Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Θρασύτεροι δὲ, ὡς φιλεῖ συμβαίνειν τοῖς εὐτυχοῦσιν, οἱ τὰ Ἀρείου φρονοῦντες γενόμενοι, οὐκ

571
ἀνεκτὰ ἐπεβούλευον τοῖς ἀπὸ τῆς ἐναντίας δόξης. Οἱ δὲ, εἴς τε τὸ σῶμα ὑβριζόμενοι, ἄρχουσί τε καὶ δεσμωτηρίοις παραδιδόμενοι, καὶ τὰς οὐσίας κατ̓ ὀλίγον δαπανώμενοι ταῖς ἐνθένδε συχνῶς συμβαινούσαις ζημίαις, ἔγνωσαν δεηθῆναι τοῦ βασιλέως, ὅπως τινὰ τῶν δεινῶν εὕροιεν ἀπαλλαγήν.

Καὶ ἐκκλησιαστικοὺς ὀγδοήκοντα ἄνδρας ἐπὶ τοῦτο εἵλοντο, ὧν ἡγοῦντο Οὐρβασὸς καὶ Θεόδωρος καὶ Μενέδημος. Ὡς δὲ εἰς Νικομήδειαν ἀφίκοντο, βιβλίον ἐπέδωκαν τὰ κατ̓ αὐτοὺς ἐγράψαντες. Ὁ δὲ, σφόδρα θυμωθεὶς, ὅσον ὠργίσθη οὐκ ἐγένετο δῆλος: λάθρα δὲ ὑπάρχῳ προσέταξε συλλαβεῖν αὐτοὺς καὶ ἀνελεῖν.

Ὁ δὲ ὕπαρχος δείσας μὴ στασιάσῃ τὸ πλῆθος, τοσούτων εὐλαβῶν ἀνδρῶν καὶ μηδὲν ἠδικηκότων παραλόγως ἀναιρουμένων, πλάττεται καταδικάζειν αὐτῶν ὑπερορίαν φυγήν. Ὡς ἐπὶ τοῦτο δὲ πέμπων αὐτοὺς, εἰς πλοῖον ἐνεβίβασεν, οὐκ ἀγεννῶς τάδε παθεῖν ὑπομένοντας.

Ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ Ἀστακίου καλουμένου

572
κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ὑπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες. Ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη, ἄχρι Δακιβίζης, χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας, διήρκεσε πρὸς τὸν ἔκπλουν: ἅμα δὲ τῇ γῇ προσέσχε, καὶ διελύθη, σὺν αὐτοῖς ἀνδράσι καταφλεγεῖσα.