Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ Ἀντωνίου τοῦ μοναχοῦ.

Ὁποῖος δὲ ἦν ἐπὶ τῶν αὐτῶν χρόνων καὶ ὁ μοναχὸς Ἀντώνιος ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, ὃς φανερῶς τοῖς δαίμοσιν ἀντεπάλαιεν, ἐφευρίσκων τε ἁπλῶς τὰς τέχνας αὐτῶν καὶ τοὺς ἄθλους, καὶ ὅπως πολλὰ ἐποίει τεράστια, περιττὸν λέγειν ἡμᾶς: ἔφθασε γὰρ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος, μονόβιβλον εἰς τὸν αὐτοῦ βίον ἐκθέμενος. Τοιούτων ἀγαθῶν εὐφορία κατὰ ταὐτὸν ὑπὸ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως ἐγένετο.

Περὶ Μάνετος τοῦ ἀρχηγοῦ τῆς αἱρέσεως τῶν Μανιχαίων, καὶ ὅθεν ἦν τὴν ἀρχήν.

Ἀλλὰ μεταξὺ τοῦ χρηστοῦ σίτου εἴωθε καὶ ζιζάνια φύεσθαι: [*](Matt. xiii. 25.) φθόνος γὰρ τοῖς ἀγαθοῖς ἐφεδρεύειν φιλεῖ. Παρεφύη γὰρ μικρὸν

44
ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων τῷ ἀληθεῖ Χριστιανισμῷ Ἑλληνίζων Χριστιανισμὸς, καθάπερ καὶ τοῖς προφήταις ψευδοπροφῆται, καὶ ἀποστόλοις ψευδαπόστολοι παρεφύοντο. Τηνικαῦτα γὰρ τὸ Ἐμπεδοκλέους τοῦ παῤ Ἕλλησι φιλοσόφου δόγμα διὰ τοῦ [*](Eus. H. E. vii. 31.) Μανιχαίου Χριστιανισμὸν ὑπεκρίνατο: περὶ οὗ Εὐσέβιος μὲν ὁ Παμφίλου ἐν τῇ ἑβδόμῃ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπεμνήσθη: οὐ μὴν ἀκριβῶς διηγήσατο. Διόπερ τὸ παραλειφθὲν ἐκείνῳ ἀναπληρῶσαι ἀναγκαῖον ἡγοῦμαι: γνωσθήσεται γὰρ, τίς τε ὢν ὁ [*](Cp. Cyril. Hier. Catech. vi. 22 s#3.) Μανιχαῖος καὶ πόθεν, τοιαῦτα ἐτόλμησε. Σκυθιανός τις Σαρακηνὸς γυναῖκα εἶχεν αἰχμάλωτον ἐκ τῶν ἄνω Θηβῶν: δἰ ἣν τὴν Αἴγυπτον οἰκήσας, καὶ τὴν Αἰγυπτίων παιδείαν μαθὼν, τὴν Ἐμπεδοκλέους καὶ Πυθαγόρου δόξαν εἰς τὸν Χριστιανισμὸν παρεισήγαγε: δύο φύσεις εἰπὼν, ἀγαθήν τε καὶ πονηρὰν, ὡς καὶ Ἐμπεδοκλῆς, νεῖκος ὀνομάζων τὴν πονηρὰν, φιλίαν δὲ τὴν ἀγαθήν. Τούτου δὲ τοῦ Σκυθιανοῦ μαθητὴς γίνεται Βούδδας, πρότερον Τερέβινθος καλούμενος: ὅς τις ἐπὶ τὴν Βαβυλωνίαν χώραν ὁρμήσας, ἥ τις ὑπὸ Περσῶν οἰκεῖται, πολλὰ περὶ ἑαυτοῦ ἐτερατεύετο, φάσκων ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐν ὄρεσιν ἀνατετράφθαι. Εἶτα συγγράφει βιβλία τέσσαρα, ἓν μὲν ἐπονομάσας τῶν Μυστηρίων, ἕτερον δὲ, τὸ Εὐαγγέλιον: καὶ τὸν Θησαυρὸν τρίτον, καὶ τὰ Κεφάλαια τέταρτον. Τελετὰς δέ τινας ποιεῖν σχηματιζόμενος, ἐδισκεύθη ὑπὸ πνεύματος, καὶ οὕτως ἀπώλετο. Γυνὴ δέ τις, παῤ ᾗ κατέλυεν, ἔθαψεν αὐτόν: καὶ τὰ ἐκείνου χρήματα κατασχοῦσα, παιδάριον ὠνήσατο, περὶ ἑπτὰ ἔτη τὴν ἡλικίαν, ὀνόματι Κούβρικον: τοῦτον ἐλευθερώσασα, καὶ γράμματα ἐκδιδάξασα, μετὰ χρόνον ἐτελεύτησε, πάντα αὐτῷ τὰ χρήματα τοῦ Τερεβίνθου καταλείψασα, καὶ τὰ βιβλία ἅπερ ἦν συντάξας ἐκεῖνος, ὑπὸ Σκυθιανῷ παιδευόμενος. Ταῦτα λαβὼν ὁ ἀπελεύθερος Κούβρικος, καὶ ἐπὶ τὰ Περσῶν μέρη χωρήσας, μετονομάζει μέν ἑαυτὸν Μάνην: τὰ δὲ τοῦ Βούδδα ἤτοι Τερεβίνθου βιβλία, ὡς οἰκεῖα, τοῖς ὑπ̓αὐτοῦ πλανηθεῖσιν ἐξέδωκεν. Αἱ τῶν βίβλων τοίνυν ὑποθέσεις Χριστιανίζουσι μὲν τῇ φωνῇ, τοῖς δὲ δόγμασιν Ἑλληνίζουσι: καὶ γὰρ πολλοὺς θεοὺς σέβειν ὁ Μανιχαῖος προτρέπεται ἄθεος ὢν, καὶ τὸν ἥλιον προσκυνεῖν διδάσκει: καὶ εἱμαρμένην εἰσάγει, καὶ τὸ ἐφ̓ ἡμῖν ἀναιρεῖ: καὶ μετενσωμάτωσιν δογματίζει, φανερῶς Ἐμπεδοκλέους καὶ Πυθαγόρου καὶ Αἰγυπτίων ταῖς δόξαις ἀκολουθήσας: καὶ τὸν Χριστὸν ἐν σαρκὶ
45
γεγονέναι οὐ βούλεται, φάντασμα αὐτὸν λέγων εἶναι: καὶ νόμον καὶ προφήτας ἀθετεῖ: καὶ ἑαυτὸν ὀνομάζει Παράκλητον: ἅπερ πάντα ἀλλότρια τῆς ὀρθοδόξου ἐκκλησίας καθέστηκεν. Ἐν δὲ ταῖς ἐπιστολαῖς, καὶ ἀπόστολον ἑαυτὸν ὀνομάζειν ἐτόλμησεν. Ἀλλὰ τοῦ τηλικούτου ψεύδους ἀξίαν εὕρετο δίκην διὰ τοιάνδε αἰτίαν. Τοῦ βασιλέως Περσῶν υἱὸς νόσῳ περιπεπτώκει: ὁ δὲ πατὴρ, τὸ δὴ λεγόμενον, πάντα λίθον ἐκίνει, τὸν υἱὸν σωθῆναι βουλόμενος: μαθών τε περὶ τοῦ Μανιχαίου, καὶ τὰς τερατείας αὐτοῦ νομίσας εἶναι ἀληθεῖς, ὡς ἀπόστολον μεταπέμπεται, πιστεύσας δἰ αὐτοῦ σωθήσεσθαι τὸν υἱόν. Ὁ δὲ παραγενόμενος μετὰ τοῦ ἐπιπλάστου σχήματος ἐγχειρίζεται τὸν τοῦ βασιλέως υἱόν: ὁ δὲ βασιλεὺς ἑωρακὼς ἅτι ὁ παῖς ἐν ταῖς χερσὶν αὐτοῦ ἐτεθνήκει, συγκλείσας αὐτὸν, τιμωρεῖσθαι ἕτοιμος ἦν: ὁ δὲ διαδρὰς ἐπὶ τὴν Μεσοποταμίαν διασώζεται. Μαθών τε αὐτὸν ὁ τῶν Περσῶν βασιλεὺς ἐκεῖ διατρίβειν, ἀνάρπαστον ποιήσας, ζῶντα ἐξέδειρεν: καὶ ἀχύρων τὴν δορὰν πληρώσας, πρὸ τῆς πύλης τῆς πόλεως προὔθηκε. Ταῦτα δὲ ἡμεῖς, οὐ πλάσαντες λέγομεν, ἀλλὰ διαλόγῳ Ἀρχελάου τοῦ ἐπισκόπου Κασχάρων, μιᾶς τῶν ἐν Μεσοποταμίᾳ πόλεων, ἐντυχόντες συνηγάγομεν. Αὐτὸς γὰρ Ἀρχέλαος διαλεχθῆναι αὐτῷ φησὶ κατὰ πρόσωπον, καὶ τὰ προγεγραμμένα εἰς τὸν βίον αὐτοῦ ἐκτίθεται. Τοῖς οὖν ἀγαθοῖς ἐνακμάζουσιν ὁ φθόνος, καθὰ ἔφην, ἐφεδρεύειν φιλεῖ. Τίς δὲ ἡ αἰτία, δἰ ἣν ὁ ἀγαθὸς Θεὸς τοῦτο γίνεσθαι συγχωρεῖ, πότερον γυμνάσαι τὰ ἀγαθὰ τῶν δογμάτων βουλόμενος τῆς ἐκκλησίας, καὶ τὴν ἐπὶ τῇ πίστει προσγινομένην ἀλαζονείαν ἐκκόπτειν, ἢ ὅπως ποτὲ ἔχοι, δυσχερὴς μὲν καὶ μακρὰ ἡ ἀπόδοσις, οὐκ εὐκαίρως δὲ νῦν ἐξετάζεται: οὔτε γὰρ δόγματα πρόκειται γυμνάζειν ἡμῖν, οὔτε τοὺς περὶ προνοίας καὶ κρίσεως τοῦ Θεοῦ δυσευρέτους λόγους κινεῖν, ἀλλ̓ ἱστορίαν γεγονότων περὶ τὰς ἐκκλησίας πραγμάτων ὡς οἷόν τε διηγήσασθαι. Ὅπως μὲν οὖν μικρὸν ἔμπροσθεν τῶν Κωνσταντίνου χρόνων ἡ Μανιχαίων παρεφύη θρησκεία, εἴρηται: ἐπανέλθωμεν δὲ ἐπὶ τοὺς χρόνους τῆς προκειμένης ἱστορίας.
46

Ὡς Εὐσέβιος ὁ Νικομηδείας καὶ Θέογνις ὁ Νικαίας ἀναθαρσήσαντες σπουδὴν πεποίηνται παρατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν, διὰ τὸ σκευωρήσασθαι Ἀθανάσιον.

Οἱ περὶ Εὐσέβιον καὶ Θέογνιν τῆς ἐξορίας ἐπανελθόντες τὰς μὲν ἐκκλησίας κατέλαβον, ἐξωθήσαντες, ὡς ἔφην, τοὺς χειροτονηθέντας εἰς τὸν τόπον αὐτῶν: παρρησίαν τε οὐ τὴν τυχοῦσαν ἐκτήσαντο παρὰ τῷ βασιλεῖ, ὃς πάνυ διὰ τιμῆς ἦγεν αὐτοὺς, ὡς ἀπὸ κακοδοξίας εἰς τὴν ὀρθοδοξίαν ἐπιστρέψαντας. Οἱ δὲ, τῇ δοθείσῃ παρρησίᾳ καταχρησάμενοι, μείζονα τῆς προλαβούσης ταραχὴν τῇ οἰκουμένῃ ἐκίνησαν, διχόθεν ὁρμώμενοι, ἔκ τε τῆς προκατασχούσης αὐτοὺς Ἀρειανῆς δόξης, καὶ ἐκ τῆς πρὸς Ἀθανάσιον ἀπεχθείας: ἐπειδὴ αὐτοῖς ἐκεῖνος ἐν τῇ συνόδῳ γενναίως περὶ τῶν ζητουμένων δογμάτων ἀντέπεσεν. Πρῶτον μὲν τὴν Ἀθανασίου χειροτονίαν διέβαλλον, καὶ ὡς ἀναξίου πρὸς τὴν ἐπισκοπὴν, καὶ μὴ ὡς ὑπὸ ἀξιοπίστων γεγενημένου: ἐπεὶ δὲ ἐκεῖνος κρείττων τῆς διαβολῆς ἐδείκνυτο, ʽἐγκρατὴς γὰρ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενόμενος, διαπύρως ὑπὲρ τῆς ἐν νικαίᾳ πίστεως ἠγωνίζετὀ, τότε δὴ οἱ περὶ Εὐσέβιον σπουδὴν ἐτίθεντο, Ἀθανάσιον μὲν σκευωρήσασθαι, Ἄρειον δὲ καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν: οὕτω γὰρ μόνως δυνήσεσθαι τὴν τοῦ ὁμοουσίου πίστιν ἐκβαλεῖν, παρεισάγειν δὲ τὴν Ἀρειανίζουσαν. Ἔγραφεν οὖν Εὐσέβιος Ἀθανασίῳ, δέχεσθαι Ἄρειον καὶ τοὺς ἀμφ̓ αὐτόν: καὶ γράφων μὲν παρεκάλει, ἔξωθεν δὲ διηπείλει. Ἐπεὶ δὲ Ἀθανάσιος οὐδενὶ τρόπῳ ἐπείθετο, κατασκευάζει πεισθῆναι τὸν βασιλέα, δέξασθαι μὲν εἰς πρόσωπον τὸν Ἄρειον, καὶ κάθοδον αὐτῷ εἰς τὴν Ἀλεξάνδρειαν παρασχεῖν: καὶ ταῦτα μὲν ὅπως ἐξίσχυσε κατεργάσασθαι, κατὰ χώραν ἐρῶ. Πρὸ τούτων δὲ ἑτέρα ταῖς ἐκκλησίαις ἐπιγίνεται ταραχή: καὶ γὰρ πάλιν τὴν εἰρήνην οἱ οἰκεῖοι τῆς ἐκκλησίας ἐτάραττον. Εὐσέβιος μὲν οὖν ὁ Παμφίλου φησὶν, εὐθὺς μετὰ τὴν σύνοδον πρὸς ἑαυτὴν στασιάζειν τὴν Αἴγυπτον, τὴν αἰτίαν μὴ προστιθείς: ἐξ ὧν καὶ διγλώσσου δόξαν ἐκτήσατο, ὅτι τὰς αἰτίας λέγειν ἐκκλίνων, μὴ συνευδοκεῖν τοῖς ἐν Νικαίᾳ συνέθετο: ὡς δὲ ἡμεῖς ἐκ διαφόρων ἐπιστολῶν εὑρήκαμεν, ἃς μετὰ τὴν συνόδον οἱ ἐπίσκοποι πρὸς ἀλλήλους ἔγραφον, ἡ τοῦ ὁμοουσίου λέξις τινὰς διετάραττε: περὶ ἣν κατατριβόμενοι καὶ ἀκριβολογούμενοι

47
τὸν κατὰ ἀλλήλων πόλεμον ἤγειραν: νυκτομαχίας τε [*](Cp. vii. 32.) οὐδὲν ἀπεῖχε τὰ γινόμενα: οὐδὲ γὰρ ἀλλήλους ἐφαίνοντο νοοῦντες, ἀφ̓ ὧν ἀλλήλους βλασφημεῖν ὑπελάμβανον. Οἱ μὲν γὰρ τοῦ ὁμοουσίου τὴν λέξιν ἐκκλίνοντες, τὴν Σαβελλίου καὶ Μοντανοῦ δόξαν εἰσηγεῖσθαι τοὺς αὐτὴν προσδεχομένους ἐνόμιζον: καὶ διὰ τοῦτο βλασφήμους ἐκάλουν, ὡς ἀναιροῦντας τὴν ὕπαρξιν τοῦ Υἱοῦ τοῦ Θεοῦ: οἱ δὲ πάλιν τῷ ὁμοουσίῳ προσκείμενοι, πολυθεΐαν εἰσάγειν τοὺς ἑτέρους νομίζοντες, ὡς Ἑλληνισμὸν εἰσάγοντας ἐξετρέποντο. Καὶ Εὐστάθιος μὲν ὁ Ἀντιοχείας ἐπίσκοπος διασύρει τὸν Παμφίλου Εὐσέβιον, ὡς τὴν ἐν Νικαίᾳ πίστιν παραχαράττοντα: Εὐσέβιος δὲ τὴν μὲν ἐν Νικαίᾳ πίστιν οὔ φησι παραβαίνειν, διαβάλλει δὲ Εὐστάθιον, ὡς τὴν Σαβελλίου δόξαν εἰσάγοντα: διὰ ταῦτα ἕκαστοι ὡς κατὰ ἀντιπάλων τοὺς λόγους συνέγραφον: ἀμφότεροί τε λέγοντες ἐνυπόστατόν τε καὶ ἐνυπάρχοντα τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, ἕνα τε Θεὸν ἐν τρισὶν ὑποστάσεσιν εἶναι ὁμολογοῦντες, ἀλλήλοις, οὐκ οἶδ̓ ὅπως, συμφωνῆσαι οὐκ ἴσχυον: καὶ διὰ ταῦτα ἡσυχάζειν οὐδενὶ τρόπῳ ἠνείχοντο.

Περὶ τῆς γενομένης συνόδου ἐν Ἀντιοχείᾳ, ἣ καθεῖλεν Εὐστάθιον τὸν Ἀντιοχείας ἐπίσκοπον: ἐφ̓ ᾧ στάσεως γενομένης, μικροῦ ἀνετράπη ἡ πόλις.

Σύνοδον οὖν ἐν Ἀντιοχείᾳ ποιήσαντες, καθαιροῦσιν Εὐστάθιον, ὡς τὰ Σαβελλίου μᾶλλον φρονοῦντα, ἢ ἅπερ ἡ ἐν Νικαίᾳ σύνοδος ἐδογμάτισεν: ὡς μὲν οὖν τινες φασὶν, δἰ ἄλλας οὐκ ἀγαθὰς αἰτίας: φανερῶς γὰρ οὐκ εἰρήκασι. Τοῦτο δὲ ἐπὶ πάντων εἰώθασι τῶν καθαιρουμένων ποιεῖν οἱ ἐπίσκοποι, κατηγοροῦντες μὲν καὶ ἀσεβεῖν λέγοντες, τὰς δὲ αἰτίας τῆς ἀσεβείας οὐ προστιθέντες. Ὅτι μέντοι ὡς Σαβελλίζοντα καθεῖλον Εὐστάθιον, Κύρου τοῦ Βεροίας ἐπισκόπου κατηγοροῦντος αὐτοῦ, Γεώργιος ὁ Λαοδικείας τῆς ἐν Συρίᾳ ἐπίσκοπος, [*](Cp. ii. 26; Athan. de Syn. 17.) εἷς ὢν τῶν μισούντων τὸ ὁμοούσιον, ἐν τῷ ἐγκωμίῳ τῷ εἰς Εὐσέβιον τὸν Ἐμισηνὸν ἔγραψεν [εἰρηκέναι]. Καὶ περὶ μὲν τοῦ Ἐμισηνοῦ Εὐσεβίου κατὰ χώραν ἐροῦμεν. Γεώργιος δὲ περὶ Εὐσταθίου γράφει: φάσκων γὰρ Εὐστάθιον ὑπὸ τοῦ Κύρου κατηγορεῖσθαι ὡς Σαβελλίζοντα, αὖθις τὸν Κῦρον ἐπὶ τοῖς αὐτοῖς ἁλόντα καθῃρῆσθαι φησί. Καὶ πῶς οἷόν τε, Κῦρον τὰ Σαβελλίου φρονοῦντα κατηγορεῖν Εὐσταθίου ὡς Σαβελλίζοντος; Ἔοικεν οὖν

48
Εὐστάθιον δἰ ἑτέρας καθῃρῆσθαι προφάσεις. Τότε δὲ ἐν τῇ Ἀντιοχείᾳ δεινὴ στάσις ἐπὶ τῇ αὐτοῦ καθαιρέσει γεγένηται: καὶ μετὰ ταῦτα πολλάκις περὶ ἐπιλογῆς ἐπισκόπου τοσοῦτος ἐξήφθη πυρσὸς, ὡς μικροῦ δεῆσαι τὴν πᾶσαν ἀνατραπῆναι πόλιν, εἰς δύο τμήματα διαιρεθέντος τοῦ λαοῦ: τῶν μὲν Εὐσέβιον τὸν Παμφίλου ἐκ τῆς ἐν Παλαιστίνῃ Καισαρείας μεταφέρειν φιλονεικούντων ἐπὶ τὴν Ἀντιόχειαν, τῶν δὲ σπευδόντων ἐπαναγαγεῖν Εὐστάθιον. Συνελαμβάνετο δὲ ἑκατέρῳ μέρει καὶ τὸ κοινὸν τῆς πόλεως: καὶ στρατιωτικὴ χεὶρ, ὡς κατὰ πολεμίων κεκίνητο, ὡς καὶ ξιφῶν μέλλειν ἅπτεσθαι, εἰ μὴ ὁ Θεός τε καὶ ὁ παρὰ τοῦ βασιλέως φόβος τὰς ὁρμὰς τοῦ πλήθους ἀνέστειλεν. Ὁ μὲν γὰρ βασιλεὺς δἰ ἐπιστολῶν τὰ γεγενημένα καὶ τὰς στάσεις κατέπαυσεν, Εὐσέβιος δὲ παραιτησάμενος: ἐφ̓ ᾧ καὶ θαυμάσας αὐτὸν ὁ βασιλεὺς, γράφει τε αὐτῷ καὶ τὴν πρόθεσιν αὐτοῦ ἐπαινέσας, μακάριον ἀποκαλεῖ, ὅτι οὐ μιᾶς πόλεως, ἀλλὰ πάσης σχεδὸν τῆς οἰκουμένης ἐπίσκοπος ἄξιος εἶναι ἐκρίθη. Ἐφεξῆς οὖν ἐπὶ ἔτη ὀκτὼ λέγεται τὸν ἐν Ἀντιοχείᾳ θρόνον τῆς ἐκκλησίας σχολάσαι: ὀψὲ δέ ποτε σπουδῇ τῶν τὴν ἐν Νικαίᾳ πίστιν παρατρέπειν σπουδαζόντων, χειροτονεῖται Εὐφρόνιος. Τοσαῦτα μὲν περὶ τῆς συνόδου, ἣ κατὰ τὴν Ἀντιόχειαν δἰ Εὐστάθιον γέγονεν, ἱστορείσθω. Μετὰ ταῦτα δὲ εὐθὺς καὶ ὁ τὴν Βηρυτὸν μὲν πάλαι καταλιπὼν Εὐσέβιος, τότε δὲ τῆς ἐν Νικομηδείᾳ κρατῶν ἐκκλησίας, σπουδὴν ἔθετο σὺν τοῖς ἀμφ̓ αὐτὸν, Ἄρειον καταγαγεῖν εἰς τὴν Ἀλεξάνδρειαν: πῶς δὲ ἐξίσχυσαν τοῦτο κατεργάσασθαι, καὶ πῶς ἐπείσθη ὁ βασιλεὺς εἰς πρόσωπον δέξασθαι Ἄρειον καὶ τὸν σὺν αὐτῷ Εὐζώϊον, ἤδη λεκτέον.

Περὶ τοῦ πρεσβυτέρου τοῦ σπουδάσαντος ἀνακληθῆναι Ἄρειον.

Ἦν ἀδελφὴ τῷ βασιλεῖ Κωνσταντίνῳ, τοὔνομα Κωνσταντία: γυνὴ δὲ ἐγεγόνει Λικιννίου, τοῦ πρότερον μὲν συμβασιλεύσαντος αὐτῷ Κωνσταντίνῳ, μετὰ ταῦτα δὲ τυραννήσαντος, καὶ διὰ τοῦτο ἀναιρεθέντος. Ταύτῃ πρεσβύτερός τις τῷ Ἀρειανῶν προσκείμενος δόγματι γνώριμος ἦν, καὶ ἐν τοῖς οἰκείοις ἐτάττετο. Ὑποβαλόντος οὖν Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ, λόγους περὶ Ἀρείου πρὸς τὴν γυναῖκα παρέσπειρεν, ἠδικῆσθαι φάσκων αὐτὸν ὑπὸ τῆς συνόδου, καὶ μὴ φρονεῖν ὡς περὶ αὐτοῦ λόγος κατέχει. Ταῦτα ἀκούσασα ἡ

49
Κωνσταντία τῷ μὲν πρεσβυτέρῳ ἐπίστευεν, τῷ δὲ βασιλεῖ λέγειν οὐκ ἐτόλμα. Συμβαίνει δὲ χαλεπῇ νόσῳ περιπεσεῖν τὴν Κωνσταντίαν: ὁ δὲ βασιλεὺς συνεχῶς ἀρρωστοῦσαν αὐτὴν ἐπεσκέπτετο. Ἐπειδὴ δὲ ἡ γυνὴ ἐκ τῆς νόσου χαλεπώτερον διετέθη, θνήσκειν δὲ προσεδόκα, παρακατατίθεται τῷ βασιλεῖ τὸν πρεσβύτερον, μαρτυροῦσα αὐτῷ σπουδὴν καὶ εὐλάβειαν, καὶ ὡς εὔνους εἴη περὶ τὴν βασιλείαν αὐτοῦ. Ἡ μὲν οὖν μετ̓ οὐ πολὺ τεθνήκει: ὁ δὲ πρεσβύτερος ἐν τοῖς οἰκειοτάτοις τοῦ βασιλέως ἐτάττετο: καὶ δὴ κατὰ βραχὺ τὴν παρρησίαν αὐξήσας, τοὺς αὐτοὺς ἀναφέρει λόγους περὶ τοῦ Ἀρείου τῷ βασιλεῖ, οἷς πρὸς τὴν ἀδελφὴν ἐχρήσατο πρότερον: φάσκων μὴ ἄλλως φρονεῖν Ἄρειον, ἢ ὃ τῇ συνόδῳ δοκεῖ: ἐλθόντα τε αὐτὸν κατὰ πρόσωπον, συντίθεσθαι τούτοις, καὶ ἀλόγως συκοφαντεῖσθαι τούτοις. Ξένα καταφαίνεται τῷ βασιλεῖ τὰ παρὰ τοῦ πρεσβυτέρου λεγόμενα: καὶ εἰ Ἄρειος, ἔφη, συντίθεται τῇ συνόδῳ, καὶ εἰ τὰ ἐκείνης φρονεῖ, δέξομαί τε αὐτὸν εἰς πρόσωπον, καὶ σὺν τιμῇ ἐκπέμψω ἐπὶ τὴν Ἀλεξάνδρειαν. Ταῦτα ἔλεγε, καὶ αὐτίκα πρὸς αὐτὸν ἔγραφε τάδε. Νικητὴς Κωνσταντῖνος μέγιστος σεβαστὸς Ἀρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ στερρότητί σου, ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο, ἵνα τῆς ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης. Θαυμάζομεν δὲ σφόδρα, μὴ παραχρῆμα τοῦτο πεποιηκότα. Διόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι: ὅπως ἂν τῆς παῤ ἡμῶν εὐμενείας τε καὶ ἐπιμελείας τυχὼν, ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ὁ Θεός σε διαφυλάττοι, ἀγαπητέ. Ἐδόθη τῇ πρὸ πέντε καλανδῶν Δεκεμβρίων. Καὶ αὕτη μὲν ἡ πρὸς Ἄρειον τοῦ βασιλέως ἐπιστολή. Θαυμάσαι δέ μοι ἔπεισι τὴν σπουδὴν καὶ τὸν ζῆλον, ὃν εἶχεν ὁ βασιλεὺς περὶ τὴν θεοσέβειαν: φαίνεται γὰρ διὰ τῆς ἐπιστολῆς, ὡς πλειστάκις αὐτὸν ἐπὶ μετάνοιαν προτρεψάμενος, ἀφ̓ ὧν μέμφεται ὅτι πολλάκις αὐτοῦ γράψαντος, μὴ ταχέως Ἄρειος ἐπανῆλθεν εἰς τὴν ἀλήθειαν. Ἄρειος μὲν οὖν δεξάμενος τοῦ βασιλέως τὰ γράμματα, μετ̓ οὐ πολὺ παρῆν ἐπὶ τὴν Κωνσταντινούπολιν: συμπαρῆν δὲ αὐτῷ καὶ Εὐζώϊος, ὃν καθεῖλεν Ἀλέξανδρος ὄντα διάκονον, ὅτε καθῄρει τοὺς [*](Cp. ii. 44.) περὶ Ἄρειον. Δέχεται οὗν αὐτοὺς ὁ βασιλεὺς εἰς πρόσωπον, καὶ διεπυνθάνετο εἰ τῇ πίστει συντίθενται: τῶν δὲ συνθεμένων ἑτοίμως, ὁ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδιδόναι τὴν πίστιν ἐκέλευσεν.
50

Ὡς Ἄρειος ἀνακληθεὶς, βιβλίον μετανοίας δοὺς τῷ βασιλεῖ, τὴν ἐν Νικαίᾳ πίστιν ὑπεκρίνατο.

Οἱ δὲ βιβλίον συντάξαντες, τῷ βασιλεῖ προσκομίζουσι, τοῦτον ἔχον τὸν τρόπον. Τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ Ἄρειος καὶ Εὐζώϊος: καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν, καὶ ἐγγράφως ὁμολογοῦμεν ἐπὶ Θεοῦ, οὕτως πιστεύεις καὶ αὐτοὶ καὶ οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα: καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον Θεὸν Λόγον, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς: τὸν κατελθόντα, καὶ σαρκωθέντα, καὶ παθόντα, καὶ ἀναστάντα, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς: καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν καθολικὴν ἐκκλησίαν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων [*](Matt. xxviii. 19.) εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς: Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχόμεθα ἀληθῶς, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα Ἅγιον, ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἐστὶν ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ κρίσει. Διὸ παρακαλοῦμέν σου τὴν θεοσέβειαν, θεοφιλέστατε βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σοῦ καὶ θεοσεβοῦς εὐσεβείας, τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδὴ, περιῃρημένων τῶν ζητημάτων καὶ περισσολογιῶν: ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία εἰρηνεύσαντες μετ̓ ἀλλήλων τὰς συνήθεις εὐχὰς, ὑπὲρ τῆς εἰρηνικῆς σου βασιλείας καὶ παντὸς τοῦ γένους σου, κοινῇ πάντες ποιησώμεθα.

Ὡς Ἀρείου εἰς τὴν Ἀλεξάνδρειαν γνώμῃ τοῦ βασιλέως κατελθόντος, καὶ μὴ δεχθέντος ὑπὸ Ἀθανασίου, οἱ περὶ Εὐσέβιον διαφόρους κατὰ Ἀθανασίου διαβολὰς πρὸς τὸν βασιλέα πεποίηνται.

Οὕτω μὲν οὖν Ἄρειος τὸν βασιλέα πείσας, ἐχώρει ἐπὶ τὴν Ἀλεξάνδρειαν. Οὐ μέντοι γε κρείσσων ἡ κατασκευὴ τῆς σιωπωμένης

51
ἀληθείας ἐγίνετο: ὡς γὰρ καταλαμβάνοντα αὐτὸν τὴν Ἀλεξάνδρειαν Ἀθανάσιος οὐκ ἐδέχετο ʽὡς μῦσος γὰρ αὐτὸν ἐξετρέπετὀ, αὖθις ἀνακινεῖν ἐπεχείρει τὴν Ἀλεξάνδρειαν, παρεμβαλὼν τὴν αἵρεσιν. Τότε δὴ καὶ οἱ περὶ Εὐσέβιον αὐτοί τε ἔγραφον, καὶ τὸν βασιλέα γράφειν παρεσκεύαζον, ὅπως ἂν προσδεχθῶσιν οἱ περὶ Ἄρειον. Ἀθανάσιος μὲν οὖν πάντῃ τοῦ δέξασθαι αὐτοὺς ἀπηγόρευσε: καὶ τὸν βασιλέα γράφων ἐδίδασκεν, ἀδύνατον εἶναι τοὺς ἅπαξ τὴν πίστιν ἀθετήσαντας καὶ ἀναθεματισθέντας αὖθις ἐξ ὑποστροφῆς συλλαμβάνεσθαι. Ὁ δὲ βασιλεὺς βαρέως ἐνεγκὼν, τάδε Ἀθανασίῳ γράφων ἠπείλησε. Μέρος ἐπιστολῆς τοῦ βασιλέως. Ἔχων τοίνυν τῆς ἐμῆς βουλῆς τὸ γνώρισμα, πᾶσι τοῖς βουλομένοις εἰς τὴν [*](Ath. Apol. c. Ari. 59.) ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. Ἐὰν γὰρ γνῶ ὡς κεκώλυκας τινὰς αὐτῶν τῆς ἐκκλησίας μεταποιουμένους, ἢ ἀπείρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως, καὶ τῶν τόπων μεταστήσοντα. Ταῦτα ἔγραφεν ὁ βασιλεὺς, τοῦ λυσιτελοῦντος γινόμενος, καὶ μὴ βουλόμενος τὴν ἐκκλησίαν διασπᾶσθαι: τοὺς γὰρ πάντας ἐπὶ τὴν ὁμόνοιαν ἄγειν ἐσπούδαζε. Τότε δὴ καιρὸν εὔκαιρον οἱ περὶ Εὐσέβιον εὑρηκέναι νομίσαντες, ἀπεχθῶς πρὸς Ἀθανάσιον ἔχοντες, τὴν τοῦ βασιλέως λύπην ὑπουργὸν ἐλάμβανον τοῦ ἰδίου σκοποῦ: καὶ διὰ τοῦτο ἐκύκων πάντα, ἀποκινῆσαι αὐτὸν τῆς ἐπισκοπῆς σπουδάζοντες: οὕτω γὰρ ἤλπιζον μόνως τὴν Ἀρειανὴν δόξαν κρατήσειν, Ἀθανασίου ἐκποδὼν γινομένου. Συμπαρατάττονται οὖν κατ̓ αὐτοῦ Εὐσέβιος ὁ Νικομηδείας, Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας, καὶ Οὐάλης Μουρσῶν τῆς Παννονίας. Οὗτοι μισθοῦνται τινὰς τῆς Μελιτίου αἱρέσεως καὶ διαφόρους κατὰ Ἀθανασίου κατηγορίας ἐκίνησαν: καὶ πρῶτον μὲν διὰ Ἰσίωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου, Μελιτιανῶν, διαβολὴν ἐργάζονται, ὡς Ἀθανασίου λινῆν ἐσθῆτα [*](Ath. Apol. c. Ari. 60.) τελεῖν τοὺς Αἰγυπτίους τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ κελεύσαντος. Ἀλλὰ ταύτην μὲν τὴν διαβολὴν Ἀλύπιος καὶ Μακάριος πρεσβύτεροι τῆς Ἀλεξανδρέων, τότε τυχηρῶς ἐν Νικομηδείᾳ τυγχάνοντες, κατέσβεσαν, ψευδῆ τὰ κατὰ Ἀθανασίου λεχθέντα διδάξαντες εἶναι τὸν βασιλέα. Διὸ τῶν μὲν κατηγόρων διὰ γραμμάτων
52
ὁ βασιλεὺς καθήψατο, Ἀθανάσιον δὲ πρὸς ἑαυτὸν ἐλθεῖν προετρέψατο. Πρὶν ἢ δὲ ἐπιστῆ, φθάσαντες οἱ περὶ Εὐσέβιον ἑτέραν ἐπισυνάπτουσι τῇ προτέρᾳ διαβολῇ καὶ πολλῷ τῆς προτέρας χείρονα: ὡς Ἀθανάσιος ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι Φιλουμένῳ τινι ἔπεμψε γλωσσόκομον πλῆρες χρυσίου. Ἀλλὰ περὶ μὲν τούτου ὁ βασιλεὺς ἐν Ψαμαθίᾳ—προάστειον δὲ τοῦτο τῆς Νικομηδείας ἐστὶ—διαγνοὺς, καὶ ἀθῷον εὑρὼν Ἀθανάσιον μετὰ τιμῆς ἐξέπεμψε, γράψας τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὅτι αὐτῶν ἐπίσκοπος Ἀθανάσιος ψευδῶς διεβέβλητο. Οἶα μέντοι μετὰ ταῦτα οἱ περὶ Εὐσέβιον κατὰ Ἀθανασίου συνέθεσαν, καλὸν μὲν ἦν καὶ πρέπον σιγῇ παραδοῦναι, ἵνα μὴ ἡ τοῦ Χριστοῦ ἐκκλησία ὑπὸ τῶν μὴ φρονούντων τὰ τοῦ Χριστοῦ καταγινώσκηται. Ἐπειδὴ δὲ ἐγγράφως ἐπιδοθέντα φανερὰ τοῖς πᾶσιν ἐγένετο, διὰ τοῦτο ἀναγκαῖον ἡγησάμην ὡς οἷόν τε διὰ βραχέων εἰπεῖν τὰ ἰδιαζούσης πραγματείας δεόμενα: ὅθεν δὲ ἡ τῆς συκοφαντίας ὑπόθεσις καὶ οἱ τὰς συκοφαντίας κινήσαντες ἔλαβον τὴν ἀρχὴν, διὰ βραχέων ἐρῶ. Μαρεώτης χώρα τῆς Ἀλεξανδρείας ἐστί: κῶμαι δέ εἰσιν ἐν αὐτῇ πολλαὶ σφόδρα καὶ πολυάνθρωποι, καὶ ἐν αὐταῖς ἐκκλησίαι πολλαὶ καὶ λαμπραί: τάττονται δὲ αὕται αἱ ἐκκλησίαι ὑπὸ τῷ τῆς Ἀλεξανδρείας ἐπισκόπῳ, καὶ εἰσὶν ὑπὸ τὴν αὐτοῦ πόλιν ὡς παροικίαι. [*](Ath. Apol. c. Ari. 11, 12, 63, 74, 76, 83, 85.) Ἐν δὲ τῷ Μαρεώτῃ τούτῳ Ἰσχύρας τις οὕτω καλούμενος πρᾶγμα ὑπέδυ πολλῶν θανάτων ἄξιον: οὐδὲ πώποτε γὰρ ἱερωσύνης τυχὼν, τὸ τοῦ πρεσβυτέρου ὄνομα ἑαυτῷ περιθέμενος τὰ ἱερέως πράττειν ἐτόλμησε. Φωραθεὶς τοίνυν ἐπὶ τοῖς λεγομένοις ὁ Ἰσχύρας ἀποδρὰς ἐκεῖθεν, καὶ καταλαβὼν τὴν Νικομήδειαν, προσφεύγει τοῖς περὶ Εὐσέβιον. Οἱ δὲ μίσει τῷ πρὸς Ἀθανάσιον, δέχονται μὲν αὐτὸν ὡς πρεσβύτερον, ἐπαγγέλλονται δὲ καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τιμῆσαι, εἰ κατηγορίαν ἐνστήσεται κατὰ Ἀθανασίου, πρόφασιν λαμβάνοντες ὅσα ὁ Ἰσχύρας ἐπλάττετο: ἐφήμιζε γὰρ, ὡς εἴη τὰ πάνδεινα ἐξ ἐφόδου πεπονθώς: καὶ ὅτι Μακάριος εἰσπηδήσας εἰς τὸ θυσιαστήριον ἀνέτρεψε μὲν τὴν τράπεζαν, ποτήριον δὲ κατέαξε μυστικόν: καὶ ὅτι τὰ ἱερὰ βιβλία κατέκαυσε. Μισθὸν οὖν αὐτῷ, ὡς ἔφην, τῆς κατηγορίας τὴν ἐπισκοπὴν ἐπηγγείλαντο, γινώσκοντες ὡς ἡ κατὰ Μακαρίου κατηγορία σὺν τῷ κατηγορουμένῳ καὶ τὸν πέμψαντα καθαιρεῖ Ἀθανάσιον. Ταύτην μὲν οὖν τὴν κατηγορίαν ὕστερον συνεστήσαντο: πρὸ δὲ ταύτης τὴν παντὸς πεπληρωμένην
53
μύσους, περὶ ἧς ἤδη λεκτέον. Χεῖρα ἀνθρώπου οὐκ οἶδα πόθεν [*](Ath. Apol. c. Ari. 8-12, 65-69.) λαβόντες, πότερον ἀνελόντες τινα καὶ χειροκοπήσαντες, ἢ ἤδη νεκροῦ ὄντος ἀπέκοψαν, ὁ Θεὸς οἶδε, καὶ οἱ αὐθένται τῆς πράξεως: προεχειρίζοντο δ̓ οὖν ὅμως αὐτὴν, ὡς Ἀρσενίου τινὸς ἐπισκόπου τῆς Μελιτιανῶν θρησκείας τυγχάνουσαν: καὶ ταύτην ἔφερον ἐν μέσῳ, τὸν Ἀρσένιον ἀποκρύψαντες: καὶ ἔλεγον τὴν χεῖρα ταύτην Ἀθανάσιον ἐσχηκέναι πρὸς μαγείας τινάς. Τὸ μὲν οὖν μέγιστον κεφάλαιον, ὃ οἱ συκοφάνται συνέθεσαν, τοιοῦτον ἦν. Οἶα δὲ φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, ἄλλοι ἄλλα κατηγόρουν αὐτοῦ: ἐπετίθεντο γὰρ τότε μάλιστα οἱ πρὸς αὐτὸν ἀπεχθανόμενοι. Ταῦτα γνοὺς ὁ βασιλεὺς, γράφει τῷ κήνσορι Δαλματίῳ, τῷ ἀδελφιδῷ ἑαυτοῦ ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντι, ἀγωγίμους ποιῆσαι τοὺς κατηγορουμένους, καὶ διαγνόντα δίκην τοὺς ἐλεγχθέντας εἰσπράξασθαι. Ἔπεμπε δὲ καὶ Εὐσέβιον ἅμα Θεόγνιδι, ἵνα ἐπὶ παρουσίᾳ αὐτῶν κρίνοιτο Ἀθανάσιος: ὁ δὲ ὡς ἔγνω καλεῖσθαι ὑπὸ τοῦ κήνσορος, πέμπει εἰς Αἴγυπτον ἀναζητῆσαι τὸν Ἀρσένιον: καὶ μανθάνει μὲν αὐτὸν κρύπτεσθαι, συλλαβεῖν δὲ οὐ δεδύνηται ἄλλοτε ἀλλαχοῦ μεθιστάμενον. Παύει δὲ ὁ βασιλεὺς τὸ ἐπὶ τοῦ κήνσορος δικαστήριον δἰ αἰτίαν τοιαύτην.

Ὡς διὰ τὰς κατηγορίας τὰς κατὰ Ἀθανασίου σύνοδον ἐπισκόπων ἐν τῇ Τύρῳ ὁ βασιλεὺς γενέσθαι παρεσκεύασεν.

Σύνοδον ἐπισκόπων ἐκήρυξε γενέσθαι ἐπὶ τῇ καθιερώσει τοῦ [*](Cp. Ath. Apol. c. Ari.8, 71, 84.) εὐκτηρίου οἴκου, ὃν ἐν τοῖς Ἱεροσολύμοις ἀνήγειρεν. Ὁδοῦ οὖν πάρεργον, πρότερον ἐν τῇ Τύρῳ συναχθέντας τοὺς ἐπισκόπους τὰ κατὰ Ἀθανάσιον γυμνάσαι προσέταξεν: ὅπως ἂν ἐκεῖ πρότερον ἐκποδὼν γενομένης τῆς ἐρεσχελίας, εἰρηνικώτερον τὰ ἐπιβατήρια τῆς ἐκκλησίας ἐπιτελέσωσι καθιεροῦντες αὐτὴν τῷ Θεῷ. Τριακοστὸν δὲ ἔτος ἦν τοῦτο τῆς βασιλείας Κωνσταντίνου: καὶ παρῆσαν [*](A.D. 335.) ἐπὶ τὴν Τύρον ἐκ διαφόρων τόπων ἐπίσκοποι τὸν ἀριθμὸν ἑξήκοντα, Διονυσίου τοῦ ἀπὸ ὑπατικῶν συναγαγόντος αὐτούς. Καὶ ἤγετο μὲν Μακάριος ὁ πρεσβύτερος ἐκ τῆς Ἀλεξανδρείας σιδηροδέσμιος διὰ στρατιωτικῆς χειρός. Ἀθανάσιος δὲ ἀπαντῆσαι οὐκ ἐβούλετο, οὐ τοσοῦτον τὰς κατηγορίας εὐλαβούμενος, οὐδὲν γὰρ τῶν κατηγορουμένων ἐγίνωσκεν, ἀλλὰ φοβούμενος μή τι καινοτομηθῇ παρὰ τὰ

54
ἐν Νικαίᾳ τῇ τότε συνόδῳ συναρέσαντα: ἐδεδοίκει γὰρ τὰ τοῦ βασιλέως ἀπειλητικὰ γράμματα: ἐγέγραπτο γὰρ αὐτῷ, ὡς εἰ μὴ ἑκὼν ἀπαντήσοι, ἀνάγκῃ ἀχθήσεσθαι. Παρῆν οὖν ἐξ ἀνάγκης καὶ Ἀθανάσιος.

Περὶ Ἀρσενίου καὶ τῆς κεκόφθαι λεγομένης αὐτοῦ χειρός.

[*](Cp. Ath. Apol. c. Ari. 65.) Θεοῦ δέ τις πρόνοια τὸν Ἀρσένιον ἐπὶ τὴν Τύρον ἤλαυνεν: ἀμελήσας γὰρ τῶν ἐντολῶν, ὧν αὐτῷ οἱ τὰ χρήματα συκοφάνται παρασχόντες δεδώκασι, καθ̓ ἱστορίαν τῶν γενησομένων κεκρυμμένως παρῆν. Ἔτυχε δέ πως τοῦ ὑπατικοῦ Ἀρχελάου οἰκέτας ἐν καπηλείῳ ἀκοῦσαι λεγόντων τινῶν, ὡς Ἀρσένιος ὁ λεγόμενος ἀνῃρῆσθαι πάρεστιν ἔν τινος οἰκίᾳ κρυπτόμενος. Ταῦτα ἀκούσαντες, καὶ τοὺς εἰπόντας σημειωσάμενοι, καταφανῆ τὰ ἀκουσθέντα τῷ δεσπότῃ ποιοῦσιν. Ὁ δὲ, ὡς εἶχε, μὴ μελλήσας ἀνεζήτησε καὶ εὗρε, καὶ εὑρὼν ἠσφαλίσατο: καὶ τῷ Ἀθανασίῳ δηλοῖ μηδὲν ταράσσεσθαι, παρεῖναι γὰρ ζῶντα τὸν Ἀρσένιον. Συλληφθεὶς οὖν Ἀρσένιος ἠρνεῖτο εἶναι ὃς ἦν: ἀλλ̓ αὐτὸν Παῦλος ὁ τῆς Τύρου ἐπίσκοπος πάλαι γινώσκων ἐξήλεγξεν. Ταῦτα τῆς προνοίας προευτρεπισάσης, μετ̓ οὐ πολὺ ἐκαλεῖτο ὑπὸ τῆς συνόδου ὁ Ἀθανάσιος: καὶ παρόντος, οἱ συκοφάνται τὴν χεῖρα εἰς μέσον ἦγον, καὶ τὴν κατηγορίαν ἐνίσταντο. Ὁ δὲ σοφῶς μετῆλθε τὸ πρᾶγμα: ἠρώτησε γὰρ τοὺς παρόντας καὶ τοὺς κατηγόρους, τίνες εἶεν οἱ γινώσκοντες τὸν Ἀρσένιον; πολλῶν δὲ εἰπόντων γινώσκειν αὐτὸν, εἰσάγεσθαι ποιεῖ τὸν Ἀρσένιον, ἔνδον τοῦ ἱματίου τὰς χεῖρας αὐτοῦ ἔχοντα. Εἶτα αὖθις ἐρωτᾷ: Οὗτος ἐστὶν ὁ τὴν χεῖρα ἀπολωλεκώς; οἱ δὲ ἐπὶ μὲν τῷ παραδόξῳ κατεπλάγησαν, πλὴν τῶν εἰδότων ὅθεν ἡ χεὶρ ἡ κοπεῖσα: οἱ δὲ λοιποὶ ἀληθῶς ᾤοντο λείπειν τῷ Ἀρσενίῳ τὴν χεῖρα, καὶ προσεδόκων ἐξ ἑτέρας ὑποθέσεως ἀπολογεῖσθαι τὸν Ἀθανάσιον. Ὁ δὲ, ἀνελίξας τὸ ἱμάτιον τοῦ Ἀρσενίου καθ̓ ἕτερον τῶν μερῶν δείκνυσι τοῦ ἀνθρώπου τὴν χεῖρα. Πάλιν δὲ νομιζόντων τινῶν τῆς ἑτέρας ἐστερῆσθαι αὐτὸν, μικρὸν παρελκύσας ἀμφιβόλους αὐτοὺς κατέστησεν. Εἶτα μὴ μελλήσας, καὶ τὸ ἕτερον ἀνελίξας μέρος, καὶ τὴν ἑτέραν τοῦ Ἀρσενίου χεῖρα ἐπέδειξεν: οὕτω τε εἶπε πρὸς τοὺς παρόντας: Ἀρσένιος μὲν, ὡς ὁρᾶτε, τὰς δύο

55
χεῖρας ἔχων ἐφεύρηται: τῆς τρίτης δὲ τὸν τόπον ὅθεν ἀφῄρηται, δεικνύτωσαν οἱ κατήγοροι.

Ὡς Ἀθανασίου ἐπὶ τῇ κατηγορίᾳ ἀθῴου εὑρεθέντος, οἱ κατήγοροι φυγῇ ἐχρήσαντο.

Τούτων οὕτως ἐπὶ Ἀρσενίῳ πραχθέντων, ἐν ἀμηχανίᾳ μὲν οἱ ῥάψαντες τὸν δόλον κατέστησαν: Ἀχαὰβ δὲ, ὁ καὶ Ἰωάννης, ὁ κατήγορος, τοῦ δικαστηρίου διαδὺς ἐν τῷ θορύβῳ διέφυγε. Καὶ οὕτω μὲν ταύτην τὴν κατηγορίαν Ἀθανάσιος ἀπεδύσατο μηδεμιᾷ χρησάμενος παραγραφῇ, ἐθάρρει γὰρ, ὡς καταπλήξει τοὺς συκοφάντας καὶ μόνη τοῦ Ἀρσενίου ἡ ζωή.

Ὅτι τὰς ἐπὶ τῇ δευτέρᾳ κατηγορίᾳ ἀπολογίας Ἀθανασίου μὴ καταδεξαμένων τῶν ἐπισκόπων, Ἀθανάσιος πρὸς τὸν βασιλέα ἀνέδραμεν.

Ἐπὶ δὲ ταῖς κατὰ Μακαρίου συκοφαντίαις ταῖς νομικαῖς ἐχρήσατο παραγραφαῖς: καὶ πρῶτον μὲν τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς παρεγράφετο, φάσκων μὴ δεῖν ἐπὶ ἀντιδίκων κρίνεσθαι: ἔπειτα δὲ καὶ δείκνυσθαι, εἰ ὁ κατήγορος Ἰσχύρας ἀληθῶς πρεσβυτέρου ἔχει ἀξίαν: οὕτω γὰρ καὶ ἐν τῇ κατηγορίᾳ ἐγέγραπτο. Ἐπεὶ δὲ τούτων οὐδένα λόγον οἱ κριταὶ προσεδέξαντο, εἰσήχθη μὲν ἡ κατὰ Μακαρίου δίκη: ἀτονησάντων δὲ τῶν κατηγόρων, ὑπέρθεσιν ἐλάμβανεν ἡ ἀκρόασις, ἐφ̓ ᾧ παραγενέσθαι εἰς τὸν Μαρεώτην τινὰς, ἵνα ἐπὶ τῶν τόπων ζητηθῇ τὰ ἀμφίβολα. Ὡς δὲ Ἀθανάσιος πεμπομένους [*](Ath. Apol. c. Ari. 77-81.) εἶδεν οὓς παρεγράψατο,—ἐπέμπετο γὰρ Θέογνις, Μαρὶς, Θεόδωρος, Μακεδόνιος, Οὐάλης, Οὐρσάκιος,—ἐβόα σκευωρίαν εἶναι καὶ δόλον τὰ γινόμενα: οὐδὲ γὰρ δίκαιον εἶναι Μακάριον μὲν τὸν πρεσβύτερον ἐν δεσμοῖς εἶναι, τὸν δὲ κατήγορον ἅμα τοῖς ἐχθροῖς δικασταῖς εἶναι, ἐφ̓ ᾧ τε ἐκ μονομεροῦς πρᾶξιν ὑπομνημάτων ποιήσασθαι. Ταῦτα βοῶντος τοῦ Ἀθανασίου, καὶ διαμαρτυρομένου τό τε κοινὸν τῆς συνόδου, καὶ τὸν ἀπὸ ὑπατικῶν Διονύσιον, ὡς οὐδεὶς αὐτοῦ λόγον ἐποιεῖτο, διαλαθὼν ἀνεχώρησεν. Οἱ μὲν οὖν ἀποσταλέντες εἰς τὸν Μαρεώτην ἐκ μονομεροῦς ὑπομνήματα ποιήσαντες, ὡς ἀληθῶς γενομένων ἃ ὁ κατήγορος ἔλεγεν, εἶχον.

56

Ὅτι Ἀθανασίου ἀναχωρήσαντος οἱ τῆς συνόδου καθαίρεσιν αὐτοῦ ἐψηφίσαντο.

[*](Ath. Apol. c. Ari. 9, 86.) Καὶ Ἀθανάσιος μὲν ἀναχωρήσας πρὸς τὸν βασιλέα ἀνέδραμεν: ἡ σύνοδος δὲ πρῶτον μὲν ἐρήμην αὐτοῦ κατεδιῄτησεν. Ὡς δὲ καὶ τὰ ἐν τῷ Μαρεώτῃ πεπραγμένα συνέφθασε, καθαίρεσιν ἐψηφίσαντο, πολλὰ ἐν τοῖς καθαιρετικοῖς αὐτὸν λοιδορήσαντες, καὶ τῆς ἐπὶ τῷ φόνῳ κατηγορίας τῶν συκοφαντῶν τὴν ἧτταν ἀποσιγήσαντες. Ἐδέξαντο δὲ καὶ αὐτὸν Ἀρσένιον τὸν ἀνῃρῆσθαι λεγόμενον: ὃς πρότερον μὲν τῆς Μελιτιανῶν θρησκείας ἐπίσκοπος ἦν, τότε δὲ εἰς τὴν κατὰ Ἀθανασίου καθαίρεσιν ὡς τῆς Ὑψηλοπολιτῶν πόλεως ἐπίσκοπος καθυπέγραψε: καὶ, τὸ παράδοξον, ὁ λεγόμενος ἀνῃρῆσθαι ὑπὸ Ἀθανασίου ζῶν καθαιρεῖ τὸν Ἀθανάσιον.

Ὅπως ἡ σύνοδος ἀπὸ τῆς Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα παραγέγονε, καὶ τὰ ἐγκαίνια ποιησαμένη τῆς νέας Ἱερουσαλὴμ, τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο.

Παρῆν δὲ εὐθὺς γράμματα τοῦ βασιλέως σημαίνοντα ἐπὶ τὴν νέαν Ἱερουσαλὴμ σπεύδειν τὴν σύνοδον: εὐθύς τε, ὡς εἶχον, ἐκ τῆς Τύρου σπουδαίως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύοντο: πάνδημον δὲ ποιήσαντες ἑορτὴν ἐπὶ τῇ καθιερώσει τῶν τόπων, Ἄρειον μὲν καὶ τοὺς περὶ αὐτὸν ἐδέξαντο, τοῖς βασιλέως γράμμασι πειθαρχεῖν λέγοντες, δἰ ὧν δεδηλώκει αὐτοῖς πεπεῖσθαι περὶ τῆς πίστεως [*](Ath. Apol. c. Ari. 84.) Ἀρείου καὶ Εὐζωΐου. Ἔγραφον δὲ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὡς παντὸς ἐξορισθέντος φθόνου ἐν εἰρήνῃ τὰ τῆς ἐκκλησίας καθέστηκε πράγματα: καὶ ὅτι Ἄρειος ἐκ μετανοίας ἐπιγνοὺς τὴν ἀλήθειαν, ὡς λοιπὸν τῆς ἐκκλησίας ὢν. δικαίως καὶ λοιπὸν παῤ [*]([prosdexqei/h.]) αὐτῶν προσεδέχθη, ἐξορισθέντα τὸν Ἀθανάσιον αἰνιττόμενοι. Οὐ μὴν ἀλλὰ καὶ τῷ βασιλεῖ τὰ περὶ τῶν αὐτῶν γνώριμα καθίστων. Ταῦτα δὴ τῶν ἐπισκόπων διατεθέντων, ἐπικαταλαμβάνει ἕτερα τοῦ βασιλέως γράμματα σημαίνοντα, Ἀθανάσιον μὲν ἀναδεδραμηκέναι πρὸς αὐτὸν, αὐτοὺς δὲ ἀναγκαῖον εἶναι δἰ αὐτὸν παραγενέσθαι ἐν Κωνσταντινούπολει. Ἔστι δὲ τὰ ἐπικαταλαβόντα γράμματα τοῦ βασιλέως τάδε.

57

Ὅτι ὁ βασιλεὺς τὴν σύνοδον ἐκάλει πρὸς ἑαυτὸν δἰ ἐπιστολῆς, ἵν̓ ἐπὶ ἑαυτοῦ τὰ κατὰ Ἀθανάσιον ἀκριβῶς ἐξετασθῇ.

Νικητὴς Κωνσταντῖνος, μέγιστος, σεβαστὸς, τοῖς ἐν Τύρῳ συνελθοῦσιν [*](Ath. Apol. c. Ari. 86.) ἐπισκόποις. Ἐγὼ μὲν ἀγνοῶ τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα: δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τὸν πλησίον ἐρεσχελίαν, ἥν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ Θεῷ ἀρέσκοντα μὴ συνορώντων. Ἀλλ̓ ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἁλόντα διασκεδάσαι, καὶ ἡμῖν διαρρήδην, εἴτινα τῆς ἀληθείας αὐτοὶ οἱ συνελθόντες ἐποιήσασθε φροντίδα, καὶ εἰ τὰ κεκριμένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε, φανερῶσαι. Τοιγαροῦν ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν εὐσέβειαν ἀνελθεῖν δεῖ, ἵνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δἰ ὑμῶν αὐτῶν παραστήσητε. Τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. Ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως,—συνέβαινε δὲ τηνικαῦτα ἐφ̓ ἵππου με ὀχεῖσθαι,— ἐξαίφνης Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου, μετὰ ἱερῶν τινῶν οὓς περὶ αὐτὸν εἶχεν, ἀπροσδοκήτως οὕτω προσῆλθεν ὡς καὶ παραχεῖν ἐκπλήξεως ἀφορμήν. Μαρτυρεῖ γάρ μοι ὁ πάντων ἔφορος Θεὸς, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅς τις ἦν παρὰ τὴν πρώτην ὄψιν ἐδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινες, καὶ ὅς τις ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε διηγήσασθαι πυνθανομένοις, ὥσπερ εἰκὸς, ἀνήγγειλαν ἡμῖν. Ἐγὼ μὲν οὖν οὔτε διελέχθην αὐτῷ κατ̓ ἐκεῖνο καιροῦ, οὔτε ὁμιλίας ἐκοινώνησα. Ὡς δὲ ἐκεῖνος μὲν ἀκουσθῆναι ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ μικροῦ δεῖν ἀπελαύνειν αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον παῤ ἡμῶν ἢ τὴν ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπάρξαι, ἵνα ὑμῶν παρόντων ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθῇ. Ὅθεν ἐπειδὴ εὔλογόν μοι εἶναι φαίνεται καὶ τοῖς καιροῖς πρέπον καταφαίνεται, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἀνεπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε, τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ̓ ἐμοῦ δηλαδὴ, ὃς τοῦ Θεοῦ γνήσιον εἶναι θεράποντα οὐδ̓ ἂν ὑμεῖς ἀρνηθείητε. Τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ ὑπὸ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ὄνομα γνησίως εὐλογούμενον, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν. Δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν Θεὸν

58
ἐπιγινώσκει. Πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι δἰ ἐμὲ τὸν τοῦ Θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν Θεὸν, καὶ εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι, τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο: ὅθεν μάλιστα καὶ ἴσασι τὸν Θεὸν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται. Ἡμεῖς δὲ, οἱ τὰ ἅγια μυστήρια τῆς ἐκκλησίας αὐτοῦ δοκοῦντες προβάλλεσθαι ʽοὐ γὰρ εἴποιμι φυλάττειν̓, ἡμεῖς,φημὶ, οὐδὲν πράττομεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα, καὶ ἁπλῶς εἰπεῖν, τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπίνου γένους συντείνοντα. Ἀλλ̓ ἐπείχθητε, καθὰ προεῖπον, πρὸς ἡμᾶς πάντες ᾗ τάχος: πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειρασόμεθα, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυλάττηται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνήσεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵ τινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας ἐμβάλλουσιν.

Ὅτι τῆς συνόδου μὴ ἐλθούσης παρὰ τὸν βασιλέα, οἱ περὶ Εὐσέβιον διέβαλλον Ἀθανάσιον ὡς ἀπειλήσαντα ἀποστρέφειν τὸν σῖτον τὸν ἐκ τῆς Ἀλεξανδρείας τῇ Κωνσταντίνου πόλει χορηγούμενον: ἐφ̓ οἷς κινηθεὶς ὁ βασιλεὺς εἰς ἐξορίαν ἐξέπεμψε τὸν Ἀθανάσιον κελεύσας τὰς Γαλλίας οἰκεῖν.

Ταῦτα τὰ γράμματα εἰς ἀγῶνα τοὺς ἐν τῇ συνόδῳ κατέστησε: καθὸ οἱ μὲν πλείους ἐπὶ τὰς ἑαυτῶν ἐχώρησαν πόλεις. Οἱ δὲ περὶ Εὐσέβιον καὶ Θέογνιν καὶ Μάριν, Πατρόφιλόν τε καὶ Οὐρσάκιον καὶ Οὐαλέντα εἰς τὴν Κωνσταντινούπολιν ἐλθόντες οὐκέτι περὶ ποτηρίου κατεαγότος, ἢ τραπέζης, ἢ Ἀρσενίου ἀναιρεθέντος [*](Ath. Apol. c. Ari 9, 87.) ζήτησιν γενέσθαι συνεχώρησαν: ἀλλ̓ ἐπὶ ἑτέραν χωροῦσι διαβολὴν διδάξαντες τὸν βασιλέα, ὡς εἴη Ἀθανάσιος ἀπειλήσας κωλύσειν πεμφθῆναι τὸν σῖτον τὸν ἐξ ἔθους ἐκ τῆς Ἀλεξανδρείας εἰς τὴν Κωνσταντινούπολιν κομιζόμενον: καὶ τούτων λεγομένων παρὰ Ἀθανασίου ἀκηκοέναι Ἀδαμάντιον, Ἀνουβίωνα, Ἀρβαθίωνα, καὶ Πέτρον, τοὺς ἐπισκόπους. Ἀλλὰ γὰρ ἰσχύει διαβολὴ, ὅταν ὁ διαβάλλων ἀξιόπιστος ᾖ. Τούτῳ γὰρ συναρπαγεὶς ὁ βασιλεὺς καὶ εἰς θυμὸν ἀχθεὶς ἐξορίᾳ ὑποβάλλει τὸν Ἀθανάσιον, τὰς Γαλλίας κελεύσας οἰκεῖν. Φασὶ δέ τινες τοῦτο πεποιηκέναι τὸν βασιλέα σκοπῷ τοῦ ἑνωθῆναι τὴν ἐκκλησίαν, ἐπειδὴ Ἀθανάσιος πάντῃ κοινωνῆσαι τοῖς περὶ Ἄρειον ἐξετρέπετο. Ἀλλ̓ οὗτος μὲν ἐν Τριβέρει τῆς Γαλλίας διήγαγεν.

59

Περὶ Μαρκέλλου τοῦ Ἀγκύρας καὶ Ἀστερίου τοῦ σοφιστοῦ.

Οἱ δὲ ἐν Κωνσταντινουπόλει συναχθέντες ἐπίσκοποι καὶ Μάρκελλον τὸν Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ καθεῖλον δἰ αἰτίαν τοιαύτην. Ἀστέριός τις ἐν Καππαδοκίᾳ σοφιστικὴν μετιὼν, τὴν [*](Cp. Ath. de Syn. 18.) μὲν κατέλειπε, Χριστιανίζειν δὲ ἐπηγγέλλετο: ἐπεχείρει δὲ καὶ λόγους συγγράφειν, οἳ μέχρι νῦν φέρονται, δἰ ὧν τὸ Ἀρείου συνίστη δόγμα, τὸν Χριστὸν οὕτω λέγων εἶναι Θεοῦ δύναμιν, ὡς εἴρηται παρὰ Μωϋσῇ τὴν ἀκρίδα καὶ τὴν κάμπην δύναμιν εἶναι [*](Joel ii. 25.) Θεοῦ, καὶ ἕτερα τούτοις παραπλήσια. Συνῆν δὲ ὁ Ἀστέριος συνεχῶς καὶ τοῖς ἐπισκόποις τοῖς μάλιστα τὴν Ἀρειανῶν δόξαν μὴ ἀθετοῦσι. Καὶ δὴ καὶ εἰς τὰς συνόδους ἀπήντα, ὑποδῦναι μιᾶς πόλεως ἐπισκοπὴν προθυμούμενος: ἀλλ̓ ἱερωσύνης μὲν ἠστόχησε διὰ τὸ ἐπιτεθυκέναι κατὰ τὸν διωγμόν. Περιϊὼν δὲ τὰς ἐν Συρίᾳ [*](Cp. ii. 18.) πόλεις οὓς συνέταξε λόγους ἐπεδείκνυτο. Ταῦτα γνοὺς ὁ Μάρκελλος, ἀντιπράττειν αὐτῷ βουλόμενος, κατὰ διάμετρον πολὺ εἰς τὸ ἐναντίον ἐξέπεσε: ψίλον γὰρ ἄνθρωπον, ὡς ὁ Σαμοσατεὺς, ἐτόλμησεν εἰπεῖν τὸν Χριστόν. Ταῦτα γνόντες οἱ τότε ἐν Ἱεροσολύμοις συνελθόντες Ἀστερίου μὲν οὐδένα λόγον ἐτίθεντο, ἐπεὶ μηδὲ εἰς τὸν κατάλογον τῶν ἱερέων ἐτέτακτο: Μάρκελλον δὲ, ὡς ἱερωμένον, λόγον ἀπῄτουν τοῦ συγγραφέντος αὐτῷ βιβλίον. Ὡς δὲ ηὕρισκον αὐτὸν τὰ τοῦ Σαμοσατέως φρονοῦντα, ἐκέλευον αὐτὸν μεταθέσθαι τῆς δόξης: ὁ δὲ καταισχυνθεὶς ἐπηγγέλλετο κατακαύσειν τὸ βιβλίον. Ὡς δὲ σπουδῇ διελύθη ὁ τῶν ἐπισκόπων σύλλογος, τοῦ βασιλέως εἰς τὴν Κωνσταντινούπολιν καλοῦντος αὐτοὺς, τότε δὴ τῶν περὶ Εὐσέβιον ἐν τῇ Κωνσταντινουπόλει παρόντων, αὖθις τὰ κατὰ Μάρκελλον ἀνεζητεῖτο. Ὡς δὲ ὁ Μάρκελλος οὐχ ᾑρεῖτο κατακαῦσαι, καθὰ ὑπέσχετο, τὴν ἄκαιρον συγγραφὴν, οἱ παρόντες τὸν μὲν καθεῖλον, Βασίλειον δὲ ἀντ̓ αὐτοῦ εἰς τὴν Ἄγκυραν ἔπεμψαν. Ἀλλὰ τοῦτο μὲν τὸ σύγγραμμα Εὐσέβιος ἐν τρισὶ βιβλίοις ἀνέτρεψεν, ἐξελέγξας τὴν κακοδοξίαν αὐτοῦ. Μάρκελλος δὲ ὕστερον ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ τὴν ἐπισκοπὴν [*](Cp. ii. 21) ἀνέλαβεν, εἰπὼν μὴ νενοῆσθαι αὐτοῦ τὸ σύγγραμμα, καὶ διὰ τοῦτο τοῦ Σαμοσατέως δόξαν λαβεῖν. Περὶ μὲν οὖν τούτου κατὰ χώραν ἐροῦμεν.

60

Ὅπως Ἄρειος μετὰ τὴν Ἀθανασίου ἐξορίαν ἐκ τῆς Ἀλεξανδρείας ὑπὸ τοῦ βασιλέως μεταπεμφθεὶς ταραχὰς ἐκίνησεν Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ Κωνσταντίνου πόλεως.

Τριακοστὸν δὲ ἔτος τῆς βασιλείας Κωνσταντίνου τούτων γινομένων ἐπληροῦτο: καὶ Ἄρειος σὺν τοῖς περὶ αὐτὸν καταλαβὼν τὴν Ἀλεξάνδρειαν αὖθις ὅλην ἐτάραττε, τοῦ Ἀλεξανδρέων λαοῦ δυσφοροῦντος ἐπί τε τῇ Ἀρείου καθόδῳ καὶ τῶν ἀμφ̓ αὐτὸν, καὶ ὅτι ὁ ἐπίσκοπος αὐτῶν Ἀθανάσιος εἰς ἐξορίαν ἀπέσταλτο. Ὡς δὲ ὁ [*](Cp. Ath. Ep. demorte Arii, 2 s#3.; Ep. ad Ep. Aeg. 18.) βασιλεὺς ἐπυνθάνετο διεστράφθαι τὴν Ἀρείου γνώμην, μετάπεμπτον αὖθις εἰς τὴν Κωνσταντινούπολιν ἥκειν αὐτὸν ἐκέλευσε, λόγον δώσοντα ὧν αὖθις ἀνακινεῖν ἐπεχείρει. Ἐτύγχανε δὲ τότε τῆς ἐν Κωνσταντινουπόλει προεστὼς Ἀλέξανδρος ἐκκλησίας, Μητροφάνην πάλαι διαδεξάμενος. Τοῦτον τὸν ἄνδρα θεοφιλῆ ὄντα ἡ πρὸς Ἄρειον τότε γενομένη μάχη ἀνέδειξεν: ὡς γὰρ ἧκε τότε Ἄρειος, καὶ ὁ λαὸς εἰς δύο πάλιν τμήματα ἐμερίζετο, ταραχή τε κατὰ τὴν πόλιν ἐγένετο, τῶν μὲν τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς παρασαλεύειν λεγόντων, τῶν δὲ εὔλογα λέγειν τὸν Ἄρειον φιλονεικούντων, εἰς ἀγῶνα μέγιστον κατέστη ὁ Ἀλέξανδρος: καὶ μάλιστα μὲν, ὅτι Εὐσέβιος ὁ Νικομηδείας πολλὰ διηπείλει αὐτῷ, λέγων ὅσον οὐδέπω καθαιρήσειν αὐτὸν, εἰ μὴ εἰς κοινωνίαν δέξηται τὸν Ἄρειον καὶ τοὺς ἀμφ̓ αὐτόν. Ἀλεξάνδρῳ δὲ οὐ τοσοῦτον περὶ καθαιρέσεως ἔμελεν, ὅσον ἐδεδίει ἐπὶ τῇ σπουδαζομένῃ παραλύσει τοῦ δόγματος: φύλακα γὰρ ἑαυτὸν τῶν ὅρων τῆς συνόδου νομίζων, παντοῖος ἐγίνετο μὴ παρατρωθῆναι τοὺς τύπους αὐτῆς. Ἐν ταύτῃ τοίνυν τῇ ἀγωνίᾳ καθεστὼς, χαίρειν πολλὰ φράσας τῇ διαλεκτικῇ προσφεύγει Θεῷ: καὶ νηστείαις μὲν συνεχέσιν ἐσχόλαζε, καὶ τοῦ προσεύχεσθαι οὐδένα τρόπον παρέλειπε: καὶ δὴ τοιοῦτο ἐνθύμιον εἶχε, καὶ λαθὼν ἐπετέλει τὰ δόξαντα. Ἐν τῇ ἐκκλησίᾳ ᾗ ἐπώνυμον Εἰρήνη μόνον ἑαυτὸν κατακλειστὸν ποιήσας, καὶ εἰς τὸ θυσιαστήριον εἰσελθὼν, ὑπὸ τὴν ἱερὸν τράπεζαν ἑαυτὸν ἐπὶ στόμα ἐκτείνας εὔχεται δακρύων. Νύκτας τε πολλὰς ἐφεξῆς καὶ ἡμέρας τοῦτο ποιῶν διετέλει: ᾐτεῖτο γὰρ παρὰ Θεοῦ, καὶ ἐλάμβανεν. Ἡ δὲ αἴτησις ἦν τοιαύτη: Εἰ μὲν ἀληθὴς ἡ Ἀρείου δόξα, ἑαυτὸν τὴν ὡρισμένην ἡμέραν τῇ συζητήσει μὴ ὄψεσθαι: εἰ δὲ ἣν αὐτὸς ἔχει

61
πίστιν ἀληθὴς, Ἄρειον τῆς ἀσεβείας δίκην διδόναι τὸν πάντων αἴτιον τῶν κακῶν.

Περὶ τοῦ θανάτου Ἀρείου.

Τοιαῦτα μὲν οὖν Ἀλέξανδρος ηὔχετο. Ὁ βασιλεὺς δὲ ἀπόπειραν Ἀρείου ποιήσασθαι βουληθεὶς, ἐπὶ τὰ βασίλεια αὐτὸν μεταπέμπεται, ἠρώτα τε εἰ τοῖς ὅροις στοιχεῖ τῆς ἐν Νικαίᾳ συνόδου. Ὁ δὲ ἑτοίμως μηδὲν μελλήσας ἐπ̓ αὐτοῦ ὑπέγραφε τὰ περὶ τῆς πίστεως ὁρισθέντα σοφισάμενος. Καὶ ὁ μὲν βασιλεὺς θαυμάσας καὶ ὅρκον ἐπέφερεν. Ὁ δὲ καὶ τοῦτο σοφιζόμενος ἐποίει: τίνα δὲ τρόπον ἐτεχνάζετο γράφων, ὡς ἤκουσα, ἔστι ταῦτα. Καταγράψας, φησὶν, ὁ Ἄρειος ἐν χάρτῃ ἣν εἶχε δόξαν, ὑπὸ μάλης ἔφερεν: ὤμνυ τε ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ γεγραφηκὼς εἴη. Τοῦτο μὲν οὖν οὕτω γεγενῆσθαι, ἀκοῇ γράψας ἔχω: ὅτι μέντοι καὶ ὅρκον ἐπέθηκε τοῖς γραφεῖσιν, ἐκ τῶν ἐπιστολῶν τοῦ βασιλέως ἀνελεξάμην. Πιστεύσας δὲ ὁ βασιλεὺς δεχθῆναι αὐτὸν ὑπὸ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως Ἀλεξάνδρου εἰς κοινωνίαν ἐκέλευσεν. Σαββάτου δὲ ἦν τότε ἡμέρα, καὶ τῇ ἑξῆς προσεδόκα συνάγεσθαι. Δίκη δὲ ἐπηκολούθει τοῖς Ἀρείου τολμήμασιν. Ὡς γὰρ ἐξῆλθε τῆς βασιλικῆς αὐλῆς, ἐδορυφορεῖτο μὲν ὑπὸ τῶν περὶ Εὐσέβιον διὰ μέσης τότε τῆς πόλεως, περίοπτός τε ἦν: καὶ ἐπεὶ ἐγένετο πλησίον τῆς ἐπιλεγομένης ἀγορᾶς Κωνσταντίνου, ἔνθα ὁ πορφυροῦς ἵδρυται κίων, φόβος ἔκ τινος συνειδότος κατεῖχε τὸν Ἄρειον: σύν τε τῷ φόβῳ τῆς γαστρὸς ἐκινεῖτο χαύνωσις: ἐρόμενός τε εἰ ἀφεδρών που πλησίον, μαθών τε εἶναι ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου, ἐκεῖσε ἐβάδιζεν. Λαμβάνει οὖν λιποθυμία τὸν ἄνθρωπον: καὶ ἅμα τοῖς διαχωρήμασιν ἡ ἕδρα τότε παραυτίκα παρεκπίπτει, καὶ αἵματος πλῆθος ἐπηκολούθει, καὶ τὰ λεπτὰ τῶν ἐντέρων, συνέτρεχε δὲ αἷμα αὐτῷ σπληνί τε καὶ ἥπατι: αὐτίκα οὖν ἐτεθνήκει. Ὁ δὲ ἀφεδρὼν ἄχρι νῦν ἐν τῇ Κωνσταντινουπόλει δείκνυται, ὡς ἔφην, ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου καὶ τοῦ ἐν τῇ στοᾷ μακέλλου, πάντων τε τῶν παριόντων ἐγειρόντων δάκτυλον κατ̓ αὐτοῦ, ἀειμνημόνευτον τοῦ θανάτου τὸν τρόπον ἀπεργαζόμενος. Τούτου γενομένου φόβος καὶ ἀγωνία κατεῖχε τοὺς περὶ τὸν Νικομηδέα Εὐσέβιον: διέτρεχέ τε ἡ φήμη δἰ ὅλης τῆς πόλεως, ὡς δὲ εἰπεῖν, καὶ τῆς συμπάσης

62
οἰκουμένης. Ὡς δὲ ὁ βασιλεὺς τῷ Χριστιανισμῷ μᾶλλον προσετίθετο, καὶ ἀληθῶς ἐκ Θεοῦ μεμαρτυρῆσθαι τὴν ἐν Νικαίᾳ πίστιν ἔφησεν, εὐφραίνετο ἐπὶ τοῖς γεγονόσι: καὶ ἐπὶ τρισὶν υἱοῖς οὓς Καίσαρας ἀνηγορεύκει, ἕκαστον κατὰ δεκάδα ἐνιαυτῶν τῆς βασιλείας αὐτοῦ, τὸν μὲν πρῶτον ὁμώνυμον ἑαυτοῦ Κωνσταντῖνον τῶν ἑσπερίων μερῶν ἄρχειν καταστήσας ἐν τῇ πρώτῃ δεκάδι τῆς βασιλείας αὐτοῦ. Τῶν δὲ πρὸς τῇ ἑῴᾳ μερῶν τὸν τῷ πάππῳ ἐπώνυμον Κωνστάντιον ἐν τῇ εἰκοσαετηρίδι κατέστησε Καίσαρα: τὸν δὲ νεώτερον Κώνσταντα ἐν τῇ τριακονταετηρίδι τῆς ἑαυτοῦ βασιλείας ἐχειροτόνησεν.

Ὡς ὁ βασιλεὺς ἀρρωστίᾳ περιπεσὼν τέλει τοῦ βίου ἐχρήσατο.

[*](Eus. *w. C. iv. 61 s#3.) Ἐνιαυτοῦ δὲ μετὰ ταῦτα παραδραμόντος ἐπιβὰς ἑξηκονταπέντε ἐνιαυτῶν ὁ βασιλεὺς Κωνσταντῖνος ἀρρωστίᾳ περιπίπτει: καὶ ἐκ τῆς Κωνσταντινουπόλεως ἐκπλεῖ ἐπὶ τὴν Ἑλενούπολιν, ὡς φυσικοῖς θερμοῖς χρησόμενος τοῖς ἐκεῖ γειτνιάζουσιν. Ἐπεὶ δὲ σφοδροτέρου τοῦ νοσήματος ᾔσθετο, τὰ μὲν λουτρὰ ὑπερέθετο: ἀπαίρει δὲ ἐκ τῆς Ἑλενουπόλεως εἰς τὴν Νικομήδειαν: κᾀκεῖ ἐν προαστείῳ διάγων τοῦ Χριστιανικοῦ μεταλαμβάνει βαπτίσματος. Εὔθυμός τε ἐπὶ τούτῳ γενόμενος διαθήκας ποιεῖται, ἐν αἷς τοὺς μὲν τρεῖς υἱοὺς κληρονόμους τῆς βασιλείας ἐνίσταται, καθὰ καὶ ζῶν αὐτοῖς τοὺς κλήρους διένειμε. Πολλὰ δὲ τῇ Ῥωμαίων πόλει καὶ τῇ ἑαυτοῦ ἐπωνύμῳ πρεσβεῖα καταλιπὼν, τὰς διαθήκας ἐκείνῳ παρατίθεται τῷ πρεσβυτέρῳ δἰ ὅν περ Ἄρειος ἀνακέκληται, οὗ καὶ μικρὸν ἔμπροσθεν πεποιήμεθα μνήμην: ἐντειλάμενος μηδενὶ ἑτέρῳ ἢ τῷ υἱῷ τῷ τῆς ἀνατολῆς ἄρχοντι Κωνσταντίῳ εἰς τὰς χεῖρας βαλεῖν. Μετὰ δὲ τὸ θέσθαι τὰς διαθήκας ὀλίγας ἡμέρας ἐπιβιοὺς τὸν βίον ἀπέλιπε: τῶν μέντοι υἱῶν αὐτοῦ ἐπὶ τῇ τελευτῇ παρῆν οὐδείς: πέμπεται οὖν εὐθὺς πρὸς τὴν ἑῴαν ὁ Κωνσταντίῳ μηνύσων τὴν τελευτήν.

Περὶ τῆς κηδείας τοῦ βασιλέως Κωνσταντίνου.

Τὸ δὲ σῶμα τοῦ βασιλέως οἱ ἐπιτήδειοι χρυσῇ ἐνθέμενοι λάρνακι ἐπὶ τὴν Κωνσταντινούπολιν διεκόμισαν: ἀπέθεντό τε ἐν τοῖς

63
βασιλείοις ἐφ̓ ὑψηλοῦ, καὶ διὰ τιμῆς ἦγον καὶ δορυφορίας πολλῆς, ὡς καὶ ζῶντος ἐγίνετο: καὶ τοῦτο ἐποίουν ἕως τις τῶν υἱῶν αὐτοῦ παραγένηται. Μετὰ δὲ ταῦτα ἐκ τῶν ἀνατολικῶν μερῶν ἐπιστάντος Κωνσταντίου, κηδείας τῆς βασιλικῆς ἠξιοῦτο ἀποτεθεὶς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ τῶν ἀποστόλων, ἣν δἰ αὐτὸ τοῦτο πεποιήκει, ὅπως ἂν οἱ βασιλεῖς τε καὶ οἱ ἱερεῖς τῶν ἀποστολικῶν λειψάνων μὴ ἀπολιμπάνοιντο. Ἔζησε δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἔτη ἑξηκονταπέντε, ἐβασίλευσε δὲ ἔτη τριάκοντα ἕν: ἐτελεύτησε δὲ ἐν [*](A.D. 337.) ὑπατίᾳ Φιλικιανοῦ καὶ Τατιανοῦ, τῇ δευτέρᾳ καὶ εἰκάδι τοῦ Μαΐου μηνός: τοῦτο δὲ ἦν δεύτερον ἔτος τῆς διακοσιοστῆς ἑβδομηκοστῆς ὀγδόης Ὀλυμπιάδος. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν ἑνὸς πρὸς τοῖς τριάκοντα.