Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἄτταλος δὲ ἅμα τῷ παιδὶ, Ἀλαρίχῳ συνῆν, οὐκ ἂν οὐκ ἀσφαλὲς τέως ἡγούμενος ἐν Ῥωμαίοις διάγειν.

902

Περὶ τῆς ταραχῆς, ἣν ἔσχον οἱ Ἕλληνες καὶ οἱ Χριστιανοὶ περὶ Ἀττάλου: καὶ περὶ Σάρου τινὸς ἀνδρείου: καὶ ὡς Ἀλάριχος δόλῳ εἷλε τὴν Ῥώμην, ἄσυλον φυλάξας τὸ τοῦ ἀποστόλου Πέτρου ἱερόν.

Ἐπὶ τούτοις δὲ ὧδε ἀποβεβηκόσιν, οὐ μετρίως ἐδυσφόρουν Ἕλληνές τε καὶ Χριστιανοὶ, οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως. Οἱ μὲν γὰρ, τεκμηράμενοι τῆς Ἀττάλου προαιρέσεως καὶ τῆς προτέρας ἀγωγῆς, εἰς τὸ προφανὲς ἑλληνίσειν αὐτὸν ἡγοῦντο, καὶ τοὺς πατρίους ἀποδιδόναι ναοὺς, καὶ ἑορτὰς καὶ θυσίας: οἱ δὲ, τῶν ἐκκλησιῶν ὡς ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος πάλιν κρατήσειν ᾤοντο, εἰ βεβαίως σχοίη τὴν βασιλείαν. Καθότι καὶ βαπτισθεὶς ἦν παρὰ Σιγησαρίου τοῦ ἐπισκόπου τῶν Γότθων,

καὶ καταθύμιος ἐπὶ τούτῳ πᾶσί τε αὐτοῖς καὶ Ἀλαρίχῳ ἐτύγχανεν. Οὐ πολλῷ δὲ ὕστερον Ἀλάριχος καταλαβὼν τὰς Ἄλπεις, χωρίον δὲ τοῦτο ἀμφὶ τὰ ἑξήκοντα στάδια διεστὼς τῆς Ῥαβέννης, εἰς λόγους ἦλθε τῷ βασιλεῖ περὶ τῆς εἰρήνης.

Σάρος δέ τις βάρβαρος τὸ γένος, εἰς ἄκρον τὰ πολέμια

903
ἠσκημένος, ἀμφὶ τριακοσίους μόνους περὶ αὐτὸν ἔχων πάντας εὔνους καὶ ἀρίστους, ὕποπτος ὢν Ἀλαρίχῳ διὰ προτέραν ἔχθραν, ἐλογίσατο μὴ συνοίσειν αὐτῷ τὰς μεταξὺ Ῥωμαίων καὶ Γότθων σπονδάς. Καὶ ἐξαπίνης μετὰ τῶν ἰδίων ἐπανελθὼν, ἀναιρεῖ τινὰς τῶν βαρβάρων.

Ἐκ τούτου δὲ εἰς ὀργὴν καὶ δέος καταστὰς Ἀλάριχος, τὴν αὐτὴν ὁδὸν ἀναστρέφει: καὶ περικαθεσθεὶς τὴν Ῥώμην εἷλε προδοσίᾳ: καὶ τοῖς αὐτοῦ πλήθεσιν ἐπέτρεψεν ἑκάστῳ, ὡς ἂν δύναιτο, τὸ Ῥωμαίων πλοῦτον διαρπάζειν, καὶ πάντας τοὺς οἴκους ληΐζεσθαι: ἄσυλον εἶναι προστάξας αἰδοῖ τῇ πρὸς τὸν ἀπόστολον Πέτρον, τὴν περὶ τὴν αὐτοῦ σορὸν ἐκκλησίαν, μεγάλην τε καὶ πολὺν χῶρον περιέχουσαν.

Τουτὶ δὲ γέγονεν αἴτιον, τοῦ μὴ ἄρδην ἀπολέσθαι τὴν Ῥώμην. Οἱ γὰρ ἐνθάδε διασωθέντες, πολλοὶ δὲ ἦσαν, πάλιν τὴν πόλιν ᾤκισαν.

904

Περὶ τῆς Ῥωμαίας γυναικὸς, σωφροσύνης ἔργον ἐνδειξαμένης.

Οἷα δὲ εἰκὸς, ὡς ἐν ἁλώσει τοιᾶσδε πόλεως πολλῶν συμβεβηκότων, ὃ τότε μοι ἔδοξεν ἐκκλησιαστικῆς ἱστορίας ἄξιον γεγενῆσθαι ἀναγράψομαι. Δηλοῖ γὰρ ἀνδρὸς βαρβάρου πρᾶξιν εὐσεβῆ, καὶ γυναικὸς Ῥωμαίας ἀνδρείαν ἐπὶ φυλακῇ σωφροσύνης, ἀμφοτέρων δὲ Χριστιανῶν, οὐκ ἀπὸ τῆς αὐτῆς αἱρέσεως: καθότι ὁ μὲν, τὰ Ἀρείου: ἡ δὲ, τῶν ἐν Νικαίᾳ τὴν πίστιν ἐζήλου.