Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ Μελέτιος μὲν τοιᾶσδε ἠξιώθη ταφῆς. Χειροτονεῖται δὲ ἀντ̓ αὐτοῦ Φλαβιανὸς παρὰ τοὺς δοθέντας ὅρκους: ἔτι γὰρ Παυλῖνος τῷ βίῳ περιῆν. Ἐκ τούτου δὲ μεγίστη πάλιν ταραχὴ τὴν Ἀντιοχέων ἐκκλησίαν ἐπέλαβε: καὶ πλεῖστοι σφᾶς ἀπέσχισαν τῆς πρὸς Φλαβιανὸν κοινωνίας, καὶ ὑπὸ Παυλίνῳ ἰδίᾳ ἐκκλησίαζον.

Διεφέροντο δὲ τούτου χάριν πρὸς ἀλλήλους καὶ αὐτοὶ οἱ ἱερεῖς. Καὶ Αἰγύπτιοι μὲν καὶ Ἀράβιοι καὶ Κύπριοι ὡς ἐπὶ ἠδικημένῳ Παυλίνῳ ἠγανάκτουν. Σύροι δὲ καὶ Παλαιστινοὶ καὶ Φοίνικες, Ἀρμενίων τε καὶ Καππαδοκῶν καὶ Γαλατῶν καὶ τῶν πρὸς τῷ Πόντῳ οἱ πλείους, τὰ Φλαβιανοῦ ἐφρόνουν.

Οὐχ ἥκιστα δὲ ἐχαλέπαινεν ὁ Ῥωμαίων ἐπίσκοπος, καὶ πάντες οἱ πρὸς ἑσπέραν ἱερεῖς. Καὶ Παυλίνῳ μὲν ὡς ἐπισκόπῳ Ἀντιοχείας τὰς συνήθεις ἔγραφον ἐπιστολὰς, ἃς συνοδικὰς καλοῦσι: πρὸς δὲ Φλαβιανὸν

706
σιωπὴν ἦγον: καὶ τοὺς ἀμφὶ Διόδωρον τὸν Ταρσοῦ, καὶ Ἀκάκιον τὸν Βεροίας, τοὺς αὐτὸν χειροτονήσαντας,

ἐν αἰτίᾳ ἐποιοῦντο, καὶ ἀκοινωνήτους εἶχον. Ὥστε δὲ τὰ περὶ τούτων διαγνῶναι, ἔγραψαν αὐτοί τε καὶ Γρατιανὸς ὁ βασιλεὺς, συγκαλοῦντες εἰς τὴν δύσιν τοὺς ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους.