Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ, παρασκευαζομένῳ Θεοδοσίῳ εἰς τὸν

715
πρὸς Μάξιμον πόλεμον, γίνεται παῖς Ὁνώριος. Ὡς δὲ αὐτῷ τὰ περὶ τὴν στρατιὰν ηὐτρέπιστο, καταλιπὼν ἐν Κωνσταντινουπόλει βασιλεύοντα Ἀρκάδιον τὸν υἱὸν, καταλαμβάνει ἐν Θεσσαλονίκῃ Οὐαλεντινιανόν. Καὶ τοὺς μὲν ἀποσταλέντας παρὰ Μαξίμου πρέσβεις, οὔτε ἀπέπεμπεν εἰς τὸ προφανὲς, οὔτε προσίετο:

ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐπὶ τὴν Ἰταλίαν ἐχώρει. Περὶ δὲ τοῦτον τὸν χρόνον μέλλων τελευτᾷν Ἀγέλιος ὁ ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐπίσκοπος, ἐψηφίσατο ἀντ̓ αὐτοῦ Σισίνιον πρεσβύτερον τῶν ὑπ̓ αὐτόν. Μεμφομένου δὲ τοῦ πλήθους ὅτι μὴ Μαρκιανὸν ἐπὶ εὐλαβείᾳ ἐπίσημον, ῥᾷον ἔχειν δόξας, ἐχειροτόνησε Μαρκιανόν: καὶ τῷ λαῷ ἐν τῇ ἐκκλησίᾳ προσεφώνησε, Κατ̓ ἐμὲ, λέγων, Μαρκιανὸν ἔχετε:

μετὰ δὲ τοῦτον, Σισίνιον. Καὶ ὁ μὲν τάδε εἰπὼν, οὐκ εἰς μακρὰν ἐτελεύτησεν, ἐπὶ τεσσαράκοντα ἔτεσιν εὐδοκίμως τῆς οἰκείας αἱρέσεως προστάς: εἰσὶ δὲ οἳ καὶ ὁμολογητὴν ἰσχυρίζονται τοῦτον τὸν ἄνδρα ἐν Ἑλληνικοῖς καιροῖς γενέσθαι.

Οὐ πολλῷ δὲ ὕστερον,

716
Τιμοθέου καὶ Κυρίλλου τὸν βίον μεταλλαξάντων, διαδέχεται τὸν Ἀλεξανδρέων θρόνον Θεόφιλος: τῶν δὲ Ἱεροσολύμων, Ἰωάννης. Ἐπὶ δὲ τῆς Κωνσταντινουπόλεως, καὶ Δημόφιλος ὁ τῆς Ἀρείου αἱρέσεως ἡγούμενος ἐτελεύτησε: Μαρῖνος δέ τις ἐκ Θρᾴκης μετακληθεὶς ἐπιτρέπεται τὴν αὐτοῦ διαδοχήν:

ὡς ἐπιτηδειότερος δὲ Δωρόθεος ἐκ τῆς παρὰ Σύροις Ἀντιοχείας ἐλθὼν, προΐστατο τῆς αἱρέσεως. Ἐν τούτῳ δὲ Θεοδοσίου εἰς Ἰταλίαν ἀφικομένου, φῆμαι περὶ τοῦ πολέμου πρὸς τὸ ἑκάστῳ δοκοῦν ἐκράτουν: παρὰ δὲ τοῖς Ἀρειανοῖς, ὡς πολλῶν ἐν τῇ μάχῃ πεσόντων ὑπὸ τὸν τύραννον ὁ βασιλεὺς ἐγένετο. Καὶ ὡς ἐπὶ γενομένοις ἤδη οἷς ἐλογοποίουν, ἐθάρρησαν: καὶ καταδραμόντες Νεκταρίου τοῦ ἐπισκόπου τὴν οἰκιαν ἐνέπρησαν, χαλεπαίνοντες, ὅτι τῶν ἐκκλησιῶν ἐκράτει.

Τῷ δὲ βασιλεῖ τὰ περὶ τὸν πόλεμον κατὰ γνώμην ἀπέβη. Οἱ γὰρ ὑπὸ Μαξίμῳ στρατιῶται, ἢ φόβῳ τῆς ἐπ̓ αὐτοὺς παρασκευῆς, ἢ προδοσίᾳ, συλλαβόμενοι

717
τὸν τύραννον ἀνεῖλον. Ἀνδραγάθιος δὲ ὁ Γρατιανὸν ἀνελὼν, ὡς τάδε ἔγνω, σὺν αὐτοῖς ὅπλοις εἰς ποταμὸν παραρρέοντα ἥλατο, καὶ διεφθάρη.

Τοῦ δὲ πολέμου τοῦτον διαλυθέντος τὸν τρόπον, ἔπειτα εἰκότα Γρατιανῷ τιμωρήσας, ἧκεν εἰς Ῥώμην καὶ ἐπινίκιον πομπὴν ἅμα Οὐαλεντινιανῷ ἐπετέλεσε, καὶ τὰ περὶ τῆς ἐν Ἰταλίᾳ ἐκκλησίας εὖ διέθηκε. Συνέβη γὰρ καὶ Ἰουστίναν ἀποθανεῖν.