Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κατὰ τούτους δὲ καὶ Ἀπολλὼς ἐν Θηβαΐδι διέτριβεν: ὃς ἡβᾷν ἀρχόμενος, ἐφιλοσόφησεν: ἐπὶ τεσσαράκοντα δὲ ἔτη τὴν ἔρημον οἰκήσας, σπήλαιον ὑπὸ τὸ ὄρος πλησίον τῆς οἰκουμένης, τοῦ Θεοῦ χρήσαντος, κατέλαβεν. Ὑπὸ δὲ πλήθους θαυματουργιῶν, ἐν ὀλίγῳ ἐπίσημος ἐγένετο, καὶ ἡγεμὼν πλείστων μοναχῶν: ἦν γὰρ καὶ ταῖς διδασκαλίαις εἰς ὠφέλειαν ἐπαγωγός.

Ἀλλ̓ οἵᾳ μὲν ἀγωγῇ ἐχρῆτο, καὶ ἡλίκων ἦν θείων καὶ παραδόξων πραγμάτων ποιητὴς, ἱστορεῖ

626
Τιμόθεος ὁ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας: εὖ μάλα αὐτοῦ, καὶ πολλῶν ὧν ἐπεμνήσθην, καὶ ἄλλων δοκίμων μοναχῶν τοὺς βίους διεξελθών.

Ἐν δὲ τῷ τότε, πολλοὶ καὶ ἀγαθοὶ σπουδαίως ἐφιλοσόφουν ἀνὰ τὴν Ἀλεξάνδρειαν, ἀμφὶ δισχίλιοι ὄντες: ὧν οἱ μὲν, ἐν τοῖς καλουμένοις ἐρημικοῖς ᾤκουν: οἱ δὲ, περὶ τὸν Μαρεώτην καὶ τοὺς ἐκ γειτόνων Λίβυας.

Ὑπερφυῶς δὲ ἐν τούτοις διέπρεπε Δωρόθεος, Θηβαῖος τὸ γένος. Ὧι βίος ἦν, ἐν ἡμέρᾳ μὲν, ἀπὸ τῆς πέλας θαλάσσης λίθους συλλέγειν, καὶ ἔτους ἑκάστου οἰκίδιον κατασκευάζειν, καὶ διδόναι τοῖς μὴ δυναμένοις ἑαυτοῖς οἰκοδομεῖν: νύκτωρ δὲ εἰς αὐτοῦ διατροφὴν ἐκ φοινίκων φύλλων σειρὰς πλέκων, σπυρίδας εἰργάζετο.

Τροφὴ δὲ ἦν αὐτῷ ἄρτου οὐγγίαι ἓξ, καὶ λεπτῶν λαχάνων δέμα, καὶ ὕδωρ πότον. Ἐκ νέου δὲ

627
οὕτως ἀσκήσας, οὐ διέλιπε καὶ γέρων ὤν: οὐδέ ποτε ὡράθη ἐπὶ ῥιπὸς ἢ κλίνης καθευδήσας, ἢ τοὺς πόδας ἐκτείνας ἀνέσει, ἢ ἑκὼν ὕπνῳ ἑαυτὸν ἐκδούς: πλὴν ὅσον ἐργαζόμενος ἢ ἐσθίων, βιασθεὶς ὑπὸ τῆς φύσεως, ἔμυσε τοὺς ὀφθαλμούς: ὡς πολλάκις νυστάζοντος ἐν τῷ ἐσθίειν, ἐκπεσεῖν τοῦ στόματος τὴν τροφήν.

Ποτὲ γοῦν εἰς ἄκρον κρατηθεὶς τῷ ὕπνῳ, ἔλαθεν ἐπὶ τοῦ ῥιπὸς πεσών: καὶ περίλυπος ἐπὶ τούτῳ γεγονὼς, ἠρέμα ἔφη, Εἰ τοὺς ἀγγέλους πείσεις καθεύδειν, πείσεις καὶ τὸν σπουδαῖον: ὑπεδήλου δὲ ἑαυτὸν, πρὸς τὸν ὕπνον ἴσως ἀποτεινόμενος, ἢ τὸν δαίμονα τὸν ἐμποδὼν γενόμενον ταῖς σπουδαίαις πράξεσιν. Ὧδε δὲ αὐτῷ μοχθοῦντι προσελθών τις ἔφη: Τί τὸ σῶμα τὸ σὸν ἀποκτείνεις τοσοῦτον;

Ὅτι με ἀποκτείνει, ἀπεκρίνατο. Καὶ Πιάμμων δὲ καὶ Ἰωάννης τηνικαῦτα περὶ Διολκὸν τῆς Αἰγύπτου, ἐπισημοτάτων προΐσταντο μοναστηρίων. Ἐπιμελέστατά τε καὶ μάλα σεμνῶς πρεσβύτεροι ὄντες, τὴν ἱερατείαν μετῄεσαν.

628
Λέγεται δέ ποτε τὸν Πιάμμωνα ἱερωμένον, θεάσασθαι περὶ τὴν ἱερὰν τράπεζαν θεῖον ἄγγελον ἑστῶτα, καὶ τῶν μοναχῶν τοὺς παρόντας ἐγγράφειν βίβλῳ τινί:

τοὺς δὲ ἀπόντας ἀπαλείφειν. Ἰωάννῃ δὲ τοσαύτην ἐδωρήσατο δύναμιν ὁ Θεὸς κατὰ παθῶν καὶ νοσημάτων, ὡς πολλοὺς ἰάσασθαι ποδαλγοὺς, καὶ τὰ ἄρθρα διαλελυμένους.

Ἐν τούτῳ δὲ καὶ Βενιαμὶν γηραλέος εὖ μάλα λαμπρῶς ἀνὰ τὴν Σκῆτιν ἐφιλοσόφει, δῶρον ἔχων παρὰ Θεοῦ δίχα φαρμάκων ἐπαφῇ μόνῃ χειρὸς, ἢ ἐλαίῳ ᾧ ἐπηύχετο, πάσης ἀπαλλάσσειν νόσου τοὺς κάμνοντας. Τὸν δὴ τοιοῦτον λόγος ὑδέρῳ περιπεσόντα, τοσοῦτον οἰδῆσαι τὸ σῶμα, ὡς μὴ δυνηθῆναι διὰ τῶν θυρῶν τοῦ οἰκήματος ἐν ᾧ διῆγεν ἐκκομισθῆναι, εἰ μὴ σὺν ταῖς θύραις καὶ τὰς παραστάδας καθεῖλον.

Ἐν δὲ τῷ νοσεῖν, ἐν κλίνῃ κεῖσθαι μὴ δυνάμενος, ἀμφὶ τοὺς ὀκτὼ μῆνας ἐπὶ

629
δίφρου πλατυτάτου ἐκαθίζετο, συνήθως τοὺς κάμνοντας ἰώμενος, αὐτὸς μηδὲν δυσφορῶν ὅτι μὴ τῆς ἐχούσης αὐτὸν νόσου ἀπηλλάττετο: μᾶλλον μὲν οὖν καὶ τοὺς ὁρῶντας παρεμυθεῖτο, καὶ ἐλιπάρει τὸν Θεὸν ἱκετεύειν ὑπὲρ τῆς αὐτοῦ ψυχῆς: σώματος δὲ αὐτῷ μηδὲν μέλειν:

ἐπεὶ καὶ εὐεκτοῦν, οὐδέν με ὤνησεν, ἔφη, καὶ κακῶς πάσχον, οὐκ ἔβλαψε. Κατ̓ ἐκεῖνο δὲ καιροῦ ἐν Σκήτει διέτριβε Μάρκος τε ὁ ἀοίδιμος, καὶ Μακάριος ὁ νέος, καὶ Ἀπολλώνιος, καὶ Μωσῆς ὁ Αἰθίοψ. Φασὶ δὲ Μάρκον μὲν, καὶ ἐν τῷ νέῳ τῆς ἡλικίας εἰς ἄγαν πρᾷον καὶ σώφρονα, καὶ μνήμονα ἱερῶν γραφῶν γενέσθαι: θεοφιλῆ δὲ ἐπὶ τοσοῦτον, ὡς ἰσχυρίζεσθαι Μακάριον τὸν αὐτὸν, πρεσβύτερον ὄντα τῶν Κελλίων, μηδὲ πώποτε παῤ αὐτοῦ λαβεῖν ἃ θέμις ἱερεῦσι διδόναι τοῖς μεμυημένοις περὶ τὴν ἱερὰν τράπεζαν: ἄγγελος δὲ αὐτῷ ἐδίδου, οὗ τὴν χεῖρα μέχρι τοῦ καρποῦ μόνου ἔλεγε θεωρεῖν.