Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ΤΑ μὲν δὴ κατὰ Ἰωάννην ὧδε ἔσχε. Μετ̓ οὐ πολὺ δὲ τῆς τούτου τελευτῆς, τρίτον ἔτος ἤδη Ἀττικοῦ διανύοντος τὴν Κωνσταντινουπόλεως ἐπισκοπὴν, Βάσσου καὶ Φιλίππου ὑπατευόντων, τελευτᾷ τὸν βίον Ἀρκάδιος, διάδοχον τῆς ἡγεμονίας Θεοδόσιον τὸν υἱέα

877
καταλιπὼν, ἀρτίως γάλακτι τρέφεσθαι πεπαυμένον:

θυγατέρας δὲ, Πουλχερίαν καὶ Ἀρκαδίαν καὶ Μαρίναν, ἔτι κομιδῆ νέας. Ἧι μοι δοκεῖ μάλιστα τὸν Θεὸν ἐπιδεῖξαι, μόνην εὐσέβειαν ἀρκεῖν πρὸς σωτηρίαν τοῖς βασιλεύουσιν: ἄνευ δὲ ταύτης, μηδὲν εἶναι στρατεύματα καὶ βασιλέως ἰσχὺν, καὶ τὴν ἄλλην παρασκευήν. Ἐπεὶ οὖν εὐσεβέστατον τὸν βασιλέα ἔσεσθαι προεῖδεν ἡ τῶν ὅλων οἰκουρὸς θεία δύναμις, ἐπίτροπον αὐτοῦ καὶ τῆς ἡγεμονίας κατέστησε Πουλχερίαν τὴν ἀδελφήν.

Ἡ δὲ, οὔπω πεντεκαιδέκατον ἔτος ἄγουσα, ὑπὲρ τὴν ἡλικίαν σοφώτατον καὶ θεῖον ἔλαβε νοῦν. Καὶ πρῶτα μὲν τὴν αὐτῆς παρθενίαν τῷ Θεῷ ἀνέθηκε, καὶ τὰς ἀδελφὰς ἐπὶ τὸν αὐτὸν ἐπαιδαγώγησε βίον, ὅπως μὴ ἄλλον ἄνδρα ἐπεισαγάγῃ τοῖς βασιλείοις, καὶ ζήλου καὶ ἐπιβουλῆς πᾶσαν ἀνέλῃ ἀφορμήν.