Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

σταθμὸν οὕτω καλούμενον. Ἐνταῦθα δὲ παραδοὺς αὐτὸν τοῖς ἐκ βασιλέως ἀποσταλεῖσιν, ἀνέστρεψεν. Ἔδοξε δὲ τὰ περὶ τούτου καλῶς διῳκηκέναι, πρὶν Ἀντιοχέας μαθεῖν, χαλεπούς τε περὶ στάσεις, καὶ δήλους ὄντας, ὡς οὔ ποτε ἂν ἑκόντες Ἰωάννου ἀπηλλάγησαν, πρὶν παθεῖν τι ἢ δρᾶσαι.

Ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, καὶ οἱ κληθέντες ἱερεῖς συνεληλύθεισαν, ἐμποδὼν ἐγένετο τῇ χειροτονίᾳ Θεόφιλος, Ἰσιδώρῳ σπουδάζων: ὃς πρεσβύτερος ἦν τότε τῶν ὑπ̓ αὐτὸν, ἐπίτροπος δὲ τῶν ἐν Ἀλεξανδρείᾳ ξένων καὶ πτωχῶν: ἐκ νέου δὲ ἀνὰ

791
τὴν Σκῆτιν ἄριστα ἐφιλοσόφησεν, ὡς παῤ ἀνδρῶν αὐτῷ συγγενομένων ἐπυθόμην.

Οἱ δὲ φασὶ Θεοφίλῳ τοῦτον γενέσθαι φίλον, ὡς κοινωνὸν καὶ συνίστορα πράγματος ἐπικινδύνου γενόμενον. Λέγουσι γὰρ ὡς ἡνίκα ὁ πρὸς Μάξιμον συνίστατο πόλεμος, δῶρα δοὺς αὐτῷ Θεόφιλος, καὶ γράμματα πρὸς τὸν βασιλέα καὶ τὸν τύραννον, ἐνετείλατο καταλαβεῖν τὴν Ῥώμην, καὶ περιμεῖναι τῆς μάχης τὴν ἀπόβασιν, καὶ τῷ νικήσαντι διδόναι μετὰ τῶν γραμμάτων τὰ δῶρα.

Τὸν δὲ, τάδε ποιήσαντα μὴ διαλαθεῖν, δείσαντά τε, φυγάδα εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν: ἐξ ἐκείνου δὲ Θεόφιλον τῶν αὐτῷ πιστοτάτων τὸν ἄνδρα ποιησάμενον, εἰς καιρὸν νομίσαι τῶν ὑπὲρ αὐτοῦ κινδύνων ἀποδοῦναι τὴν ἀμοιβὴν,

εἰ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον αὐτὸν καταστήσειεν. Ἀλλ̓ εἴτε ἐντεῦθεν, εἴτε ὡς ἄνδρα ἀγαθὸν χειροτονεῖν τοῦτον ἠβούλετο Θεόφιλος, τελευταῖον συνῄνεσε τοῖς ἐπὶ Ἰωάννῃ δεδογμένοις: ἀτεχνῶς ταύτῃ τῇ χειροτονίᾳ σπουδάζοντα

792
δείσας Εὐτρόπιον, τὸν τότε προεστῶτα τοῦ βασιλέως οἴκου: ὃν φασὶν ἄντικρυς αὐτῷ ἀπειλῆσαι, ἢ ταυτὰ τοῖς ἄλλοις ἱερεῦσι συμψηφίσασθαι, ἢ τοῖς ἐγκαλεῖν βουλομένοις ἀπολογήσασθαι. Ἔτυχον γὰρ αὐτὸν πολλοὶ τότε παρὰ τῇ συνόδῳ γραψάμενοι.