Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ Λούκιος παραλαβὼν τὸν ἡγεμόνα τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν, σὺν πλήθει ἐπεστράτευσε τοῖς ἐν ταῖς ἐρήμοις μοναχοῖς. Ὤιετο γὰρ ἴσως εἰ διενοχλήσειεν

586
αὐτοὺς ἡσυχίας ἐρῶντας, πειθηνίους ἕξειν, καὶ ταύτῃ μάλιστα τοὺς ἐν ταῖς πόλεσι Χριστιανοὺς πρὸς αὐτὸν μεταστήσειν:

καθότι πολλοὶ καὶ θεσπέσιοι ἄνδρες προΐσταντο τότε τῶν αὐτόθι μοναστηρίων, καὶ πάντες τὴν Ἀρείου δόξαν ἀπεστρέφοντο: τῇ δὲ τούτων μαρτυρίᾳ καὶ τὸ πλῆθος ἑπόμενον, ὁμοίως ἐφρόνει: διαλέγεσθαι μὲν καὶ περὶ δογμάτων ἀδολεσχεῖν οὔτε θέλον, οὔτε ἐπιστάμενον: παῤ ἐκείνοις δὲ πειθόμενον εἶναι τὴν ἀλήθειαν, οἳ τοῖς ἔργοις τὴν ἀρετὴν ἐπεδείκνυντο:

ὁποίους τότε τῶν Αἰγυπτίων ἀσκητῶν ἡγεμόνας γενέσθαι ἀκούομεν, τοὺς δύο Μακαρίους, οὓς ἐν τοῖς πρόσθεν ἔγνωμεν: καὶ Πάμβω, καὶ Ἠρακλείδην, καὶ λοιποὺς Ἀντωνίου μαθητάς.

Λογισάμενος οὖν Λούκιος, ὡς οὐκ ἐγγενήσεται τοῖς Ἀρείου βεβαίως κρατῆσαι τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰ μὴ τοὺς μοναχοὺς τούτους ὁμόφρονας σφίσιν ἀποδείξειεν, ἐπεχείρει βιάζεσθαι:

πείθειν γὰρ οὐκ ἠδύνατο. Διημάρτανε δὲ καὶ οὕτως τοῦ σκοποῦ. Εἰ καὶ ἀποθανεῖν δέοι, παρεσκευασμένων

587
αὐτῶν, καὶ τοὺς αὐχένας ἑτοίμως ὑποβαλλόντων τοῖς ξίφεσιν, ἢ τῶν ἐν Νικαίᾳ δοξάντων ὑπεριδεῖν. Λέγεται δὲ τότε προσδοκωμένων αὐτοῖς ἐπιθήσεσθαι τῶν στρατιωτῶν, διακομισθῆναι τινὰ πρὸς αὐτοὺς ἐκ πολλοῦ τὰ ἄρθρα ἀπεσκληκότα, καὶ ἐπὶ ποδῶν στῆναι μὴ δυνάμενον. Ἐπεὶ δὲ ἐλαίῳ τοῦτον ἔχρισαν, παρεκελεύσαντο, ἐπ̓ ὀνόματι Χριστοῦ, ὃν Λούκιος διώκει, ἐξανίστασθαι, καὶ οἴκαδε ἀπιέναι: ἐξαπίνης δὲ ὑγιὴς γενόμενος ὁ ἄνθρωπος, ἀναφανδὸν ἀπέδειξε παραπλήσια χρῆναι δοξάζειν τούτοις, οἷς καὶ Θεὸς αὐτὸς ἀλήθειαν ἐπεψηφίσατο, κατηγορουμένου Λουκίου, καὶ καλούντων ἐπακούσας καὶ τὸν κάμνοντα ἰασάμενος.

Ἀλλ̓ οὐ παρὰ τοῦτο μετεμελήθησαν οἱ τούτοις τοῖς μοναχοῖς ἐπιβουλεύοντες: εἰσότε δὴ νύκτωρ αὐτοὺς συλλαβόμενοι, διήγαγου εἰς Αἰγυπτίαν

588
τινὰ νῆσον ὑπὸ λιμνῶν κυκλουμένην. Ὤικουν δὲ ταύτην ἄνδρες ἀμύητοι τοῦ Χριστιανῶν δόγματος, καὶ δεισιδαίμονες: καθότι καὶ παλαιοτάτου ναοῦ παῤ αὐτοῖς ὄντος, πολὺ τούτου σέβας εἶχον.