Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ εἰς Ἀντιόχειαν παρεγένετο ὁ βασιλεὺς, παντελῶς ἐξήλασε τῶν ἐκκλησιῶν τῶν τῇδε, ἀνά τε τὰς πέριξ πόλεις, τοὺς ὁμοίως φρονοῦντας τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, καὶ παντοδαπαῖς ἐπέτριβεν αὐτοὺς τιμωρίαις: ὡς καί τινας ἰσχυρίζεσθαι, πολλοὺς αὐτῶν ἀνελεῖν ἄλλοις τε τρόποις,

καὶ εἰς τὸν Ὀρρόντην ποταμὸν ἐμβάλλεσθαι προστάξαντα. Μαθὼν δὲ ἐν Ἐδέσῃ εὐκτήριον ἐπιφανὲς εἶναι Θωμᾶ τού ἀποστόλου ἐπώνυμον, ἦλθε τοῦτο ἱστορῆσαι. Ἀφαιρεθέντων δὲ κἀνταῦθα τῶν εὐκτηρίων οἴκων, θεασάμενος ἐν πεδίῳ πρὸ τοῦ ἄστεος συνηγμένους τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας, λέγεται τὸν καθόλου ὕπαρχον λοιδορήσασθαι, καὶ πὺξ κατὰ τῆς σιαγόνος πλῆξαι, ὡς παρὰ τὴν αὐτοῦ πρόσταξιν συγχωρήσαντα γενέσθαι

581

τοιαύτας συνόδους. Ὁ δὲ Μόδεστος, τοῦτο γὰρ ὄνομα τῷ ὑπάρχῳ ἦν, καίπερ ἑτερόδοξος ὢν, λάθρα τοῖς Ἐδεσηνοῖς ἐμήνυσε, φυλάξασθαι τὴν ὑστεραίαν μὴ συνελθεῖν εἰς τὸν εἰωθότα τόπον εὐξομένους: εἶναι γὰρ αὐτῷ προστεταγμένον παρὰ τοῦ βασιλέως, τιμωρεῖσθαι τοὺς ἁλισκομένους. Καὶ ὁ μὲν ταῦτα ἠπείλει, ἢ ὀλίγους, ἢ μηδένα προνοῶν κινδυνεῦσαι, καὶ αὐτὸν παραιτεῖσθαι σπουδάζων πρὸς τὴν τοῦ κρατοῦντος ὀργήν.

Οἱ δὲ Ἐδεσηνοὶ, παῤ οὐδὲν ποιησάμενοι τὴν ἀπειλὴν, σπουδαιότερον ἢ προτοῦ, συνέρρεον ἕωθεν, καὶ τὸν εἰωθότα τόπον ἐπλήρουν. Ὁ δὲ Μόδεστος, ἀγγελθέντος τούτου, οὐκ εἶχεν ὅ, τι καὶ ποιήσειεν, ἀμηχανῶν δὲ τοῖς παροῦσιν, ὅμως ἐπὶ τὸ πεδίον ᾔει.

Γυνὴ δέ τις παιδάριον ἕλκουσα, καὶ τὸ φᾶρος εἰκῆ ἐπισυρομένη παρὰ τὸν πρέποντα γυναικὶ κόσμον, ὡς ἐπί τι σπουδαῖον ἐπειγομένη, τὴν ἡγουμένην τοῦ ὑπάρχου στρατιωτικὴν στίχα διέτεμεν. Ἰδὼν δὲ Μόδεστος, προσέταξεν αὐτὴν συλληφθῆναι.

582
Καὶ προσκαλεσάμενος, ἀπῄτει λέγειν τοῦ δρόμου τὴν αἰτίαν.