Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ κατῆραν ἐνταῦθα, φασὶν ἅμα τῇ ἐπιβάσει τῶν ἀνδρῶν, δαίμονι κρατηθεῖσαν τὴν θυγατέρα τοῦ ἱερέως εἰς ἀπάντησιν αὐτοῖς ἐλθεῖν: θεούσης δὲ καὶ βοώσης τῆς κόρης, καταπλαγέντες οἱ τῇδε ἄνθρωποι τῷ αἰφνιδίῳ καὶ παραδόξῳ τοῦ πράγματος, εἵποντο.

Ὡς δὲ πρὸς τῇ νηῒ ἐγένετο, ἣ τοὺς ἱεροὺς πρεσβύτας ἔφερε, ποτνιωμένη καὶ εἰς γῆν κυλινδουμένη ἱκέτευε καὶ μέγα ἀνέκραγε: Τί δὴ καὶ πρὸς ἡμᾶς ἥκετε, ὦ τοῦ μεγάλου θεοῦ θεράποντες; νησίον γὰρ τοῦτο παλαιὸν ἡμῖν ἐστὶν οἰκητήριον: ὀχλοῦμεν δὲ οὐδενί: πᾶσι δὲ τοῖς ἀνθρώποις ἀγνῶτες, αὐτόθι λανθάνομεν, ταύταις ταῖς λίμναις περικεκλεισμένοι πάντοθεν: εἰ δὲ τοῦτο φίλον ὑμῖν, δέχεσθε τὸ ἡμέτερον κτῆμα,

καὶ οἰκεῖον ποιήσατε: ἡμεῖς δὲ ὑπείκομεν. Καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς: ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ

589
τῶν ἀμφὶ Μακάριον, ἡ παῖς ἐσωφρόνησεν: ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις, καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλλε: καὶ ἀμελλητὶ καθελόντες τὸν παῤ αὐτοῖς ναὸν, εἰς ἐκκλησίαν μετεσκεύασαν.

Ταῦτα δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ ἀγγελλόμενα, οὐ μετρίως ἐλύπει τὸν Λούκιον: ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ αὐτῷ τῷ Θεῷ πόλεμον προφανῆ καταγγέλλων: αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν.

Ὁ μὲν οὖν Λούκιος ὧδε τὴν Αἴγυπτον ἐδόνει. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, οὐ μόνῳ Διδύμῳ τῷ φιλοσόφῳ κατ̓ ἐκεῖνο καιροῦ ἀκμάζοντι, ἀλλὰ καὶ ἄλλοις ἐλλογίμοις διέπρεπεν: ὧν εἰς τὴν ἀρετὴν ἀποβλέπουσα καὶ τῶν αὐτόθι μοναχῶν, ἐναντίως εἶχε τοὺς ἀμφὶ Λούκιον. Παρευδοκίμει δὲ τοὺς

590
Ἀρείου πολλῷ τοῖς πλήθεσι, καὶ διωκομένη ἡ κατ̓ Αἴγυπτον ἐκκλησία.

Κατάλογος τῶν τόπων, ἔνθα τὸ δόγμα τῶν ἐν Νικαίᾳ ἐπρεσβεύετο: καὶ περὶ τῆς τῶν Σκυθῶν πίστεως, καὶ περὶ Βρετανίωνος τοῦ ἡγουμένου τοῦ ἔθνους.

Τοῦτο δὲ τότε συνέβαινε καὶ παρὰ Ὀσροηνοῖς: οὐ μὴν ἀλλὰ καὶ Καππαδόκαις, οἷά γε ξυνωρίδα τινὰ θείαν καὶ λογιωτάτην λαχοῦσι, Βασίλειον τὸν Καισαρείας τῆς παῤ αὐτοῖς ἐπίσκοπον, καὶ Γρηγόριον τὸν Ναζιανζοῦ. Συρία δὲ καὶ τὰ πέριξ ἔθνη, καὶ μάλιστα ἡ τῶν Ἀντιοχέων πόλις, ἐν ἀταξίαις καὶ ταραχαῖς ἦσαν, πλειόνων μὲν ὄντων τῶν τὰ Ἀρείου φρονούντων, καὶ τὰς ἐκκλησίας ἐχόντων.