Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ δὲ τοῦτον τὸν χρόνον, ὡς ἐπίπαν συνενεχθὲν εὑρεῖν ἐστίν ἐν ταῖς τῶν ἱερέων διχονοίαις, καὶ τὰ κοινὰ θορύβων καὶ ταραχῆς ἐπειράθη. Καὶ Οὗννοι μὲν τὸν Ἴστρον περαιωθέντες, τοὺς Θρᾷκας ἐδῄουν. Οἱ δὲ ἐν Ἰσαυρίᾳ λῃσταὶ εἰς πλῆθος ἀθροισθέντες, μέχρι Καρῶν καὶ Φοινίκων, τὰς ἐν μέσῳ πόλεις καὶ κώμας ἐκακούργουν.

Στελίχων δὲ ὁ Ὁνωρίου στρατηγὸς, ἀνὴρ εἴπέρ τις πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος, Ῥωμαίων τε καὶ βαρβάρων τοὺς νέους πειθομένους ἔχων, εἰς ἔχθραν καταστὰς τοῖς Ἀρκαδίου ἄρχουσιν, ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια.

Καὶ στρατηγοῦ Ῥωμαίων ἀξίωμα παρὰ Ὁνωρίου προξενίσας Ἀλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων, Ἰλλυριοῖς ἐπανέστησεν: ὕπαρχόν τε

864
αὐτῶν καταστάντα Ἰόβιον προπέμψας, συνέθετο συνδραμεῖσθαι μετὰ τῶν Ῥωμαίων στρατιωτῶν: ὥστε δῆθεν καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν Ὁνωρίου ἡγεμονίαν ποιῆσαι.

Παραλαβὼν δὲ Ἀλάριχος τοὺς ὑπ̓ αὐτὸν ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς οὗ διῆγεν, ἧκεν εἰς τὰς Ἠπείρους: καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον, ἐπανῆλθεν εἰς Ἰταλίαν. Μέλλων γὰρ ἐκδημεῖν ὡς ὡμολόγησε Στελίχων, Ὁνωρίου γράμμασιν ἐπεσχέθη. Καὶ τὰ μὲν ἐν τούτοις ἦν.