Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Αἱ δὲ περὶ τῶν δογμάτων ζητήσεις τε καὶ διαλέξεις πάλιν ἀνεκινοῦντο τοῖς προεστῶσι τῶν ἐκκλησιῶν. Ἰουλιανοῦ γὰρ βασιλεύοντος, ὡς παντελῶς τοῦ Χριστιανισμοῦ κινδυνεύοντος, ἡσυχίαν ἦγον: κοινῇ δὲ πάντες τὸν Θεὸν ἱκέτευον, ἵλεων αὐτοῖς γενέσθαι.

Οὕτω πῆ τοῖς ἀνθρώποις φίλον, παῤ ἑτέρων μὲν ἀδικουμένοις, πρὸς τὸ ὁμόφυλον ὁμονοεῖν: ἀπηλλαγμένοις δὲ αὐτοῖς τῶν ἔξωθεν κακῶν, πρὸς σφᾶς αὐτοὺς στασιάζειν. Ἀλλ̓ ὅσαις μὲν πολιτείαις καὶ ἔθνεσι τοῦτο συνέβη, οὐ τοῦ παρόντος καιροῦ καταλέγειν ἐστί.

Περὶ δὲ τοῦτον τὸν χρόνον, Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Σιλβανὸς ὁ Ταρσοῦ, καὶ

539
Σωφρόνιος ὁ Πομπηϊουπόλεως, καὶ οἱ σὺν αὐτοῖς, τὴν τῶν ἀνομοίων καλουμένων αἵρεσιν ἀποστρεφόμενοι, τὸ δὲ ὁμοιοούσιον ὄνομα ἀντὶ τοῦ ὁμοουσίου δεχόμενοι, βιβλίον τῷ βασιλεῖ διεπέμψαντο: χάριν ἔχειν τῷ Θεῷ ὁμολογοῦντες, ὅτι αὐτὸν προεστήσατο τῆς Ῥωμαίων ἀρχῆς.

Ἐζήτουν δὲ ἢ τὰ ἐν Ἀριμίνῳ πεπραγμένα καὶ Σελευκείᾳ κύρια μένειν, καὶ τὰ σπουδῇ καὶ δυνάμει τινῶν γενόμενα ἀργεῖν: ἢ τοῦ σχίσματος τοῦ πρὸ τῶν συνόδων ταῖς ἐκκλησίαις μένοντος, συγχωρηθῆναι τοὺς πανταχῆ ἐπισκόπους, αὐτοὺς καθ̓ ἑαυτοὺς ὅποι βούλονται συνελθεῖν, μηδενὸς ἄλλου κοινωνοῦντος: μὴ προχωρεῖν δὲ κατὰ σκοπὸν τὰ ἐπιχειρούμενα τοῖς ἐν μέρει τι βουλομένοις πράττειν ἢ ἀπατᾷν, ὡς ἐπὶ Κωνσταντίου τοῦ βασιλέως.

Ἐδήλουν δὲ μὴ παραγενέσθαι σφᾶς εἰς τὸ στρατόπεδον, ὥστε μὴ ὀχληροὺς εἶναι δοκεῖν: εἰ δὲ ἐπιτραπεῖεν,

540
ἀσμένως τοῦτο ποιήσειν, ὑποζυγίοις ἰδίοις καὶ δαπάνῃ χρωμένους. Καὶ οἱ μὲν τοιάδε Ἰοβιανῷ τῷ βασιλεῖ ἔγραψαν.

Ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν Ἀντιοχείᾳ τῆς Συρίας, βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, καὶ κρατεῖ, ὥστε ἀναμφηρίτως τὸν Υἱὸν τῷ Πατρὶ δοξάζειν ὁμοούσιον. Ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς Ἀντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων, καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων,