Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τοῦτο δὲ τότε συνέβαινε καὶ παρὰ Ὀσροηνοῖς: οὐ μὴν ἀλλὰ καὶ Καππαδόκαις, οἷά γε ξυνωρίδα τινὰ θείαν καὶ λογιωτάτην λαχοῦσι, Βασίλειον τὸν Καισαρείας τῆς παῤ αὐτοῖς ἐπίσκοπον, καὶ Γρηγόριον τὸν Ναζιανζοῦ. Συρία δὲ καὶ τὰ πέριξ ἔθνη, καὶ μάλιστα ἡ τῶν Ἀντιοχέων πόλις, ἐν ἀταξίαις καὶ ταραχαῖς ἦσαν, πλειόνων μὲν ὄντων τῶν τὰ Ἀρείου φρονούντων, καὶ τὰς ἐκκλησίας ἐχόντων.

Οὐκ ὀλίγων δὲ ὄντων καὶ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, οὓς Εὐσταθιανοὺς καὶ Παυλιανοὺς ὠνόμαζον, ὧν ἡγεῖτο Παυλῖνός τε καὶ Μελέτιος, ὡς ἐν τοῖς πρόσθεν

591
ἔγνωμεν: διὰ δὲ τούτους, ἡ Ἀντιοχέων ἐκκλησία πᾶσα κινδυνεύσασα γενέσθαι τῆς Ἀρείου αἱρέσεως, μόλις ὑπερέσχεν ἐναντίον τῆς βασιλέως σπουδῆς, καὶ τῶν ἀμφ̓ αὐτὸν δυναμένων. Ὡς ἔοικε γὰρ, εἰ συνέβη ἀνδρείους τὰς ἐκκλησίας ἰθύνειν, οὐ μετεβάλοντο τῆς προτέρας δόξης τὰ πλήθη.

Ἀμέλειτοι καὶ Σκύθας λόγος διὰ τοιαύτην αἰτίαν ἐπὶ τῆς αὐτῆς μεῖναι πίστεως. Τοῦτο δὲ τὸ ἔθνος, πολλὰς μὲν ἔχει καὶ πόλεις καὶ κώμας, καὶ φρούρια: μητρόπολις δέ ἐστι Τόμις, πόλις μεγάλη καὶ εὐδαίμων, παράλιος ἐξ εὐωνύμων εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον. Εἰσέτι δὲ καὶ νῦν ἔθος παλαιὸν ἐνθάδε κρατεῖ, τοῦ παντὸς ἔθνους ἕνα τὰς ἐκκλησίας ἐπισκοπεῖν: κατὰ δὴ τὸν παρόντα καιρὸν, ἐπετρόπευε τούτων Βρεττανίων:

καὶ Οὐάλης ὁ βασιλεὺς ἦκεν εἰς Τόμιν. Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο, καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος

592
περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων, κατέλιπεν αὐτὸν, καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν: καὶ ὁ λαὸς ἐπηκολούθησε.

Σχεδὸν δὲ πᾶσα ἡ πόλις συνεληλύθεισαν, βασιλέα τε ὀψόμενοι, καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες: ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ̓ αὐτὸν, χαλεπῶς ἤνεγκε τὴν ὕβριν: καὶ συλληφθέντα Βρεττανίωνα, εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε.

Καὶ οὐκ εἰς μακρὰν αὖθις ἐπανάγεσθαι ἐπέτρεψε. Χαλεπαίνοντας γὰρ οἶμαι πρὸς τὴν φυγὴν τοῦ ἐπισκόπου ἰδὼν τοὺς Σκύθας, ἐδεδίει μή τι νεωτερίσωσιν, ἀνδρείους τε ἐπιστάμενος, καὶ τῇ θέσει τῶν τόπων ἀναγκαίους τῇ Ῥωμαίων οἰκουμένῃ, καὶ τῶν κατὰ τόδε τὸ κλίμα βαρβάρων προβεβλημένους. Βρεττανίων μὲν οὖν ὧδε κρείττων ἀνεφάνη τῆς τοῦ κρατοῦντος σπουδῆς: ἀνὴρ τά τε ἄλλα ἀγαθὸς, καὶ ἐπὶ ἀρετῇ βίου ἐπίσημος, ὡς καὶ αὐτοὶ Σκῦθαι μαρτυροῦσιν.

Ὡς ἐπίπαν δὲ πᾶς κλῆρος ἐπειράθη διὰ ταῦτα τῆς τοῦ βασιλέως ὀργῆς, πλὴν τῶν πρὸς ἑσπέραν τῆς ἀρχομένης τῶν ἐκκλησιῶν: καθότι τῶν

593
ἐπέκεινα Ῥωμαίων ἦρχεν Οὐαλεντινιανὸς, ἐπαινέτης τε ὢν τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, καὶ εὐλαβῶς εἰς ἄγαν περὶ τὸ θεῖον ἔχων: ὡς μήτε ἐπιτάττειν τοῖς ἱερεῦσι μηδὲν, μήτε ἄλλως αἱρεῖσθαι νεωτερίζειν ἐπὶ χείρονι ἢ ἀμείνονι δοκοῦντι παρὰ τοὺς τῆς ἐκκλησίας θεσμούς: τάδε γὰρ κρείττω τῆς αὐτοῦ δοκιμασίας ἡγεῖτο, καίπερ βασιλεὺς ἄριστος γεγονὼς, καὶ ἱκανὸς ἄρχειν διὰ τῶν πραγμάτων φανείς.