Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κωνσταντῖνος δὲ περικαθημένης τῆς Ὁνωρίου στρατιᾶς, ἔτι πρὸς τὴν πολιορκίαν ἀντεῖχεν, ἀγγελθέντος Ἐδοβίχου μετὰ πλείστης συμμαχίας ἥξειν. Τοῦτο δὲ καὶ τοὺς Ὁνωρίου στρατηγοὺς οὐ μετρίως ἐφόβει: βουλευσαμένων τε αὐτῶν ἀναστρέφειν εἰς Ἰταλίαν, κἀκεῖ πειραθῆναι τοῦ πολέμου, καὶ ἐπειδὴ

913
τοῦτο συνεδόκει, πλησίον ἀγγελθέντος Ἐδοβίχου,

περῶσι Ῥοδανὸν τὸν ποταμόν. Καὶ Κωνστάντιος μὲν ἔχων τοὺς πεζοὺς, ἐπιόντας περιμένει τοὺς πολεμίους: Οὐλφίλας δὲ ὁ Κωνσταντίου συστρατηγὸς, οὐ πόρρωθεν ἀποκρυβεὶς μετὰ τῶν ἱππέων ἐλάνθανεν. Ἐπεὶ δὲ παραμείψαντες οἱ πολέμιοι τοῦ Οὐλφίλα τῇ στρατιᾷ, ἔμελλον εἰς χεῖρας ἰέναι τῶν ἀμφὶ τὸν Κωνστάντιον, σημείου δοθέντος, ἐξαπίνης ἀναφανεὶς Οὐλφίλας, κατὰ νώτου τῶν πολεμίων ἤλαυνεν: αὐτίκα τε τροπῆς γενομένης, οἱ μὲν φεύγουσιν, οἱ δ̓ ἀναιροῦνται, οἱ δὲ πλείους τὰ ὅπλα ἀποθέμενοι συγγνώμην ᾔτησαν, καὶ φειδοῦς ἠξιώθησαν.

Ἐδόβιχος δὲ ἵππου ἐπιβὰς, ἔφυγεν εἰς ἀγρόν τινα πρὸς Ἐκδίκιον τὸν κεκτημένον, πλεῖστα παῤ αὐτοῦ Ἐδοβίχου πρότερον εὐηργετημένον, καὶ φίλον νομιζόμενον. Ὁ δὲ, τὴν αὐτοῦ κεφαλὴν ἀποτεμὼν, προσφέρει τοῖς Ὁνωρίου στρατηγοῖς, ἐπ̓ ἐλπίδι μεγάλων δώρων καὶ τιμῆς.

Κωνστάντιος δὲ, τὴν μὲν κεφαλὴν δεχθῆναι

914
προσέταξε, χάριν ἔχειν Ἐκδικίῳ τὸ δημόσιον εἰπὼν τῆς Οὐλφίλα πράξεως: συνεῖναι δὲ σπουδάζοντα αὐτὸν, ἀναχωρεῖν ἐκέλευσεν, οὐκ ἀγαθὴν ἡγησάμενος κακοῦ ξενοδόχου τὴν συνουσίαν ἔσεσθαι αὐτῷ ἢ τῇ στρατιᾷ. Καὶ ὁ μὲν, φίλου ἀνδρὸς καὶ ξένου ἐν δυσπραγίᾳ διακειμένου ἀνοσιώτατον φόνον τολμήσας, κατὰ κενῆς, τοῦτο δὴ τοῦ λόγου, χανὼν ἀπῆλθε.

Περὶ τῆς ἀποθέσεως τῶν βασιλικῶν σημείων Κωνσταντίνου, καὶ ὡς ἐχειροτονήθη πρεσβύτερος: καὶ θάνατος αὐτοῦ ὕστερον, καὶ τῶν ἄλλων τυράννων τῶν ἐπαναστάντων Ὁνωρίῳ.

Μετὰ δὲ τὴν νίκην ἀντιπεραιωθείσης αὖθις πρὸς τὴν πόλιν τῆς Ὁνωρίου στρατιᾶς, μαθὼν Κωνσταντῖνος ἀναιρεῖσθαι Ἐδόβιχον, αὐτὸς ἐξ ἑαυτοῦ τὴν ἁλουργίδα καὶ τὰ σύμβολα τῆς βασιλείας ἀπέθετο:

καὶ καταλαβὼν τὴν ἐκκλησίαν, χειροτονεῖται πρεσβύτερος. Ὅρκους τε πρότερον λαβόντες οἱ ἔσω τειχῶν,

915
ἀνοιγουσι τὰς πύλας, καὶ φειδοῦς ἀξιοῦνται πάντες. Καὶ τὸ ἐξ ἐκείνου πάλιν τὸ τῇδε ὑπήκοον, εἰς τὴν Ὁνωρίου ἡγεμονίαν ἐπανῆλθε: καὶ τοῖς ὑπ̓ αὐτὸν ἄρχουσιν ἐπείθετο.

Κωνσταντῖνος δὲ ἅμα Ἰουλιανῷ τῷ παιδὶ παραπεμφθεὶς εἰς Ἰταλίαν, πρὶν φθάσαι, κατὰ τὴν ὁδὸν κτίννυται. Οὐ πολλῷ δὲ ὕστερον ἀδοκήτως ἀναιροῦνται Ἰοβιανός τε καὶ Μάξιμος οἱ προειρημένοι τύραννοι, καὶ Σάρος, καὶ ἄλλοι πλεῖστοι ἐπὶ τούτοις, ἐπιβουλεύσαντες τῇ Ὁνωρίου βασιλείᾳ.