Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐδήλου δὲ διὰ ταύτης, βούλεσθαι πάντας τοὺς ἀρχομένους θρησκεύειν ὡς ἐξ ἀρχῆς Ῥωμαίοις παρέδωκε Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ἐφύλαττον δὲ τότε Δάμασος ὁ Ῥώμης ἐπίσκοπος, καὶ Πέτρος ὁ Ἀλεξανδρείας: μόνων τε τῶν ἰσότιμον Τριάδα θείαν θρησκευόντων καθολικὴν τὴν

687
ἐκκλησίαν ὀνομάζεσθαι: τοὺς δὲ παρὰ ταῦτα δοξάζοντας, αἱρετικοὺς προσαγορεύεσθαι, καὶ ἀσήμους εἶναι, καὶ τιμωρίαν προσδέχεσθαι.

Περὶ Γρηγορίου τοῦ Θεολόγου, καὶ ὅτι αὐτῷ τὰς ἐκκλησίας παραδέδωκε Θεοδόσιος, ἐξελάσας Δημόφιλον, καὶ τοὺς μὴ ὁμοούσιον τῷ Πατρὶ δοξάζοντας τὸν Υἱόν.

Ταῦτα νομοθετήσας, οὐ πολλῷ ὕστερον ἧκεν εἰς Κωνσταντινούπολιν. Ἐκράτουν δὲ τῶν ἐκκλησιῶν ἔτι οἱ τὰ Ἀρείου φρονοῦντες, ὧν ἡγεῖτο Δημόφιλος: Γρηγόριος δὲ ὁ ἐκ Ναζιανζοῦ προΐστατο τῶν ὁμοούσιον Τριάδα δοξαζόντων: ἐκκλησίαζε δὲ ἐν οἰκίσκῳ μικρῷ, παῤ ὁμοδόξων αὐτῷ τε καὶ τοῖς ὁμοίως θρησκεύουσιν εἰς εὐκτήριον οἶκον κατασκευασθέντι.

Μετὰ δὲ ταῦτα περιφανὴς τῶν ἐν τῇ πόλει νεὼς γέγονεν οὗτος, καὶ ἔστιν, οὐ μόνον οἰκοδομημάτων κάλλει τε καὶ μεγέθει, ἀλλὰ καὶ ἐναργῶν θεοφανειῶν ὠφελείαις.

688
Προφαινομένη γὰρ ἐνθάδε θεία δύναμις, ὕπαρ τε καὶ ἐν ὀνείρασι, πολλοῖς πολλάκις νόσοις καὶ περιπετείαις πραγμάτων κάμνουσιν ἐπήμυνε: πεπίστευται δὲ ταύτην τὴν Θεοῦ μητέρα Μαρίαν τὴν

ἁγίαν παρθένον εἶναι: ταύτῃ γὰρ ἐπιφαίνεται. Ἀναστασίαν δὲ ταύτην τὴν ἐκκλησίαν ὀνομάζουσιν, ὡς μὲν ᾠόμην, καθότι τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πεπτωκὸς ἤδη ἐν Κωνσταντινουπόλει καὶ τεθνηκὸς,

ὡς εἰπεῖν, διὰ τὴν δύναμιν τῶν ἑτεροδόξων, ἐνθάδε ἀνέστη καὶ ἀνεβίω διὰ τῶν Γρηγορίου λόγων. Ὡς δὲ τινῶν ἀληθῆ λέγειν ἰσχυριζομένων ἀκήκοα, ἐκκλησιάζοντος τοῦ λαοῦ, γυνὴ ἐγκύμων ἀπὸ τῆς ὑπερῴου στοᾶς καταπεσοῦσα, ἐνθάδε τέθνηκε: κοινῆς δὲ παρὰ πάντων εὐχῆς ἐπ̓ αὐτῇ γενομένης ἀνέζησε, καὶ σὺν τῷ βρέφει ἐσώθη: ὡς ἐπὶ παραδόξῳ δὲ θεόθεν συμβάντι, ταύτην ἔλαχε τὴν προσηγορίαν ἐξ ἐκείνου ὁ τόπος. Καὶ περὶ μὲν τούτου τοιοῦτος εἰσέτι νῦν φέρεται λόγος.

Ὁ δὲ βασιλεὺς πέμψας πρὸς Δημόφιλον, ἐκέλευσεν αὐτὸν κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ

689
συνόδου θρησκεύειν, καὶ τὸν λαὸν εἰς ὁμόνοιαν ἄγειν, ἢ τῶν ἐκκλησιῶν ὑποχωρεῖν. Ὁ δὲ, τὸ πλῆθος συγκαλέσας, τὴν βασιλέως ἐδήλωσε γνώμην: καὶ εἰς τὴν ὑστεραίαν πρὸ τῶν τειχῶν ἐκκλησιάζειν προηγόρευσεν: ἐπεὶ θεῖος, ἔφη, ἐπιτάττει νόμος, Ἐὰν ὑμᾶς διώκωσιν ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην.

Τοιάδε προσειπὼν, ἐξ ἐκείνου πρὸ τῆς πόλεως ἐκκλησίαζε: σὺν αὐτῷ δὲ καὶ Λούκιος, ὁ πάλαι πρὸς τῶν Ἀρείου τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτραπείς: ἐξελαθεὶς γὰρ, ὡς εἴρηται, φυγὰς εἰς Κωνσταντινούπολιν ἐλθὼν, ἐνθάδε διέτριβεν.

Ἀπολιπόντων δὲ τὴν ἐκκλησίαν τῶν ἀμφὶ Δημόφιλον, εἰσελθὼν ὁ βασιλεὺς ηὔξατο. Καὶ τὸ ἐξ ἐκείνου, τοὺς εὐκτηρίους οἴκους κατέσχον οἱ Τριάδα ὁμοούσιον πρεσβεύοντες. Ἔτος δὲ τοῦτο ἦν ἐν ᾧ Γρατιανὸς τὸ πέμπτον, καὶ Θεοδόσιος τὸ πρῶτον ὑπάτευον: τεσσαρακοστὸν δὲ, ἀφ̓ οὗ τῶν ἐκκλησιῶν ἐκράτησαν οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως.

690