Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Γενομένης δὲ περὶ τούτου πρεσβείας, οἱ τὰ ἐναντία πράττοντες Ἀλαρίχῳ ἐν τοῖς βασιλείοις, ἐνεπόδιζον τῇ εἰρήνῃ. Μετὰ δὲ ταῦτα πρεσβευσαμένου Ἰνοκεντίου τοῦ Ῥωμαίων ἐπισκόπου, μετακληθεὶς Ἀλάριχος γράμμασι τοῦ βασιλέως, ἧκεν εἰς Ἀρίμηνον πόλιν, δέκα καὶ διακοσίοις σταδίοις τῆς Ῥαβέννης ἀφεστῶσαν.

Ἐνταῦθα δὲ σκηνὰς ἔχοντι πρὸ τῶν τειχῶν, εἰς

897
λόγους ἐλθὼν Ἰόβιος τῆς Ἰταλίας ὕπαρχος ὢν, δηλοῖ τῷ βασιλεῖ τὴν Ἀλαρίχου αἴτησιν, καὶ ὡς δέοι δέλτοις αὐτὸν τιμῆσαι στρατηγοῦ δυνάμεως ἑκατέρας.

Ὁ δὲ βασιλεὺς, χρημάτων μὲν καὶ σιτηρεσίων ὧν ᾔτει, ὡς ὑπάρχῳ Ἰοβίῳ τὴν ἐξουσίαν δέδωκεν: ἀξίας δὲ οὔ ποτε μεταδώσειν αὐτῷ ἀντεδήλωσεν. Ἀβούλως δὲ Ἰόβιος ἐν τῇ Ἀλαρίχου σκηνῇ περιμείνας τὸν ἐκ τῶν βασιλείων ἀπεσταλμένον, ἀναγινώσκειν ἐκέλευε παρόντων τῶν βαρβάρων τὰ δόξαντα τῷ βασιλεῖ.

Ἐπὶ δὲ τῇ ἀρνήσει τοῦ ἀξιώματος ὀργισθεὶς Ἀλάριχος ὡς ὑβρισμένος, αὐθωρὸν τῇ σάλπιγγι σημῄνας, ἐπὶ τὴν Ῥώμην ἤλαυνε. Δείσας δὲ ὁ Ἰόβιος μὴ ὑπονοηθῇ τῷ βασιλεῖ Ἀλαρίχῳ σπουδάζειν, ἀβουλοτέρῳ ἢ πρότερον περιπεσὼν, πρὸς τῆς σωτηρίας τοῦ βασιλέως αὐτὸς ὤμοσε, καὶ τοὺς ἄλλους ἄρχοντας παρεσκεύασε, μή ποτε εἰρήνην θέσθαι πρὸς Ἀλάριχον.

Οὐκ εἰς μακρὰν δὲ μεταμεληθεὶς ὁ βάρβαρος, ἐδήλωσε μηδὲν ἀξιωμάτων δεῖσθαι: σύμμαχον δὲ παρέξειν ἑαυτὸν ἐπὶ μετρίᾳ σίτου δόσει, καὶ οἰκήσει τόπων, οὐ πάνυ Ῥωμαίοις ἐσπουδασμένων.

898