Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐξελθόντι δὲ αὐτῷ τῆς Κωνσταντινουπόλεως, προσελθὼν Ἰσαάκιος ἀνὴρ μοναχὸς, τά τε ἄλλα ἀγαθὸς, καὶ διὰ τὸ θεῖον κινδύνων καταφρονῶν: Ἀπόδος, ἔφη, ὦ βασιλεῦ, τοῖς ὀρθῶς δοξάζουσι, καὶ τὴν παράδοσιν

676
φυλάττουσι τῶν ἐν Νικαίᾳ συνεληλυθότων, τὰς ἀφαιρεθείσας ἐκκλησίας, καὶ νικήσεις τὸν πόλεμον. Ὀργισθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν συλληφθῆναι καὶ δέσμιον φυλάττεσθαι, ἄχρις ἐπανελθὼν δίκην εἰσπράξηται τοῦ τολήματος. Ὁ δὲ ὑπολαβὼν, Ἀλλ̓ οὐχ ὑποστρέψῃς, ἔφη, μὴ ἀποδοὺς τὰς ἐκκλησίας.

Καὶ ἀπέβη οὕτως. Ἐπεὶ γὰρ ἅμα τῷ στρατῷ ἐπεξῆλθεν, οἱ μὲν Γότθοι διωκόμενοι ὑπεχώρουν. Ὁ δὲ ἀπιὼν, ἤδη παραμείψας τὴν Θρᾴκην ἧκεν εἰς τὴν Ἀνδριανούπολιν. Οὐκ ἀπὸ πολλοῦ τε γενόμενος τοῖς βαρβάροις, ἐν ἀσφαλεῖ χώρῳ στρατοπεδευομένοις, θᾶττον ἢ ἔδει συμβάλλει, μὴ προδιαθεὶς ᾗ χρὴ καὶ ὅπῃ τάξαι τὴν στρατιάν.

Διασπασθείσης δὲ αὐτῷ τῆς ἵππου, καὶ τοῦ ὁπλιτικοῦ τραπέντος, διωκόμενος ὑπὸ τῶν πολεμίων, εἴς τι δωμάτιον ἢ πύργον, ὀλίγοις ἅμα συνεπομένοις αὐτῷ, ἐν τῷ φεύγειν ἀποβὰς τοῦ ἵππου, εἰσέδυ καὶ ἔλαθεν. Οἱ δὲ βάρβαροι ἔθεον ἐπ̓ αὐτὸν ὡς αἱρήσοντες: καὶ ἐπὶ τὸ πρόσω ἰέμενοι, παρέτρεχον: οὐ γὰρ ὑπενόουν αὐτὸν ἐκεῖσε κρύπτεσθαι.

677

Τῶν δ̓ αὖ σὺν αὐτῷ τινὲς, ἤδη τῶν πλειόνων βαρβάρων ὑπερβαλόντων τὸν τῇδε χῶρον, ὀλίγων δὲ κατόπιν ὄντων, ἐκ τοῦ ὀρόφου τοὺς παριόντας ἐτόξευον: οἱ δὲ ἐπὶ τούτῳ ἀνέκραγον, Ἐνθάδε Οὐάλης ἐστίν. Ἀκούσαντες δὲ οἱ προστυχόντες πλησίον, ἔμπροσθέν τε καὶ ὄπισθεν βοῇ τοῖς μετ̓ αὐτοὺς ἐδήλουν ὃ ἤκουον: ὡς ἐν βραχεῖ καὶ τοὺς πορρωτέρω πολεμίους ἀκοῦσαι, καὶ διὰ τάχους εἰς αὐτὸν πάντας συνελθεῖν.

Περιλαβόντες δὲ κύκλῳ τὸ δωμάτιον, καὶ πλείστην ὕλην περὶ τοῦτο συλλέξαντες, πῦρ ἐνέβαλον: αὐτίκα δὲ ἡ φλὸξ ὑπὸ ἐπιφόρου πνεύματος ὧδε συμβὰν ἐλαυνομένη, τὴν ὕλην διῆλθεν. Ἅμα δὲ καὶ τὰ ἀποκείμενα ἐν τῷ δωματίῳ τοῦ πυρὸς μετέσχε, καὶ αὐτὸν τὸν βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν συγκατέκαυσεν. Ἐτελεύτησε δὲ γεγονὼς ἀμφὶ τὰ πεντήκοντα ἔτη: τρισκαίδεκα δὲ σὺν τῷ ἀδελφῷ βασιλεύσας, καὶ μετ̓ ἐκεῖνον τρία.