Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς τοῦ βασιλέως ἐπανελθόντος ἐκ τῶν ἑσπερίων μερῶν, οἱ περὶ Ἀκάκιον ἐν τῇ Κωνσταντίνου πόλει συναχθέντες τὴν ἐν Ἀριμίνῳ πίστιν ἐκύρωσαν προσθέντες αὐτῇ τινα.

Καὶ γὰρ παρῆν ἀπὸ τῶν ἑσπερίων μερῶν ἀναστρέψας ὁ βασιλεύς: καὶ τότε τὸν ἔπαρχον τῆς Κωνσταντινουπόλεως κατέστησεν,

128
Ὁνωράτον ὄνομα, τὴν ἀνθυπάτων παύσας ἀρχήν. Φθάσαντες δὲ οἱ περὶ Ἀκάκιον προδιαβάλλουσιν αὐτοὺς βασιλεῖ, διδάξαντες μὴ δέχεσθαι τὴν ὑπ̓ αὐτῶν ἐκτεθεῖσαν πίστιν. Διόπερ ἀγανακτήσας ὁ βασιλεὺς ἐπενόησε διασπεῖραι αὐτοὺς, νόμῳ κελεύσας τοὺς ὑποκειμένους αὐτῶν δημοσίοις λειτουργήμασι τῇ ἰδίᾳ τύχῃ ἀποδίδοσθαι. Καὶ γὰρ ἦσαν τινες ἐξ αὐτῶν λειτουργίαις ὑποκείμενοι, οἱ μὲν βουλευτηρίων, οἱ δὲ τῶν ἐν ταῖς ἐπαρχίαις τάξεων. Τούτων δὴ οὕτως ταραττομένων, οἱ περὶ Ἀκάκιον ἐπιμείναντες τῇ Κωνσταντινουπόλει συνέδριον ἕτερον πεποιήκασι, τοὺς ἀπὸ Βιθυνίας ἐπισκόπους μεταπεμψάμενοι. Γενόμενοι οὖν οἱ πάντες τὸν ἀριθμὸν [*](Cp. iii. 12.) πεντήκοντα, οἷς κατηρίθμητο Μάρις ὁ Χαλκηδόνος, βεβαιοῦσι τὴν ἐν Ἀριμίνῳ μετὰ τῆς ὑπατείας ἀναγνωσθεῖσαν πίστιν: ἣν περιττὸν [*](Cp. ii. 37.) ἦν ἂν ἐνταῦθα προσκεῖσθαι, εἰ μηδὲν αὐτῇ προστεθείκασιν. Ἐπειδὴ δέ τινα αὐτῇ προστεθείκασι ῥήματα, ἀναγκαῖον καὶ αὖθις αὐτὴν ἐνταῦθα παραγράψαι: ἔστι δὲ ἐν τοῖς ῥήμασι τούτοις: [*](Ath. de Syn. 30.) Πιστεύομεν εἰς ἕνα μόνον Θεὸν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα: καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ Θεοῦ: δἰ οὗ τὰ πάντα ἐγένετο, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς: οὗ τὴν γέννησιν οὐδεὶς γινώσκει, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον οἴδαμεν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, πέμποντος τοῦ Πατρὸς, παραγενέσθαι ἐκ τῶν οὐρανῶν, ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου: καὶ γεννηθέντα ἐκ Πνεύματος Ἁγίου, καὶ Μαρίας τῆς παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν: καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ εἰς τὰ καταχθόνια κατεληλυθότα: ὅν τινα καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν. Ὅς τις καὶ ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ διέτριψε μετὰ τῶν μαθητῶν: καὶ πληρωθεισῶν τῶν τεσσαράκοντα ἡμερῶν, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, καὶ καθέζεται ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ ὁ Χριστὸς, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων Παράκλητον, [*](John xv. 26.) καθάπερ γέγραπται, τὸ Πνεῦμα τῆς ἀληθείας: ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνελήφθη εἰς τοὺς οὐρανούς. Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν
129
μνἥ??ʼν τοῦ λὁ??ʼοῦ γενέσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ οὐδαμοῦ ἐμνημόνευσαν περὶ οὐσίας Π̔??ʼτρὸς καὶ Υἱοῦ. Καὶ γὰρ οὐκ ὀφείλει ὑπόστασις περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ὀνομάζεσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. Πᾶσαι δὲ αἱρέσεις, οἵ τε ἤδη πρότερον κατεκρίθησαν, καὶ αἴ τινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν ἐν Κωνσταντινουπόλει τότε ἀνεγνώσθησαν: ἡμεῖς δὲ τὸν λαβύρινθον τῶν ἐκθέσεων ὀψέ ποτε διανύσαντες, τὴν ἀπαρίθμησιν αὐτῶν συναγάγωμεν. Μετὰ γὰρ τὴν ἐν Νικαίᾳ πίστιν, ὕστερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις δισσὰς ἐκθέσεις ὑπηγόρευσαν. [*](Cp. ii. 10.) Τρίτη δέ ἐστιν ἡ ἐπιδοθεῖσα παρὰ τῶν περὶ Νάρκισσον ἐν ταῖς [*](ii. 18.) Γαλλίαις τῷ βασιλεῖ Κώνσταντι. Τετάρτη δὲ, ἡ δἰ Εὐδοξίου τοῖς [*](ii. 19.) ἐν Ἰταλίᾳ πεμφθεῖσα: ἔν τε Σιρμίῳ τρεῖς ὑπηγορεύθησαν, ὧν ἡ [*](ii. 30, 37.) μία ἐν Ἀριμίνῳ μετὰ τῆς ὑπατείας ἀνεγνώσθη. Ὀγδόη δέ ἐστιν ἡ ἐν Σελευκείᾳ, ἣν οἱ περὶ Ἀκάκιον ἀνεγνώκεισαν. Τελευταία δὲ [*](ii. 40.) ἐν Κωνσταντινουπόλει μετὰ τῆς προσθήκης ἐκδέδοται: πρόσκειται γὰρ αὐτῇ, μήτε οὐσίαν, μήτε ὑπόστασιν ἐπὶ Θεοῦ λέγειν. Ταύτῃ καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος τότε πρῶτον συνέθετο: τὸν γὰρ ἔμπροσθεν χρόνον τὴν ἐν Νικαίᾳ πίστιν ἠσπάζετο, ἑπόμενος Θεοφίλῳ, ὃς τῶν Γότθων ἐπίσκοπος ὢν τῇ ἐν Νικαίᾳ συνόδῳ παρὼν καθυπέγραψε. Τοσαῦτα μὲν περὶ τούτων εἰρήσθω.

Ὡς καθαιρεθέντος Μακεδονίου, Εὐδόξιος τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως κατέσχεν.

Οἱ δὲ περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐν τῇ Κωνσταντινουπόλει περὶ τὸ ἀντικαθαιρεῖν καὶ αὐτοὶ τινὰς τοῦ ἑτέρου μέρους ἀγῶνα ἐτίθεντο. Ἰστέον δὲ ὅτι οὐδέτεροι διὰ θρησκείαν, ἀλλὰ δἰ ἑτέρας προφάσεις, τὰς καθαιρέσεις πεποίηνται: διακρινόμενοι γὰρ περὶ πίστεως, ἐν τῷ καθαιρεῖν ἀλλήλους τὴν ἀλλήλων πίστιν οὐ διεμέμφοντο. Συγχρώμενοι δὲ οἱ περὶ Ἀκάκιον τῇ τοῦ βασιλέως ὀργῇ, ἣν κατά τε τῶν ἄλλων, καὶ μάλιστα κατὰ Μακεδονίου, φυλάττων ἐκτελέσαι ἐσπούδαζεν, καθαιροῦσι, πρῶτον μὲν Μακεδόνιον, καὶ ὡς αἴτιον πολλῶν φόνων γενόμενον, καὶ ὅτι διάκονον ἐπὶ πορνείᾳ ἁλόντα ἐδέξατο εἰς κοινωνίαν: Ἐλεύσιον δὲ τὸν Κυζίκου, διότι Ἡράκλειόν

130
τινα ἱερέα τοῦ ἐν Τύρῳ Ἡρακλέους ἐπὶ γοητείᾳ ληφθέντα βαπτίσας εἰς διάκονον προεβάλετο: Βασίλειον δὲ, τὸν καὶ Βασιλᾶν, καὶ γὰρ οὕτως ὠνομάζετο, τὸν ἐν Ἀγκύρᾳ εἰς τὸν τόπον Μαρκέλλου προχειρισθέντα, ὡς ἀδίκως τινα βασανίσαντα καὶ σιδηροδέσμοις φυλακαῖς κατακλείσαντα, καὶ ὅτι συκοφαντίας τισιν ἔρραψεν, ἔτι μὴν καὶ ὅτι δἰ ἐπιστολῶν τὰς ἐν Ἀφρικῇ ἐκκλησίας ἐτάραξεν: Δρακόντιον δὲ, ὅτι ἀπὸ Γαλατίας μετέβη εἰς Πέργαμον: καθεῖλον δὲ καὶ Νεωνᾶν τὸν Σελευκείας, ἐν ᾗ ἐγεγόνει ἡ σύνοδος: ἔτι μὴν καὶ Σωφρόνιον τὸν Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ, καὶ Ἐλπίδιον Σατάλων τῆς Μακεδονίας, καὶ τῶν Ἱεροσολύμων Κύριλλον: καὶ ἄλλους δἰ ἄλλας αἰτίας ἐξέβαλλον.

Περὶ Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου.

Εὐστάθιος δὲ ὁ τῆς ἐν Ἀρμενίᾳ Σεβαστείας οὔτε εἰς ἀπολογίαν ἐδέχθη, διότι ὑπὸ Εὐλαλίου τοῦ ἰδίου πατρὸς καὶ ἐπισκόπου Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἤδη πρότερον καθῄρητο, ἐπειδὴ ἀνάρμοστον τῇ ἱερωσύνῃ στολὴν ἠμφίεστο. Ἰστέον δὲ ὅτι εἰς τόπον Εὐσταθίου Μελέτιος κατέστη ἐπίσκοπος, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν. Εὐστάθιος μέντοι καὶ μετὰ ταῦτα ἐν τῇ δἰ αὐτὸν γενομένῃ ἐν Γάγγραις τῆς Παφλαγονίας συνόδῳ κατεκρίθη, διότι μετὰ τὸ καθαιρεθῆναι αὐτὸν ἐν τῇ κατὰ Καισάρειαν συνόδῳ πολλὰ παρὰ [*](Cp. 1 Tim. iv. 3.) τοὺς ἐκκλησιαστικοὺς τύπους ἔπραττεν. Γαμεῖν γὰρ ἐκώλυε, καὶ βρωμάτων ἀπέχεσθαι ἐδογμάτιζεν: καὶ διὰ τούτων πολλοὺς μὲν γεγαμηκότας τοῦ συνοικεσίου ἐχώριζε, καὶ τὰς ἐκκλησίας ἐκτρεπομένους ἐπ̓ οἰκίας τὴν κοινωνίαν ποιεῖσθαι ἀνέπειθε. Δούλους τε προσχήματι θεοσεβείας τῶν δεσποτῶν ἀπέσπα. Αὐτός τε φιλοσόφου σχῆμα φορῶν, καὶ τοὺς: ἀκολουθοῦντας αὐτῷ ξένῃ στολῇ χρῆσθαι ἐποίει, καὶ τὰς γυναῖκας κείρεσθαι παρεσκεύαζεν. Καὶ τὰς μὲν ὡρισμένας νηστείας ἐκτρέπεσθαι, τὰς Κυριακὰς δὲ νηστεύειν ἐδίδασκεν: ἐν οἴκοις τε γεγαμηκότων εὐχὰς ἐκώλυε γενέσθαι: καὶ πρεσβυτέρου γυναῖκα ἔχοντος, ἣν νόμῳ λαϊκὸς ὢν ἠγάγετο, τὴν εὐλογίαν καὶ τὴν κοινωνίαν ὡς μῦσος ἐκκλίνειν ἐκέλευε. Καὶ ἄλλα πλεῖστα παραπλήσια τούτοις ποιοῦντος αὐτοῦ καὶ διδάσκοντος, σύνοδος, ὡς ἔφην, ἐν Γάγγραις τῆς Παφλαγονίας συναχθεῖσα αὐτόν τε καθεῖλε, καὶ τὰ δόγματα αὐτοῦ ἀνεθεμάτισε.

131
Ταῦτα μὲν οὖν ὕστερον ἐγένετο: τότε δὲ ἐκβληθέντος Μακεδονίου, Εὐδόξιος ἐν δευτέρῳ τὸν Ἀντιοχείας θέμενος θρόνον, τῆς Κωνσταντινουπόλεως ἀναδείκνυται, τῶν περὶ Ἀκάκιον ἐνθρονισάντων αὐτόν. Οἳ ἐλάνθανον ἑαυτοὺς ἐναντία νομοθετοῦντες τοῖς ὑπ̓ αὐτῶν κεκριμένοις: οἱ γὰρ Δρακόντιον καθελόντες, διότι ἐκ Γαλατίας μετέβη εἰς Πέργαμον, οὐκ ἐλογίζοντο, Εὐδόξιον δεύτερον τότε ποιούμενον τὴν μετάβασιν ἐνθρονίζοντες, ὡς ὑπεναντία τοῖς οἰκείοις δόγμασιν ἔπραττον. Ταῦτα κατεργασάμενοι, τὴν μὲν ἀναγνωσθεῖσαν πίστιν εἰς τὴν Ἀρίμινον μετὰ τῆς γενομένης προσθήκης ὡς διορθώσαντες ἐξεπέστειλαν, ἐντειλάμενοι τοὺς μὴ ὑπογράφοντας αὐτῇ ἐξορίζεσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. Γνώριμα δὲ καθιστῶσι τὰ ὑπ̓ αὐτῶν πεπραγμένα τοῖς τε ἄλλοις τοῖς κατὰ τὴν ἀνατολὴν ὁμοδόξοις, καὶ Πατροφίλῳ τῷ Σκυθοπόλεως: οὗτος γὰρ ἐκ τῆς Σελευκείας ἐπὶ τὴν οἰκείαν εὐθὺς ὥρμησε πόλιν. Εὐδοξίου δὲ ἀναδειχθέντος τῆς μεγαλοπόλεως, τηνικαῦτα ἡ μεγάλη ἐκκλησία ὀνομαζομένη Σοφία ἐνεκαινίσθη, ἐν [*](A.D. 360.) ὑπατείᾳ Κωνσταντίου τὸ δέκατον, καὶ Ἰουλιανοῦ Καίσαρος τὸ τρίτον, τῇ πεντεκαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός. Εὐδόξιος δὲ καθεσθεὶς εἰς τὸν θρόνον αὐτῆς, πρώτην ἐκείνην τὴν πολυθρύλητον ἀφῆκε φωνὴν, φράσας, Ὁ Πατὴρ ἀσεβὴς, ὁ Υἱὸς εὐσεβής. [*](Cp. iv. 13.) Θορύβου δὲ καὶ στάσεως ἐπὶ τούτῳ γενομένης, Μηδὲν, ἔφη, ταράττεσθε πρὸς τὸ λεχθὲν ὑπ̓ ἐμοῦ: ὁ γὰρ Πατὴρ ἀσεβὴς, ὅτι οὐδένα σέβει: ὁ δὲ Υἱὸς εὐσεβὴς, ὅτι σέβει τὸν Πατέρα. Τοιαῦτα δὲ τοῦ Εὐδοξίου εἰπόντος, ὁ μὲν θόρυβος κατεστάλη, γέλως δὲ ἀντὶ θορύβου κατεῖχε πολὺς τὴν ἐκκλησίαν: καὶ μένει τὸ λεχθὲν ἄχρι δεῦρο γελώμενον. Τοιαῦτα γὰρ δὴ οἱ αἱρεσιάρχαι σοφιζόμενοι, καὶ περὶ τοιαύτας ἀσχολούμενοι λέξεις, τὴν ἐκκλησίαν διέσπασαν. Τοῦτο μὲν οὖν τοιοῦτο τέλος καὶ ἡ ἐν Κωνσταντινουπόλει γενομένη σύνοδος ἔσχεν.

Περὶ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου.

Ἤδη δὲ λοιπὸν καὶ τὰ περὶ Μελετίου λεκτέον. Οὗτος γὰρ, ὡς μικρὸν ἔμπροσθεν εἶπον, τῆς Ἀρμενίων Σεβαστείας ἐπίσκοπος προεβλήθη, Εὐσταθίου καθαιρεθέντος: ἐκ δὲ Σεβαστείας εἰς Βέροιαν τῆς Συρίας μετηνέχθη. Γενόμενος δὲ ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ,

132
καὶ τῇ πίστει τῶν περὶ Ἀκάκιον ὑπογράψας, ὡς εἶχεν ἐπὶ τὴν Βέροιαν ἀνεχώρησε. Γενομένης δὲ τῆς ἐν Κωνσταντινουπόλει συνόδου, οἱ ἐν Ἀντιοχείᾳ πυθόμενοι τὸν Εὐδόξιον καταπεφρονηκέναι μὲν τῆς αὐτῶν ἐκκλησίας, ἐπὶ δὲ τὸν πλοῦτον Κωνσταντινουπόλεως ἀποκεκλικέναι, μεταπεμψάμενοι τὸν Μελέτιον ἐκ τῆς Βεροίας εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν ἐνθρονίζουσιν. Ὁ δὲ πρῶτον μὲν περὶ δόγματος διαλέγεσθαι ὑπερετίθετο, μόνην δὲ τὴν ἠθικὴν διδασκαλίαν τοῖς ἀκροαταῖς προσῆγεν: προβαίνων δὲ τὴν ἐν Νικαίᾳ παρετίθετο πίστιν, καὶ διδάσκει τὸ ὁμοούσιον. Ταῦτα πυθόμενος ὁ βασιλεὺς τὸν μὲν ἐξόριστον γενέσθαι ἐκέλευσεν: Εὐζώϊον δὲ, τὸν ἤδη πρότερον ἅμα Ἀρείῳ καθαιρεθέντα, τῆς Ἀντιοχείας ἐπίσκοπον προχειρισθῆναι πεποίηκεν. Ὅσοι δὲ τὴν πρὸς Μελέτιον διάθεσιν ἔσωζον, καταλιπόντες τὸ Ἀρειανικὸν ἄθροισμα, κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσαντο: τῶν τὸ ὁμοούσιον ἐξ ἀρχῆς φρονούντων μὴ θελησάντων αὐτοῖς κοινωνεῖν, διότι ἐκ τῆς Ἀρειανῆς ψήφου τὴν χειροτονίαν Μελέτιος εἶχε λαβὼν, καὶ ὅτι ἀκολουθήσαντες αὐτῷ ὑπ̓ ἐκείνων βαπτισθέντες ἐτύγχανον. Τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ ἐν Ἀντιοχείᾳ ἐκκλησία εἰς ἕτερον ὁμόδοξον διετέθη μέρος. Ὁ μέντοι βασιλεὺς, πυθόμενος κινεῖσθαι πάλιν κατὰ Ῥωμαίων τὰ Περσῶν ἔθνη, ταχέως ἐπὶ τὸν Ἀντιόχειαν ὥρμησεν.

Περὶ τῆς Μακεδονίου αἱρέσεως.

Μακεδόνιος δὲ τῆς Κωνσταντινουπόλεως ἐκβληθεὶς, καὶ μὴ φέρων τὴν καταδίκην, ἡσυχάζειν οὐδαμῶς ἠνείχετο: ἀλλὰ ἀποκλίνει μὲν πρὸς τοὺς τοῦ ἑτέρου μέρους, οἳ ἐν τῇ Σελευκείᾳ καθεῖλον τοὺς περὶ Ἀκάκιον: διεπρεσβεύετο δὲ πρός τε Σωφρόνιον καὶ Ἐλεύσιον, ἀντέχεσθαι μὲν τῆς πρότερον ἐν Ἀντιοχείᾳ ἐκτεθείσης πίστεως, μετὰ ταῦτα δὲ ἐν Σελευκείᾳ βεβαιωθείσης, καὶ παρασήμῳ ὀνόματι ὁμοιούσιον τὴν πίστιν ἐπιφημισθῆναι παρῄνεσε. Συνέρρεον οὖν πρὸς αὐτὸν πολλοὶ τῶν γνωρίμων αὐτῷ, οἳ νῦν Μακεδονιανοὶ χρηματίζουσιν ἐξ αὐτοῦ: ὅσοι τε ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ τοῖς περὶ Ἀκάκιον διεκρίθησαν, φανερῶς τὸ ὁμοιούσιον ἐδογμάτισαν, τὸ πρότερον ἤδη μὲν οὐκ ἐκτρανοῦντες αὐτό. Φήμη δέ τις παρὰ τοῖς πολλοῖς ἐκράτει, ὡς οὐκ εἴη Μακεδονίου τοῦτο εὕρεμα, Μαραθωνίου

133
δὲ μᾶλλον, ὃν μικρὸν ἔμπροσθεν τῆς Νικομηδείας πεποιήκεισαν ἐπίσκοπον: διὸ καὶ Μαραθωνιανοὺς καλοῦσιν αὐτούς. Τούτοις δὴ προσφεύγει καὶ Εὐστάθιος, ὁ τῆς Σεβαστείας ἐκβληθεὶς διὰ πρόφασιν ἣν μικρῷ πρότερον εἴρηκα. Ὡς δὲ ὁ Μακεδόνιος τὸ Ἄγιον Πνεῦμα συναναλαβεῖν εἰς τὴν θεολογίαν τῆς Τριάδος ἐξέκλινε, τότε δὴ καὶ Εὐστάθιος, Ἐγὼ, ἔφη, οὔτε Θεὸν ὀνομάζειν τὸ Πνεῦμα τὸ Ἅγιον αἱροῦμαι, οὔτε κτίσμα καλεῖν τολμήσαιμι. Διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ Πνευματομάχους ἀποκαλοῦσιν αὐτοὺς οἱ τὸ ὁμοούσιον φρονοῦντες. Ὅπως μὲν οὖν οἱ περὶ Μακεδόνιον εἰς τὸν Ἑλλήσποντον πλεονάζουσι, κατὰ χώραν ἐρῶ. [*](Cp. iv. 4.) Οἱ δὲ περὶ Ἀκάκιον σπουδὴν πεποίηνται αὖθις ἐν τῇ Ἀντιοχείᾳ συνελθεῖν, μεταγνόντες ὅτι ὅλως ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρί. Τῇ οὖν ἑξῆς ὑπατείᾳ, ἥτις ἐστὶ Ταύρου καὶ Φλωρεντίου, [*](A.D. 361.) γενόμενοι κατὰ τὴν Συρίας Ἀντιόχειαν, Εὐζωΐου κρατοῦντος τῆς ἐκεῖ ἐκκλησίας, καὶ τοῦ βασιλέως ἐν αὐτῇ διατρίβοντος, ὀλίγοι τινες ἀνεκίνουν αὖθις τὰ δεδογμένα αὐτοῖς, φάσκοντες δεῖν περιαιρεθῆναι τὴν τοῦ ὁμοίου λέξιν ἐκ τῆς ἐκδοθείσης πίστεως ἐν τῇ Ἀριμήνῳ καὶ ἐν Κωνσταντινουπόλει: οὐκέτι ἐπικρύπτοντες, ἀλλὰ [*]([Qu. *)arimi/nw|;]) ἀναφανδὸν λέγοντες, ὅτι κατὰ πάντα ἀνόμοιος ὁ Υἱὸς τῷ Πατρὶ, οὐ [*](Cp. Athan. de Syn. 31.) μόνον κατὰ τὴν οὐσίαν, ἀλλὰ δὴ καὶ κατὰ βούλησιν: ἐξ οὐκ ὄντων τε αὐτὸν, ὡς Ἄρειος ἔλεγε, καὶ αὐτοὶ γενέσθαι ἀπεφῄναντο. Συνελαμβάνοντο δὲ ταύτῃ τῇ δόξῃ οἱ ἐν Ἀντιοχείᾳ τότε τὰ Ἀετίου φρονοῦντες: διόπερ, μετὰ τοῦ ἔχειν τὴν Ἀρειανὴν προσωνυμίαν, ἔτι καὶ Ἀνόμοιοι καὶ Ἐξουκόντιοι ἐκλήθησαν ὑπὸ τῶν ἐν Ἀντιοχείᾳ φρονούντων μὲν τὸ ὁμοούσιον, διῃρημένων δὲ τότε διὰ τὴν ἐπὶ Μελετίῳ γενομένην αἰτίαν, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐρωτηθέντες δ̓ οὖν ὅμως παῤ ἐκείνων, διὰ τί, ἐν τῇ ἐκθέσει τῆς ἑαυτῶν πίστεως Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν εἰπόντες, ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων τολμῶσιν ὀνομάζειν, τοιοῖσδε σοφίσμασιν ἐπεχείρουν τὴν ἀντίθεσιν ἀποδύεσθαι: ὅτι οὕτως, φησὶν, εἴρηται τὸ ἐκ Θεοῦ, ὡς εἴρηται παρὰ τῷ ἀποστόλῳ, Τὰ δὲ πάντα ἐκ τοῦ [*](1 Cor. xi. 12.) Θεοῦ: ἓν οὖν τῶν πάντων, καὶ ὁ Υἱός ἐστιν ἐκ τοῦ Θεοῦ: καὶ διὰ τοῦτο πρόσκειται ἐν ταῖς ἐκδόσεσι τὸ κατὰ τὰς γραφάς. Τούτου δὲ τοῦ σοφίσματος ἀρχηγὸς ἦν Γεώργιος ὁ Λαοδικείας ἐπίσκοπος: ὅστις ἀνάγωγος ὢν τῶν τοιούτων λόγων, ἠγνόησεν ὅπως τὰ τοιαῦτα τοῦ ἀποστόλου ἰδιώματα τοῖς ἀνωτέρω χρόνοις Ὠριγένης
134
πλατύτερον ἐξετάσας ἡρμήνευσεν. Ἀλλ̓ ὅμως, εἰ καὶ τοιαῦτα ἐπεχείρουν σοφίζεσθαι, τοὺς ὀνειδισμοὺς καὶ τὴν κατάγνωσιν οὐ φέροντες, ἀνέγνωσαν τὴν αὐτὴν πίστιν ἣν καὶ ἐν Κωνσταντινουπόλει: καὶ οὕτως κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Γεώργιος μὲν οὖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ὁρμήσας τῶν τε ἐκκλησιῶν ἔτι ἐκράτει, Ἀθανασίου ἔτι ἀφανοῦς τυγχάνοντος, καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ μὴ φρονοῦντας τὰ αὐτοῦ συνήλαυνε. Χαλεπὸς δὲ ἦν καὶ [*](Cp. iii. 2.) τῷ δήμῳ τῆς πόλεως: τοῖς πλείοσι γὰρ ἦν ἀπεχθής. Ἐν δὲ τοῖς Ἱεροσολύμοις ἀντὶ Κυρίλλου προεχειρίσθη Ἀρρήνιος. Ἰστέον δὲ, ὅτι καὶ μετ̓ ἐκεῖνον Ἡράκλειος κατέστη, καὶ αὖθις Ἱλάριος: ὕστερον δὲ χρόνῳ Κύριλλος ἐπέβη τῶν Ἱεροσολύμων, καὶ τῆς ἐκεῖ ἐκκλησίας ἐγκρατὴς ἐγένετο. Τότε δὲ καὶ ἑτέρα παρεφύη αἵρεσις ἐξ αἰτίας τοιάσδε.

Περὶ τῶν Ἀπολιναριστῶν καὶ τῆς αἱρέσεως αὐτῶν.

Ἐν Λαοδικείᾳ τῆς Συρίας δύο ἦσαν ἄνδρες ὁμώνυμοι, πατήρ τε καὶ παῖς: ἑκατέρῳ γὰρ ἦν ὄνομα Ἀπολινάριος: ὧν ὁ μὲν πατὴρ τοῦ πρεσβυτερίου κατὰ τὴν ἐκκλησίαν ἠξιοῦτο, ὁ δὲ παῖς τὴν τοῦ ἀναγνώστου τάξιν εἶχεν. Ἀμφότεροι δὲ ἦσαν Ἑλληνικῶν λόγων διδάσκαλοι: γραμματικῶν μὲν ὁ πατὴρ, ῥητορικῶν δὲ ὁ υἱός. Ὁ μὲν οὖν πατὴρ Ἀλεξανδρεὺς ὢν τὸ γένος, πρότερον δὲ ἐν τῇ Βηρυτῷ διδάξας, εἶτα μεταστὰς εἰς Λαοδίκειαν καὶ γήμας ἐκεῖ, ἴσχει τὸν υἱὸν Ἀπολινάριον. Ἄμφω δὲ ὅμως τότε συνήκμαζον Ἐπιφανίῳ τῷ σοφιστῇ, καὶ γνήσιοι ὄντες φίλοι συνεκρότουν αὐτόν. Δείσας δὲ Θεόδοτος ὁ τῆς Λαοδικείας ἐπίσκοπος μὴ τῇ συνεχεῖ τἀνδρὸς ὁμιλίᾳ πρὸς τὸν Ἑλληνισμὸν ἀποκλίνωσι, διεκώλυε φοιτᾷν παῤ αὐτόν: οἱ δὲ, μικρὰ τοῦ ἐπισκόπου φροντίσαντες, τὴν τοῦ Ἐπιφανίου φιλίαν ἠσπάζοντο. Μετὰ ταῦτα Γεώργιος ὁ Θεοδότου διάδοχος σπεύσας ἀποστῆσαι αὐτοὺς, καὶ μηδενὶ τρόπῳ πεῖσαι δυνηθεὶς, ἄμφω τῆς κοινωνίας ἐζημίωσεν. Ὕβριν τε ἡγεῖται ὁ παῖς Ἀπολινάριος τὰ γενόμενα, καὶ τῇ ἐννοίᾳ τοῦ σοφιστικοῦ λόγου θαρρῶν καινοτομεῖ καὶ αὐτὸς αἵρεσιν, ἣ νῦν ἐπιπολάζει, τοὔνομα τοῦ εὑρόντος εὔχουσα. Φασὶ δέ τινες διενεχθῆναι αὐτοὺς πρὸς Γεώργιον οὐ τοσοῦτον διὰ τὴν προειρημένην αἰτίαν, ἀλλ̓ ὅτι ἑώρων αὐτὸν ἀλλόκοτα δογματίζοντα, καὶ νῦν μὲν ὅμοιον ὁμολογοῦντα

135
τὸν Υἱὸν τῷ Πατρὶ, καθ̓ ὃ ἐν τῇ Σελευκείᾳ συνέθετο, νῦν δὲ εἰς τὴν Ἀρειανὴν ἀποκλίνοντα δόξαν. Διόπερ εὐπροφάσιστον λαβόντες αἰτίαν, ποιοῦνται τὴν ἀναχώρησιν: ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχε, παρεισάγουσι σχῆμα θρησκείας. Καὶ πρότερον μὲν ἔλεγον ἀναληφθῆναι τὸν ἄνθρωπον ὑπὸ τοῦ Θεοῦ Λόγου, ἐν τῇ οἰκονομίᾳ τῆς ἐνανθρωπήσεως, ψυχῆς ἄνευ. Εἶτα ὡς ἐκ μετανοίας ἐπιδιορθούμενοι προσέθεσαν, ψυχὴν μὲν ἀνειληφέναι, νοῦν δὲ οὐκ ἔχειν αὐτὴν, ἀλλ̓ εἶναι τὸν Θεὸν Λόγον ἀντὶ νοῦ εἰς τὸν ἀναληφθέντα ἄνθρωπον. Περὶ τούτου μόνου δὴ λέγουσι διαφέρεσθαι οἱ νῦν ἐξ ἐκείνων τὴν προσωνυμίαν ἔχοντες: τὴν γὰρ Τριάδα ὁμοούσιον εἶναι φασί. Περὶ μὲν οὖν τῶν Ἀπολιναρίων καὶ αὖθις κατὰ [*](Cp. iii. 16.) χώραν μνημονεύσομεν.

Περὶ τῆς Κωνσταντίου τοῦ βασιλέως τελευτῆς.

Τοῦ μέντοι βασιλέως Κωνσταντίου ἐν Ἀντιοχείᾳ διάγοντος, ὁ Καῖσαρ Ἰουλιανὸς ἐν ταῖς Γαλλίαις πολλοῖς βαρβάροις συμπλέκει: καὶ νικήσας, πᾶσι μὲν τοῖς στρατευομένοις ἐπέραστος διὰ τοῦτο γεγονὼς, ὑπ̓ αὐτῶν ἀναγορεύεται βασιλεύς. Τούτου διαγγελθέντος, ὁ βασιλεὺς Κωνστάντιος εἰς ἀγῶνα κατέστη: βαπτισθεὶς δὲ ὑπὸ Εὐζωΐου, ἐπὶ τὸν πρὸς αὐτὸν ἐχώρει πόλεμον. Γενόμενος δὲ μεταξὺ Καππαδοκίας καὶ Κιλικίας, ἐν Μοψουκρήναις ἐτελεύτα τὸν βίον, ὑπὸ φροντίδος ἀποπληξίᾳ ληφθεὶς, ἐν ὑπατείᾳ Ταύρου [*](A.D. 361.) καὶ Φλωρεντίου, τῇ τρίτῃ τοῦ Νοεμβρίου μηνός. Τοῦτο δὲ ἦν ἔτος πρῶτον τῆς διακοσιοστῆς ὀγδοηκοστῆς πέμπτης Ὀλυμπιάδος. Ἔζησε δὲ Κωνστάντιος ἔτη τεσσαράκοντα πέντε, βασιλεύσας ἔτη τριάκοντα ὀκτώ: συμβασιλεύσας μὲν τῷ πατρὶ ἔτη δεκατρία: μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ, ἔτη εἰκοσιπέντε, ὅσων περ καὶ ἡ βίβλος περιέχει χρόνον ἐτῶν.