούλονται νικήσαντα τῶν [*]([tw=| e)fei=nai) κολάκων τοὺς τρόπους. Οὓς καὶ διασύρων πάνυ γελοίως ἔφη, [*](Themist. Orat. v. (p. 80. ed. Harduin.)) ἐλέγχεσθαι αὐτοὺς ἁλουργίδα, οὐ Θεὸν, θεραπεύοντας, μηδέν τε
172
διαφέρειν αὐτοὺς Εὐρίπου, νῦν μὲν ἐπὶ τάδε νῦν δὲ εἰς τοὐναντίον τὰ ῥεύματα μεταβάλλοντος.

Περὶ τῆς τελευτῆς Ἰοβιανοῦ τοῦ βασιλέως.

Οὕτω μὲν οὖν ὁ βασιλεὺς τότε τὴν ὁρμὴν τῶν ἐρεσχελεῖν προαιρουμένων ἐπέσχεν: ᾗ τάχος δὲ τῆς Ἀντιοχείας ἀναχωρήσας, τὴν Ταρσόν τε καταλαβὼν τῆς Κιλικίας, ἐκεῖ τὸ Ἰουλιανοῦ σῶμα ἔθαψε. Καὶ πάντα ἐπὶ τῇ κηδείᾳ τὰ νόμιμα πληρώσας, ὕπατός τε ἀναγορεύεται, καὶ αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν διαβαίνειν σπουδάζων, ἐν χωρίῳ τινὶ παραγίνεται, ᾧ προσωνυμία Δαδάστανα: μεθόριον δέ ἐστι τοῦτο Γαλατίας καὶ Βιθυνίας. Ἔνθα καὶ Θεμίστιος ὁ φιλόσοφος μετὰ τῶν ἄλλων συγκλητικῶν ἀπαντήσας, τὸν ὑπατικὸν ἐπ̓ αὐτοῦ διεξῆλθε λόγον, ὃν ὕστερον καὶ ἐν Κωνσταντινουπόλει ἐπὶ τοῦ πλήθους ἐπεδείξατο. Ἀλλ̓ εὐτυχῶς τὰ Ῥωμαίων ἔπραξεν ἂν τά τε δημόσια καὶ τὰ τῶν ἐκκλησιῶν, οὕτως ἀγαθοῦ βασιλέως εὐτυχήσαντα, εἰ μὴ αἰφνίδιος ἐπιγενόμενος θάνατος τὸν τοιοῦτον ἄνδρα τῶν πραγμάτων ἀφείλετο. Ἐν γὰρ τῷ προρρηθέντι χωρίῳ, χειμῶνος ὥρᾳ, τῷ τῆς ἐμφράξεως νοσήματι [*](A.D. 364.) συσχεθεὶς ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτοῦ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός: βασιλεύσας μῆνας ἑπτὰ, ζήσας ἔτη τριακοντατρία. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν δύο, μηνῶν πέντε.