Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν δὲ τῷ τότε καὶ Μελετίου κατὰ τοῦτον τὸν νόμον ἐπανελθόντος εἰς Ἀντιόχειαν τῆς Συρίας, δεινή τις τῷ λαῷ φιλονεικία συνέβη. Παυλίνου γὰρ ἔτι περιόντος, οὗ τὴν εὐλάβειαν, ὡς ἔγνωμεν, αἰδεσθεὶς Οὐάλης ὁ βασιλεὺς, καταδικάσαι φυγὴν οὐκ ἐτόλμησεν, οἱ μὲν, σύνθρονον αὐτοῦ γενέσθαι Μελέτιον

683

ἠξίουν. Ἀντιλεγόντων δὲ τῶν τὰ Παυλίνου φρονούντων, καὶ τὴν Μελετίου χειροτονίαν διαβαλλόντων, ὡς ὑπὸ Ἀρειανῶν ἐπισκόπων γεγενημένην, βίᾳ τὸ σπουδαζόμενον εἰς ἔργον ἦγον οἱ Μελετίου ἐπαινέται.

Πλῆθος γὰρ οὐ τὸ τυχὸν ὄντες, ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν εἰς τὸν ἐπισκοπικὸν θρόνον ἀνεβίβασαν αὐτόν. Ἑκατέρωθεν δὲ τοῦ λαοῦ χαλεπαίνοντος, καὶ στάσεως προσδοκωμένης, θαυμαστή τις ἐκράτησε βουλὴ, πρὸς ὁμόνοιαν αὐτοὺς ἄγουσα.

Συνεδόκει γὰρ ὅρκους λαβεῖν παρὰ τῶν ἐπισκοπεῖν τὸν ἐνθάδε θρόνον ἐπιτηδείων εἶναι νομιζομένων, ἢ προσδοκωμένων: ὧν ἦσαν ἕτεροι πέντε, καὶ Φλαβιανὸς, ὡς οὔτε σπουδάσουσι, οὔτε χειροτονίας ἐπ̓ αὐτοῖς γεγενημένης ἀνέξονται ἐπισκοπεῖν, ἐς ὅσον Παυλῖνος ἢ Μελέτιος τῷ βίῳ περιῶσι: συγχωρεῖν δὲ θατέρου τελευτήσαντος τὸν ἕτερον μόνον τὴν ἐπισκοπὴν ἔχειν.

Κατὰ ταῦτα δὲ δοθέντων τῶν ὅρκων, σχεδὸν τὸ πᾶν ὡμονόει πλῆθος. Ὀλίγοι δὲ

684
τῶν Λουκίφερος ἔτι διεφέροντο, ὡς ὑπὸ ἑτεροδόξων Μελετίου χειροτονηθέντος. Ἐπεὶ δὲ τάδε ὧδε γέγονε,

Μελέτιος μὲν ἧκεν εἰς Κωνσταντινούπολιν. Ἡνίκα καὶ ἄλλοις πολλοῖς ἐπισκόποις κατὰ ταυτὸ γενομένοις, ἔδοξεν ἀναγκαῖον εἶναι ἐκ τῆς Ναζιανζοῦ μεταθεῖναι Γρηγόριον, καὶ ἐπιτρέψαι αὐτῷ τὴν ἐνθάδε ἐπισκοπήν.