Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὡς δὲ ταῦτα ἠγγέλθη, συνέδραμον εἰς τὸ μαρτύριον, ἥ τε βασιλὶς καὶ ὁ ἐπίσκοπος: αὐτίκα δὲ διὰ τῶν ἐπιστημόνων περιαιρεθέντων τῶν σιδηρείων δεσμῶν, εὐπετῶς

887
ἐξειλκύσθη τὸ ἐπίθεμα: ὑπὸ δὲ τοῦτο μύρα πολλὰ,

καὶ ἐν τοῖς μύροις ἀλαβαστροθῆκαι ἀργυραῖ δύο εὑρέθησαν, ἐν αἷς τὰ ἱερὰ λείψανα ἔκειντο. Τότε μὲν οὖν ἡ βασιλὶς εὐχαριστήρια ηὔξατο τῷ Θεῷ, τοσαύτης ἐπιφανείας ἀξιωθεῖσα καὶ τῆς εὑρέσεως ἐπιτυχοῦσα τῶν ἱερῶν λειψάνων: μετὰ δὲ ταῦτα, πολυτελεστάτῃ θήκῃ τιμῶσα τοὺς μάρτυρας, παρὰ τὸν θεσπέσιον Θύρσον κατέθετο, δημοτελοῦς ἑορτῆς, ὡς εἰκὸς, καὶ τῆς προσηκούσης τιμῆς καὶ πομπῆς σὺν ψαλμῳδίαις ἐπιτελεσθείσης, ᾗ καὶ αὐτὸς ἐγὼ παρεγενόμην.

Καὶ τὰ μὲν ὧδε γενέσθαι, οἱ παρατυχόντες τῇ ἑορτῇ μαρτυρήσουσι: σχεδὸν γὰρ ἔτι πάντες περίεισι, καθότι πολλῷ ὕστερον συνέβη, Πρόκλου ἐπιτροπεύοντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.

Ἔτι περὶ ἀρετῆς καὶ θεοφιλείας τῆς Πουλχερίας, καὶ τῶν αὐτῆς ἀδελφῶν.

Λόγος δὲ καὶ ἐπὶ ἄλλοις πράγμασι πολλάκις τὸν Θεὸν προαναφῆναι τὸ μέλλον τῇ βασιλίδι, καὶ πλεῖστα

888
θεοφίλειαν μαρτυροῦντα συμβῆναι περὶ αὐτὴν καὶ τὰς αὐτῆς ἀδελφάς: ἐπεὶ καὶ αὗται τὸν ἴσον πολιτεύονται τρόπον, περὶ τοὺς ἱερέας, καὶ τοὺς εὐκτηρίους οἴκους σπουδάζουσαι,

καὶ περὶ τοὺς δεομένους ξένους καὶ πτωχοὺς φιλοτιμούμεναι. Τράπεζα καὶ πρόοδος ὡς ἐπίπαν ἡ αὐτὴ πάσαις: κοινῇ τε νύκτωρ καὶ μεθ̓ ἡμέραν τὸν Θεὸν ὑμνοῦσι: καὶ οἷος ἀξιαγάστων γυναικῶν νόμος, ὑφασμάτων καὶ τῶν τοιούτων ἔργων ἐπεμελοῦντο. Ῥᾳστώνην γὰρ καὶ ἀργίαν, καίπερ βασιλεύουσαι, καὶ ἐν τοῖς βασιλείοις τεχθεῖσαι καὶ τραφεῖσαι, παρθενίας ἱερὰς ἣν μετιᾶσιν, ἀναξίαν ἡγήσαντο, καὶ τοῦ οἰκείου βίου ἀφώρισαν.

Διὰ ταῦτα δὲ προφανῶς ἵλεω ὄντος τοῦ θεοῦ, καὶ τοῦ αὐτῶν οἴκου ὑπερμαχοῦντος, τῷ μὲν κρατοῦντι τὰ τῆς ἡλικίας καὶ τῆς ἀρχῆς ἐπεδίδου: πᾶσα δὲ ἐπιβουλὴ, καὶ πόλεμος κατ̓ αὐτοῦ συνιστάμενος, αὐτομάτως: διελύετο.

Περὶ τῶν σπονδῶν τῶν Περσῶν, καὶ περὶ Ὁνωρίου, καὶ Στελίχωνος, καὶ τῶν ἐν Ῥώμῃ καὶ Δαλματίᾳ πραχθέντων.

Τότε γοῦν Πέρσαι μὲν εἰς μάχην κεκινημένοι, ἑκατοντούτεις

889
σπονδὰς πρὸς Ῥωμαίους ἔθεντο. Στελίχων δὲ ὁ τῆς Ὁνωρίου στρατιᾶς ἡγούμενος, ὕποπτος ὢν ὡς Εὐχέριον τὸν υἱέα τὸν ἑαυτοῦ σπουδάζων ἀναγορεῦσαι βασιλέα κατὰ τὴν ἕω, κτίννυται παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν.