Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ διὰ τὴν χρείαν τοῦ πολέμου ἔδοξε τοῖς ἄρχουσιν οἷς τούτου μέλει, πλεόν τι τῶν εἰωθότων φόρων εἰσπράξασθαι τοὺς ὑποτελεῖς. Ἐπὶ τούτῳ δὲ στασιάσας ὁ ἐν Συρίᾳ τῶν Ἀντιοχέων δῆμος, τοὺς τοῦ βασιλέως ἀνδριάντας καθεῖλε, καὶ τῆς αὐτοῦ γαμετῆς: καὶ σχοίνῳ προσάψας εἷλκεν, οἵας εἰκὸς ὑπὸ χαλεπαίνοντος πλήθους ὑβριστικὰς ἀφιεὶς φωνάς.

Ἐπεὶ δὲ πολλοὺς Ἀντιοχέων διαφθεῖραι διενοεῖτο, καὶ πρὸς μόνην τὴν φήμην κατεπλάγη τὸ πλῆθος, καὶ παυσάμενοι μαίνεσθαι μετεμελοῦντο: καὶ ὡς ἐπὶ παροῦσι τοῖς ἀγγελλομένοις κακοῖς ἔστενόν τε καὶ ἐδάκρυον, καὶ τὸν Θεὸν ἱκέτευον πραΰναι τοῦ κρατοῦντος τὴν ὀργὴν, μελῳδίαις τισὶν ὀλοφυρτικῶς πρὸς τὰς λιτὰς κεχρημένοι.

Ἡνίκα δὴ καὶ Φλαβιανὸς ὁ Ἀντιοχέων ἐπίσκοπος, πρεσβευόμενος ὑπὲρ τῶν πολιτῶν, ἔτι τοῦ βασιλέως χαλεπαίνοντος, πέπεικε τοὺς

757
παρὰ τὴν βασιλικὴν τράπεζαν ᾅδειν εἰωθότας νέους, τὰς ἐν ταῖς λιταῖς τῶν Ἀντιοχέων ψαλμῳδίας εἰπεῖν: ἐφ̓ ᾧ λέγεται φιλανθρωπίᾳ διαχυθέντα τὸν βασιλέα, κρατηθῆναι τῷ ἐλέῳ, καὶ αὐτίκα τὴν ὀργὴν ἐκβαλεῖν, καὶ σπείσασθαι πρὸς τὴν πόλιν, δάκρυσι βρέξαντα τὴν φιάλην, ἣν ἔτυχε κατέχων.

Φασὶ δὲ τῆς φθασάσης νυκτὸς μεθ̓ ἣν εὐθὺς ἐπιγενομένης ἡμέρας ἡ στάσις ἐγένετο, φάσμα γυναικὸς θεαθῆναι, μεγέθει ἐξαίσιον καὶ θέᾳ φοβερὸν, μετάρσιόν τε διατρέχον ἀνὰ τὰς ἀγυιὰς τῆς πόλεως, τὸν ἀέρα μαστίζειν ὑπὸ μάστιγι δυσήχῳ, οἵαις εἰς θυμὸν προκαλοῦνται τοὺς θῆρας οἱ περὶ τὰ τοιαῦτα θέατρα πονοῦντες.

Οὕτω τις ἀλάστωρ δαίμων ἐπιβουλῇ τὴν στάσιν ἐκίνησεν: ἐπηκολούθησε δ̓ ἂν καὶ φόνος πολὺς, εἰ μὴ τὴν ὀργὴν κατέπαυσεν ὁ βασιλεὺς, τὴν ἱερατικὴν ὑπὸ εὐσεβείας ἱκεσίαν αἰδεσθείς.

758

Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως κατὰ τοῦ Εὐγενίου νίκης.

Ἐπεὶ δὲ τὰ πρὸς τὸν πόλεμον αὐτῷ ηὐτρέπιστο, ἀναγορεύει βασιλέα Ὁνώριον τὸν νεώτερον υἱόν: Ἀρκάδιον γὰρ ἤδη χειροτονήσας ἦν. Ἄμφω δὲ ἐν Κωνσταντινουπόλει καταλιπὼν, σπουδῇ σὺν ταῖς στρατιαῖς ἀπὸ τῆς ἕω ἐπὶ τὴν πρὸς δύσιν ἀρχομένην ἠπείγετο. Συνείπετο δὲ αὐτῷ καὶ πλῆθος συμμάχων,

τῶν περὶ τὸν Ἴστρον βαρβάρων. Λέγεται δὲ τότε τῆς Κωνσταντινουπόλεως ἐκδημῶν, πρὸς τῷ ἑβδόμῳ μιλίῳ γενόμενος, προσεύξασθαι τῷ Θεῷ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ ἐδείματο: αἰτῆσαί τε αἰσίαν αὑτῷ καὶ τῇ στρατιᾷ καὶ Ῥωμαίοις ἅπασι γενέσθαι τὴν ἔκβασιν τοῦ πολέμου, καὶ σύμμαχον αὐτῷ ἐπικαλέσασθαι τὸν Βαπτιστήν.

Ταῦτα δὲ προσευξάμενος, εἰς Ἰταλίαν ἀφίκετο. Καὶ προσβαλὼν ταῖς Ἄλπεσιν, εἷλε τὰς πρώτας φυλακάς. Παραμείψας δὲ τῆς παρόδου τὸ ἄκρον, ὡς πρὸς

759
τῇ καθόδῳ ἐγένετο, εἶδε τὸ πεδίον πλῆρες ἱππέων καὶ πεζῶν: οὐκ ἄπωθεν δὲ κατὰ νώτου πολλοὺς τῶν πολεμίων ἐν τῇ κορυφῇ τοῦ ὄρους τέως ἠρεμοῦντας.