Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

μαθοῦσα ταῦτα ἡ βασιλὶς, προσέταξεν ἔχεσθαι τοῦ ἔργου. Ἀνορυγέντος τε τοῦ παρὰ τὸν ἄμβωνα χώρου, εὑρέθη ἡ τῆς Καισαρίου γαμετῆς θήκη, καθὼς συνέβαλε Πολυχρόνιος: ὀλίγον δὲ διεστὼς ἐκ πλαγίου κατάστρωμα πλίνθων ὀπτῶν, ἰσόμετρός τε τῇ τούτων περιβολῇ πλὰξ μαρμαρίνη: ὑφ̓ ἣν αὐτῆς Εὐσεβίας ἡ σορὸς ἀπεδείχθη, καὶ τὸ περὶ

886
αὐτὴν εὐκτήριον, ἐπιεικῶς μάλα λευκοπορφύροις μαρμάροις ἠμφιεσμένον: τὸ δὲ ἐπίθεμα τῆς θήκης, ὥσπερ εἰς ἱερὰν ἐξησκεῖτο τράπεζαν. Ἐπ̓ ἄκρου δὲ καθ̓ ὃ οἱ μάρτυρες ἔκειντο, τρύπημα μικρὸν ἀνεφάνη.

Παρεστὼς δέ τις τοῦ βασιλέως οἴκου, ῥάβδον λεπτὴν ἣν ἔτυχε κατέχων, διὰ τοῦ τρυπήματος καθῆκεν: καὶ ἀνιμήσας, τῇ ῥινὶ προσήγαγε, καὶ μύρον εὐωδίας ὠσφράνθη. Ἐκ τούτου γε ἀγαθαὶ ἐλπίδες τοῖς ἐργαζομένοις, καὶ τοῖς ἐφεστῶσιν ἐγένοντο: καὶ σπουδῇ τὴν σορὸν ἀποκαλύψαντες, εὑρίσκουσι τὴν Εὐσεβίαν.

Τὸ δὲ πρὸς κεφαλὴν αὐτῆς ἐξέχον τῆς θήκης, εἰς κιβωτοῦ σχῆμα περιεξεσμένον, ἰδίῳ ἔνδοθεν ἐκαλύπτετο ἐπιθέματι: καὶ ἑκατέρωθεν αὐτῷ πρὸς τὰ χείλη σίδηρος ἐπικείμενος, συνεῖχε μολίβδῳ συμπεπηγώς. Ἐπὶ δὲ μέσου τὸ αὐτὸ τρύπημα πάλιν ἀναφανὲν, ἔτι σαφέστερον ἐδείκνυ ἔνδον ἔχειν τοὺς μάρτυρας.