Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κατὰ ταυτὸν δὲ συνέβη καὶ Οὕννους στρατοπεδευομένους ἐν Θρᾴκῃ, μήτε πολεμοῦντος αὐτοῦ, μήτε διώκοντος, αἰσχρῶς ὑποστρέψαι, τοὺς πλείους ἀποβαλόντας. Ἐπεὶ γὰρ Οὔλδις, ὁ ἡγούμενος τῶν περὶ

892
τὸν Ἴστρον βαρβάρων, πλείστην ἔχων στρατιὰν ἐπεραιώθη τὸν ποταμὸν, ἐν τοῖς Θρᾳκῶν ὅροις ἐστρατοπεδεύετο.

Καὶ Καστράμαρτις πόλιν τῆς Μυσίας προδοσίᾳ ἑλὼν, ἐντεῦθεν τὴν ἄλλην Θρᾴκην κατέτρεχε, καὶ σπονδὰς θέσθαι πρὸς Ῥωμαίους ὑπ̓ ἀλαζονείας οὐκ ἠνείχετο. Διαλεγομένου δὲ αὐτῷ περὶ εἰρήνης τοῦ ὑπάρχου τῶν Θρᾳκίων στρατευμάτων, ἀνίσχοντα τὸν ἥλιον ἐπιδείξας, οὐ χαλεπὸν αὐτῷ ἔφη, ἢν βούλοιτο,

πᾶσαν ἣν ἐφορᾷ γῆν καταστρέψασθαι. Τερατευομένου δὲ τοιάδε, καὶ δασμὸν ὅσον ἐβούλετο ἐπιτάττοντος, καὶ ἐπὶ τούτοις συντίθεσθαι Ῥωμαίοις εἰρήνην ἔχειν, ἢ πόλεμον περιμένειν: ἀμηχάνου τε τοῦ πράγματος ὄντος, ἐπέδειξεν ὁ Θεὸς ἣν ἔχει προμήθειαν περὶ τὴν παροῦσαν βασιλείαν.

Οὐκ εἰς μακρὰν γὰρ λόγοι πρὸς τοὺς ἀμφὶ τὸν Οὔλδιν οἰκείους καὶ λοχαγοὺς ἐγένοντο περὶ τῆς Ῥωμαίων πολιτείας, καὶ τῆς τοῦ βασιλέως φιλανθρωπίας, ὁποίων τε καὶ

893
ὅσων ἀξιοῖ γερῶν τοὺς ἀρίστους καὶ ἀγαθοὺς ἄνδρας. Οὐκ ἀθεεὶ δὲ τούτων εἰς ἔρωτα καταστάντες, Ῥωμαίοις προσεχώρησαν,

καὶ σὺν αὐτοῖς ἐστρατοπεδεύοντο ἅμα τοῖς ὑπ̓ αὐτοὺς τεταγμένοις. Ὁ δὲ Οὔλδις πρὸς τὸ πέραν τοῦ ποταμοῦ μόλις διεσώθη, πολλοὺς ἀποβαλὼν, ἄρδην δὲ τοὺς καλουμένους Σκιροὺς, ἔθνος δὲ τοῦτο βάρβαρον ἱκανῶς πολυάνθρωπον πρὶν τοιᾷδε περιπεσεῖν συμφορᾷ: ὑστερήσαντες γὰρ ἐν τῇ φυγῇ, οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες δέσμιοι πρὸς τὴν Κωνσταντινούπολιν ἐξεπέμφθησαν.

Δόξαν δὲ τοῖς ἄρχουσιν διανεῖμαι τούτους, μή τι πλῆθος ὄντες νεωτερίσωσι: τοὺς μὲν, ἐπ̓ ὀλίγοις τιμήμασι ἀπέδοντο: τοὺς δὲ, πολλοῖς προῖκα δουλεύειν παρέδοσαν, ἐπὶ τῷ μήτε Κωνσταντινουπόλεως, μήτε πάσης Εὐρώπης ἐπιβαίνειν, καὶ τῇ μέσῃ θαλάσσῃ χωρίζεσθαι τὸν ἐγνωσμένον αὐτοῖς τόπον.

Ἐκ τούτων τε πλῆθος ἄπρατον περιλειφθὲν, ἄλλος ἀλλαχῆ

894
διατρίβειν ἐτάχθησαν: πολλοὺς δὲ ἐπὶ τῆς Βιθυνίας τεθέαμαι, πρὸς τῷ καλουμένῳ Ὀλύμπῳ ὄρει, σποράδην οἰκοῦντας, καὶ τοὺς αὐτόθι λόφους καὶ ὑπωρείας γεωργοῦντας.

Περὶ Ἀλαρίχου τοῦ Γότθου, καὶ ὡς τῇ Ῥώμῃ ἐπεισπεσὼν. ἐστενοχώρει ταύτην πολέμῳ.

Τὰ μὲν οὖν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο, καὶ σὺν κόσμῳ πολλῷ ἰθύνετο παρὰ τὴν πάντων δόξαν: ἦν γὰρ ἔτι νέος ὁ κρατῶν. Τὰ δὲ πρὸς δύσιν ἐν ἀταξίαις ἦν,