Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ παρὰ τοὺς Μακεδονιανῶν κληρικοὺς ἐλθὼν, ἐπυνθάνετο περὶ αὐτῶν. Ἤδη δὲ πάντων τετελευτηκότων, ἕνα μόνον περιόντα εὑρὼν ὡς ἐπὶ μηνύσει τῶν ἐπιζητουμένων μαρτύρων ἔτι πεφυλαγμένον ἐν ζῶσιν, ἐδεῖτο φράζειν, εἴγε ἱερὰ λείψανα εἶδεν ὑπὸ τὸν δηλωθέντα χῶρον κρυπτόμενα.

Ἐπεὶ δὲ διὰ τὰς πρὸς Εὐσεβίαν συνθήκας ἰδὼν αὐτὸν Πολυχρόνιος ὑποπαραιτούμενον, καὶ τὴν θείαν ἐπιφάνειαν ἐδήλωσε, καὶ τῆς βασιλίδος τὰς ὀχλήσεις, καὶ αὐτῶν τὴν ἀμηχανίαν, συνωμολόγησεν ἀληθῆ τὸν Θεὸν ἐπιδεῖξαι τῇ κρατούσῃ: βούπαιδα γὰρ τότε ὄντα, καὶ ὑπὸ γέροντας ἠγουμένους τὴν μοναστικὴν ἐκδιδασκόμενον, ἀκριβῶς ἐπίστασθαι, μάρτυρας κεῖσθαι περὶ τὴν Εὐσεβίας σορόν: μὴ εἰδέναι μέντοι, πότερον ὑπὸ τέμενος, ἢ ἑτέρωθι κατορωρυγμένοι εἰσὶ, τῷ πολὺν παρελθεῖν χρόνον, καὶ τὴν

885
προτέραν ὄψιν τοῦ τόπου εἰς τὸ νῦν φαινόμενον ἀμειφθῆναι.

Καὶ μὴν, ἔφη Πολυχρόνιος, οὐ τὸ αὐτὸ πέπονθα: μέμνημαι γὰρ παρατυχὼν τῇ ταφῇ τῆς Καισαρίου γαμετῆς: καὶ ἀναλογιζόμενος ἐκ τῆς πέλας παρακειμένης λεωφόρου, εἰκάζω αὐτὴν κεῖσθαι παρὰ τὸν ἄμβωνα: βῆμα δὲ τοῦτο τῶν ἀναγνωστῶν. Οὐκοῦν ὑπολαβὼν ὁ μοναχὸς εἶπε: καὶ τῆς Εὐσεβίας σορὸν παρὰ τὴν Καισαρίου γαμετὴν ζητητέον: καθότι καὶ περιοῦσαι τὰ πολλὰ συνῆσαν ἀλλήλαις, καὶ θανοῦσαι συνέθεντο ἅμα τὰς θήκας ἔχειν.

Ἐπεὶ δὲ κατὰ τὰ εἰρημένα ὀρύττειν ἔδει, καὶ τὰ ἱερὰ λείψανα ἀνιχνεύειν,

μαθοῦσα ταῦτα ἡ βασιλὶς, προσέταξεν ἔχεσθαι τοῦ ἔργου. Ἀνορυγέντος τε τοῦ παρὰ τὸν ἄμβωνα χώρου, εὑρέθη ἡ τῆς Καισαρίου γαμετῆς θήκη, καθὼς συνέβαλε Πολυχρόνιος: ὀλίγον δὲ διεστὼς ἐκ πλαγίου κατάστρωμα πλίνθων ὀπτῶν, ἰσόμετρός τε τῇ τούτων περιβολῇ πλὰξ μαρμαρίνη: ὑφ̓ ἣν αὐτῆς Εὐσεβίας ἡ σορὸς ἀπεδείχθη, καὶ τὸ περὶ

886
αὐτὴν εὐκτήριον, ἐπιεικῶς μάλα λευκοπορφύροις μαρμάροις ἠμφιεσμένον: τὸ δὲ ἐπίθεμα τῆς θήκης, ὥσπερ εἰς ἱερὰν ἐξησκεῖτο τράπεζαν. Ἐπ̓ ἄκρου δὲ καθ̓ ὃ οἱ μάρτυρες ἔκειντο, τρύπημα μικρὸν ἀνεφάνη.

Παρεστὼς δέ τις τοῦ βασιλέως οἴκου, ῥάβδον λεπτὴν ἣν ἔτυχε κατέχων, διὰ τοῦ τρυπήματος καθῆκεν: καὶ ἀνιμήσας, τῇ ῥινὶ προσήγαγε, καὶ μύρον εὐωδίας ὠσφράνθη. Ἐκ τούτου γε ἀγαθαὶ ἐλπίδες τοῖς ἐργαζομένοις, καὶ τοῖς ἐφεστῶσιν ἐγένοντο: καὶ σπουδῇ τὴν σορὸν ἀποκαλύψαντες, εὑρίσκουσι τὴν Εὐσεβίαν.

Τὸ δὲ πρὸς κεφαλὴν αὐτῆς ἐξέχον τῆς θήκης, εἰς κιβωτοῦ σχῆμα περιεξεσμένον, ἰδίῳ ἔνδοθεν ἐκαλύπτετο ἐπιθέματι: καὶ ἑκατέρωθεν αὐτῷ πρὸς τὰ χείλη σίδηρος ἐπικείμενος, συνεῖχε μολίβδῳ συμπεπηγώς. Ἐπὶ δὲ μέσου τὸ αὐτὸ τρύπημα πάλιν ἀναφανὲν, ἔτι σαφέστερον ἐδείκνυ ἔνδον ἔχειν τοὺς μάρτυρας.