Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ τῆς ἰδίας σφαγῆς αὐτὸν ἐπαιτιώμενος. Οἱ δὲ φασὶν, ὡς πρὸς

534
τὸν ἥλιον ἀγανακτῶν, ὅτι Πέρσαις ἐπήμυνεν, ἢ αὐτὸν οὐ διέσωσεν, ἔφορος ὢν τῆς αὐτοῦ γενέσεως κατά τινα τοιαύτην ἀστρονομικὴν ἱστορίαν, τῇ χειρὶ τὸ αἷμα ἐπιδείξας, εἰς τὸν ἀέρα ἠκόντισεν.

Εἰ δὲ ἀληθῶς μέλλων τελευτᾷν, οἷά περ εἰώθει συμβαίνειν τῆς ψυχῆς ἤδη χωριζομένης τοῦ σώματος, καὶ θειότερα ἢ κατὰ ἄνθρωπον θεωρεῖν τῆς ψυχῆς δυναμένης, τὸν Χριστὸν ἐθεάσατο, οὐκ ἔχω λέγειν: οὐ γὰρ πολλῶν ὅδε ὁ λόγος: οὔτε δὲ ὡς ψεῦδος ἐκβαλεῖν θαρρῶ, ἐπεὶ οὐκ ἀπεικὸς καὶ τῶνδε θαυμαστότερα συμβῆναι, εἰς ἐπίδειξιν τοῦ μὴ ἀνθρωπείᾳ σπουδῇ συστῆναι τὴν ἐπώνυμον Χριστοῦ θρησκείαν.

Ἀμέλειτοι παρὰ πάντα τὸν χρόνον ταυτησὶ τῆς βασιλείας ἀγανακτῶν ὁ Θεὸς ἐφαίνετο: καὶ παντοδαπαῖς συμφοραῖς ἐν πολλοῖς ἔθνεσιν ἐπέτριψε τὴν Ῥωμαίων ὑπήκοον. Τῆς τε γὰρ γῆς συνεχῶς ὑπὸ χαλεπωτάτων σεισμῶν τινασσομένης, καὶ τῶν οἰκημάτων ἐρειπομένων, οὐκ ἀσφαλὲς ἦν οἴκοι οὔτε αἰθρίους διατρίβειν.

Συμβάλλω δὲ ἐξ ὧν ἐπυθόμην, ἢ βασιλεύοντος αὐτοῦ, ἢ κατὰ τὸ

535
δεύτερον σχῆμα τῆς βασιλείας ὄντος, καὶ τὸ συμβὰν τοῖς πρὸς Αἴγυπτον Ἀλεξανδρεῦσι γέγονε πάθος: ἡνίκα δὴ ἡ θάλασσα ὑπονοστήσασα, αὖθις ἐξ ἐπιδρομῆς τοὺς ἰδίους ὅρους παρήμειψε, καὶ μέχρι πολλοῦ τὴν ξηρὰν κατέκλυσεν: ὡς καὶ ἐπὶ τῶν κεράμων, ἀποχωρήσαντος τοῦ ὕδατος, θαλάττια εὑρεθῆναι σκάφη.

Ἀμέλειτοι τὴν ἡμέραν καθ̓ ἣν τάδε συνέβη, ἣν γενέσια τοῦ σεισμοῦ προσαγορεύουσιν, εἰσέτι καὶ νῦν Ἀλεξανδρεῖς ἐτησίαν ἑορτὴν ἄγουσι: λύχνους τε πλείστους ἀνὰ πᾶσαν τὴν πόλιν καίοντες, καὶ χαριστηρίους λιτὰς τῷ Θεῷ προσφέροντες, λαμπρῶς μάλα καὶ εὐλαβῶς ταύτην ἐπιτελοῦσιν.

Οὐ μὴν ἀλλὰ καὶ αὐχμοὶ ἐπιτείναντες, πάντας τοὺς καρποὺς καὶ τὸν ἀέρα ἐπὶ ταύτης τῆς βασιλείας ἐλυμῄναντο: ἐντεῦθεν σπάνει τῶν ἐπιτηδείων, ἐπὶ τὰς τῶν ἀλόγων ζώων τροφὰς τοὺς ἀνθρώπους ἤλαυνεν ὁ λιμός. Ἐπακολουθῶν δὲ καὶ ὁ λοιμὸς ἰδίας ἐπῆγε νόσους, καὶ τὰ

536
σώματα διέφθειρε. Τὰ μὲν δὴ κατὰ Ἰουλιανὸν ὧδε ἔσχε.