Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἱ δὲ ἐν Ἱσπανίᾳ στρατιῶται, εὐκαταφρόνητον ἀπὸ τῆς φυγῆς δόξαντα τὸν Γερόντιον, ἐβουλεύσαντο ἀνελεῖν: καὶ φραξάμενοι, νύκτωρ αὐτοῦ τὴν οἰκίαν κατέδραμον. Ὁ δὲ, μεθ̓ ἑνὸς Ἀλανοῦ ἐπιτηδείου, καὶ ὀλίγων οἰκετῶν, ἄνωθεν τοξεύων, ὑπὲρ τοὺς τριακοσίους ἀναιρεῖ στρατιώτας. Ἐπιλειψάντων δὲ τῶν βελῶν,

φεύγουσιν οἱ οἰκέται, καθέντες αὑτοὺς τοῦ οἰκήματος λάθρα. Γερόντιος δὲ τὸν ἶσον τρόπον διασωθῆναι δυνάμενος, οὐχ εἵλετο, κατασχεθεὶς ἔρωτι Νοννιχίας τῆς αὐτοῦ γαμετῆς. Περὶ δὲ τὴν ἕω πῦρ ἐμβαλόντων τῇ οἰκίᾳ τῶν στρατιωτῶν, οὐκ ἔχων λοιπὸν σωτηρίας ἐλπίδα,

ἑκόντος τοῦ συνόντος αὐτῷ Ἀλανοῦ ἀποτέμνει τὴν κεφαλήν: μετὰ δὲ ταῦτα καὶ τῆς ἰδίας γαμετῆς ὀλοφυρομένης, καὶ μετὰ δακρύων

912
προσωθούσης ἑαυτὴν τῷ ξίφει, καὶ πρὶν ὑφ̓ ἑτέροις γενέσθαι, παρὰ τοῦ ἀνδρὸς ἀποθανεῖν αἰτούσης, καὶ τοῦτο δῶρον ὕστατον παῤ αὐτοῦ λαβεῖν ἀντιβολούσης.

Καὶ ἡ μὲν γυνὴ, ἀνδρείᾳ τῆς θρησκείας ἐπαξίως φανεῖσα, ἦν γὰρ Χριστιανὴ, ὧδε τέθνηκε, κρείττονα λήθης τὴν περὶ αὐτῆς μνήμην τῷ χρόνῳ παραδοῦσα. Γερόντιος δὲ τρίτον ἑαυτὸν τῷ ξίφει παίσας, ὡς οὐ καιρίαν λαβὼν ᾔσθετο, σπασάμενος τὸ παρὰ τὸν μηρὸν ξιφίδιον, κατὰ τῆς καρδίας ἤλασε.