Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ δὶς ἀπέτυχε περὶ τούτου πρεσβευσάμενος διά τινων ἐπισκόπων, ἐλθὼν εἰς Ῥώμην, ἐπολιόρκει τὴν πόλιν: καὶ ἐξ ἑνὸς μέρους τὸν Πόρτον ἑλὼν, βιάζεται Ῥωμαίους βασιλέα ψηφίσασθαι τὸν Ἄτταλον,

ὕπαρχον ὄντα τότε τῆς πόλεως. Ῥωμαίων δὲ προβληθέντων ἐπὶ τὰς ἄλλας ἀρχὰς, χειροτονεῖται Ἀλάριχος στρατηγὸς ἑκατέρας δυνάμεως: Ἀδάουλφος δὲ ὁ τῆς αὐτοῦ γαμετῆς ἀδελφὸς, ἡγεμὼν τῶν ἱππέων δομεστίκων καλουμένων. Συγκαλέσας δὲ τὴν γερουσίαν Ἄτταλος, λόγον διῆλθε μακρὸν καὶ λαμπρῶς μάλα πεπονημένον, ὑπισχνούμενος τὰ πάτρια τῇ συγκλήτῳ φυλάξειν, καὶ τὴν Αἴγυπτον καὶ πᾶσαν τὴν πρὸς ἕω ἀρχομένην, ὑπήκοον Ἰταλοῖς ποιῆσαι.

Καὶ ὁ μὲν ὧδε ἀλαζονευόμενος, οὐδὲ εἰς ἐνιαυτὸν ὁλόκληρον ἤμελλε βασιλεὺς καλεῖσθαι: μάντεσι δέ τισιν ὑπαχθεὶς, ὑπισχνουμένοις ἀμαχητὶ τὴν Ἀφρικὴν καθέξειν,

899
οὔτε Ἀλαρίχῳ ἐπείσθη, μετρίαν δύναμιν εἰσηγησαμένῳ πέμψαι εἰς Χαρχηδόνα ἐπὶ ἀναιρέσει τῶν Ὁνωρίου ἀρχόντων, εἰ ἀντιπαρατάξοιεν αὐτῷ: οὔτε Ἰωάννῃ, ὃν προεστήσατο τῶν ἀμφ̓ αὐτὸν βασιλικῶν τάξεων, φάσκοντι χρῆναι Κώνσταντα τὸν ἐκδημεῖν εἰς Λιβύην παῤ αὐτοῦ τεταγμένον, ὡς παρὰ Ὁνωρίου ἀπεσταλμένον, γράμματι συνήθει ὃ διάταγμα καλοῦσι, παῦσαι τῆς ἀρχῆς Ἡρακλειανὸν, τὸν τηνικάδε τῶν ἐν Ἀφρικῇ στρατιωτῶν ἐπιτετραμμένον τὴν ἡγεμονίαν.

Ἴσως δ̓ ἂν καὶ τοῦτο προυχώρησεν: οὔπω γὰρ δῆλα ἐγεγόνει τοῖς ἐν Λιβύῃ τὰ κατὰ Ἄτταλον. Ἐπεὶ δὲ Κώνστας, τοῦτο τοῖς μάντεσι δόξαν, ἔπλευσεν εἰς Καρχηδόνα, Ἄτταλος δὲ ἐπὶ τοσοῦτον ἐβλάβη τὸν νοῦν, ὡς μηδὲ ἀμφιβάλλειν ἀξιοῦν, ἀλλὰ πεπεῖσθαι τοὺς Ἄφρους ὑπηκόους ἔχειν κατὰ τὴν πρόρρησιν τῶν μάντεων, ἐπιστρατεύει τῇ Ῥαβέννῃ.

Ἅμα δὲ ἠγγέλθη, εἰς Ἀρίμινον ἀφίχθαι μετὰ τῆς Ῥωμαίων στρατιᾶς καὶ τῶν βαρβάρων, γράφει αὐτῷ Ὁνώριος ὡς βασιλεῖ, καὶ πρεσβεύεται διὰ τῶν ἀμφ̓

900
αὐτὸν τὰς μεγίστας ἀρχὰς λαχόντων, κοινωνὸν ἀγαπῶν ἔχειν τῆς βασιλείας. Ἄτταλος δὲ, τὴν μὲν κοινωνίαν τοῦ κράτους ἀπαρνεῖται: δηλοῖ δὲ Ὁνωρίῳ, νῆσον ἢ τόπον ἑλέσθαι ὃν βούλεται, καὶ καθ̓ ἑαυτὸν διάγειν, πάσης βασιλικῆς θεραπείας ἀξιούμενον.