Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μελέτιος μὲν ἧκεν εἰς Κωνσταντινούπολιν. Ἡνίκα καὶ ἄλλοις πολλοῖς ἐπισκόποις κατὰ ταυτὸ γενομένοις, ἔδοξεν ἀναγκαῖον εἶναι ἐκ τῆς Ναζιανζοῦ μεταθεῖναι Γρηγόριον, καὶ ἐπιτρέψαι αὐτῷ τὴν ἐνθάδε ἐπισκοπήν.

Περὶ τῆς ἀρχῆς Θεοδοσίου τοῦ μεγάλου, καὶ ὡς παρὰ Ἀσχολίου Θεσσαλονίκης τὸ θεῖον ἐμυήθη βάπτισμα: καὶ οἷα ἔγραψε τοῖς μὴ κατὰ τὸν ὅρον τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύουσι.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, Γρατιανὸς μὲν ἔτι τῶν πρὸς ἑσπέραν Γαλατῶν ὑπὸ Ἀλαμανῶν ταραττομένων, ἐπὶ τὴν πατρῴαν ἀνέστρεψε μοῖραν: ἣν αὐτῷ τε καὶ τῷ ἀδελφῷ διοικεῖν κατέλιπεν, Ἰλλυριοὺς καὶ τὰ πρὸς ἥλιον ἀνίσχοντα τῆς ἀρχῆς Θεοδοσίῳ ἐπιτρέψας.

Κατωρθοῦτο δὲ κατὰ γνώμην αὐτῷ τὰ πρὸς τούτους: Θεοδοσίῳ δὲ τὰ πρὸς τοὺς ἀμφὶ τὸν Ἴστρον

685
βαρβάρους. Ἐπεὶ δὲ τῶν μὲν μάχῃ ἐπεκράτησε, τοὺς δὲ, φίλους ἔχειν Ῥωμαίους ἀντιβολοῦντας, ὁμήρους λαβὼν ὑπὸ σπονδὰς ἐδέξατο, ἧκεν εἰς Θεσσαλονίκην.

Νόσῳ δὲ περιπεσὼν ἐνταῦθα, μυσταγωγοῦντος αὐτὸν Ἀσχολίου τοῦ τῇδε ἐπισκόπου, ἐμυήθη, καὶ ῥᾷον ἔσχεν. Ἐκ προγόνων γὰρ χριστιανίζων κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ἥσθη τότε Ἀσχολίῳ ὧδε δοξάζοντι, καὶ ἔργῳ ἀγαθῷ, καὶ συλλήβδην, ὡς εἰπεῖν, πρὸς πᾶσαν ἱερωσύνης ἀρετὴν συντεταγμένῳ, ἥσθη δὲ καὶ Ἰλλυριοῖς ἅπασι μὴ μετασχοῦσι τῆς Ἀρείου δόξης.

Πυνθανόμενος δὲ περὶ τῶν ἄλλων ἐθνῶν, μέχρι μὲν Μακεδόνων ἔγνω τὰς

686
ἐκκλησίας ὁμονοεῖν, καὶ πάντας ἐπίσης τῷ Πατρὶ τὸν Θεὸν Λόγον καὶ τὸ ἅγιον Πνεῦμα σέβειν: ἐντεῦθεν δὲ τὰ πρὸς ἕω στασιάζειν, ὡς καὶ τοὺς λαοὺς εἰς διαφόρους αἱρέσεις μεμερίσθαι, καὶ μάλιστα ἀνὰ τὴν Κωνσταντινούπολιν.

Λογισάμενος δὲ ἄμεινον εἶναι, προαγορεῦσαι τοῖς ὑπηκόοις ἣν ἔχει περὶ τὸ θεῖον δόξαν, ὥστε μὴ βιάζεσθαι δοκεῖν, ἀθρόον ἐπιτάττοντα παρὰ νόμον θρησκεύειν, νόμον ἐκ Θεσσαλονίκης προσεφώνησε τῷ δήμῳ Κωνσταντινουπόλεως: συνεῖδε γὰρ ἐνθένδε, ὡς ἀπό τινος ἀκροπόλεως τῆς πάσης ὑπηκόου, καὶ ταῖς ἄλλαις πόλεσι δήλην ἔσεσθαι ἐν τάχει τὴν γραφήν.

Ἐδήλου δὲ διὰ ταύτης, βούλεσθαι πάντας τοὺς ἀρχομένους θρησκεύειν ὡς ἐξ ἀρχῆς Ῥωμαίοις παρέδωκε Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ἐφύλαττον δὲ τότε Δάμασος ὁ Ῥώμης ἐπίσκοπος, καὶ Πέτρος ὁ Ἀλεξανδρείας: μόνων τε τῶν ἰσότιμον Τριάδα θείαν θρησκευόντων καθολικὴν τὴν

687
ἐκκλησίαν ὀνομάζεσθαι: τοὺς δὲ παρὰ ταῦτα δοξάζοντας, αἱρετικοὺς προσαγορεύεσθαι, καὶ ἀσήμους εἶναι, καὶ τιμωρίαν προσδέχεσθαι.