Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἰνοκέντιος δὲ ὁ Ῥώμης ἐπίσκοπος, καθὰ πρότερον ἔγραψεν, ἐπανελθεῖν αὐτὸν σπουδάζων, σὺν τοῖς ἐκ τῆς ἕω περὶ τούτου πρεσβευομένοις ἐπισκόποις πέπομφεν ἐπισκόπους πέντε, καὶ πρεσβυτέρους δύο τῆς Ῥωμαίων ἐκκλησίας πρὸς Ὁνώριον καὶ Ἀρκάδιον τὸν βασιλέα,

σύνοδον αἰτήσοντας, καὶ καιρὸν ταύτης καὶ τόπον. Οἱ δὲ ἐπὶ Κωνσταντινουπόλεως ἀπεχθανόμενοι Ἰωάννῃ, ὡς ἐπὶ ὕβρει τῆς ἐνταῦθα βασιλείας τούτων γενομένων, διαβολὴν κατεσκεύασαν: καὶ τοὺς

875
μὲν ὡς ὑπερόριον ἀρχὴν ἐνοχλήσαντας, ἀτίμως ἐκπεμφθῆναι παρεσκεύασαν: αὐτὸν δὲ Ἰωάννην ψήφῳ βασιλέως πορρωτέρω μετοικισθῆναι εἰς Πιτυοῦντα κατώρθωσαν: ἐν τάχει τε παραγενόμενοι στρατιῶται,

τοῦτο ἐπετέλουν. φασὶ δὲ αὐτὸν ὑπὸ τούτων ἀγόμενον, καθ̓ ὁδὸν προϊδεῖν τὴν ἡμέραν ἐν ᾗ τελευτᾷν ἔμελλεν, ἐπιφανέντος αὐτῷ Βασιλίσκου τοῦ μάρτυρος ἐν Κωμάνοις τῆς Ἀρμενίας: ἔνθα δὴ μηκέτι πρὸς τὴν ὁδὸν ἀντισχὼν, ἤλγει γὰρ τὴν κεφαλὴν, καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου φέρειν οὐχ οἷός τε ὢν, νόσῳ τὸν βίον μετήλλαξεν.