Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ γὰρ δὴ καὶ σταυρῶν ἀργυρᾶ σημεῖα ὑπὸ κηροῖς ἡμμένοις προηγοῦντο αὐτῶν: καὶ εὐνοῦχος τῆς βασιλέως γαμετῆς ἐπὶ τοῦτο τέτακτο, τὴν περὶ ταῦτα δαπάνην καὶ τοὺς ὕμνους παρασκευάζων. Ἐντεῦθεν δὲ ἢ ζηλοτυπήσαντες οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἢ ἀμυνόμενοι τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰς μάχην κατέστησαν.

Καὶ κτείνονταί τινες ἑκατέρωθεν. Ὁ δὲ Βρίσων, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλικῷ εὐνούχῳ, λίθῳ κατὰ τοῦ μετώπου βάλλεται. Κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς, ἔπαυσε τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως τὰς τοιαύτας συνόδους. Οἱ δὲ ἀπὸ τῆς καθολικῆς,

ἐξ αἰτίας τοιᾶσδε τὸν εἰρημένον τρόπον ὑμνεῖν ἀρξάμενοι, καὶ εἰσέτι νῦν οὕτω διέμειναν. Ἰωάννης δὲ ἐκ τούτων, καὶ τῶν ἐπ̓ ἐκκλησίας λόγων, πρὸς

812
μὲν τὸν δῆμον ἐπεδίδου τὸ φίλτρον: μῖσος δὲ πρὸς τοὺς δυναμένους καὶ τοὺς κληρικοὺς ἐκ τῆς κατ̓ αὐτῶν παρρησίας. Τοὺς μὲν γὰρ ἀδικοῦντας ὁρῶν, ἤλεγχε: τοὺς δὲ πλούτῳ, καὶ ἀσεβείᾳ, καὶ ἡδοναῖς ἀσέμνοις διεφθαρμένους, ἀνῆγε πρὸς ἀρετήν.

Περὶ Σεραπίωνος τοῦ ἀρχιδιακόνου, καὶ τῆς ἁγίας Ὀλυμπιάδος: καὶ ὡς τινὲς ὑβριστικῶς τῶν λογάδων κατὰ τοῦ Ἰωάννου ἐφέροντο, σκαιὸν καὶ θυμώδη ἀποκαλοῦντες.

Ηὔξησε δὲ αὐτῷ τὴν πρὸς τοὺς κληρικοὺς ἀπέχθειαν Σεραπίων, ὃν ἀρχιδιάκονον αὐτοῦ κατέστησεν: ἀνὴρ Αἰγύπτιος, ταχὺς εἰς ὀργὴν, εἰς ὕβριν ἕτοιμος: οὐχ ἥκιστα δὲ καὶ αἱ πρὸς Ὀλυμπιάδα συμβουλαί. Ταύτην γὰρ ἐκ γένους ἐπισημοτάτην οὖσαν, καίπερ νέαν χήραν γενομένην, εἰς ἄγαν δὲ φιλοσοφοῦσαν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, διάκονον ἐχειροτόνησε Νεκτάριος.

Ἰδὼν δὲ αὐτὴν Ἰωάννης τοῖς αἰτοῦσι τὴν οὐσίαν προϊεμένην, καὶ τὰ μὲν ἄλλα

813
ὑπερορῶσαν, μόνα δὲ τὰ θεῖα σπουδάζουσαν, Ἐπαινῶ σου, ἔφη, τὴν προαίρεσιν: ἀλλ̓ οἰκονομικὸν εἶναι δεῖ τὸν κατὰ Θεὸν τῆς ἄκρας ἀρετῆς ἐφιέμενον: σὺ δὲ, πλουτοῦσι πλοῦτον ἐπεισάγουσα, οὐχ̓ ἧττον ἢ εἰς θάλασσαν ἐκχέεις τὰ σά.