Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ προτρέπων ἐπὶ τῆς αὐτῆς μένειν περὶ τὸ θεῖον γνώμης. Ἐντεῦθεν οἱ μὲν ἀπὸ τῆς Ἀρείου αἱρέσεως πρὸς στάσιν ἀνακινηθέντες, χαλεπῶς ἐδίωκον τοὺς σπουδαστὰς τῆς Εὐαγρίου χειροτονίας. Ὁ δὲ βασιλεὺς ταῦτα γνοὺς, ἐν Νικομηδείᾳ τέως τὴν ὁδὸν ἐπέσχε: δείσας δὲ περὶ τῆς πόλεως μή τι πάθῃ ὑπὸ στάσεως, σύνοιδε πέμψαι στρατιώτας εἰς Κωνσταντινούπολιν,

οὓς ἱκανοὺς ἐνόμισεν εἰς τοῦτο. Εὐστάθιον δὲ συλληφθέντα, προσέταξεν ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης διάγειν, καὶ Εὐάγριον ἑτέρωθι ἀπάγεσθαι. Καὶ τὰ μὲν ὧδε ἔσχε.

Περὶ τῶν πρεσβέων τῶν εὐσεβῶν ὀγδοήκοντα, οὓς Οὐάλης σὺν πλοίῳ μέσης θαλάσσης κατέκαυσεν ἐν Νικομηδείᾳ.

Θρασύτεροι δὲ, ὡς φιλεῖ συμβαίνειν τοῖς εὐτυχοῦσιν, οἱ τὰ Ἀρείου φρονοῦντες γενόμενοι, οὐκ

571
ἀνεκτὰ ἐπεβούλευον τοῖς ἀπὸ τῆς ἐναντίας δόξης. Οἱ δὲ, εἴς τε τὸ σῶμα ὑβριζόμενοι, ἄρχουσί τε καὶ δεσμωτηρίοις παραδιδόμενοι, καὶ τὰς οὐσίας κατ̓ ὀλίγον δαπανώμενοι ταῖς ἐνθένδε συχνῶς συμβαινούσαις ζημίαις, ἔγνωσαν δεηθῆναι τοῦ βασιλέως, ὅπως τινὰ τῶν δεινῶν εὕροιεν ἀπαλλαγήν.

Καὶ ἐκκλησιαστικοὺς ὀγδοήκοντα ἄνδρας ἐπὶ τοῦτο εἵλοντο, ὧν ἡγοῦντο Οὐρβασὸς καὶ Θεόδωρος καὶ Μενέδημος. Ὡς δὲ εἰς Νικομήδειαν ἀφίκοντο, βιβλίον ἐπέδωκαν τὰ κατ̓ αὐτοὺς ἐγράψαντες. Ὁ δὲ, σφόδρα θυμωθεὶς, ὅσον ὠργίσθη οὐκ ἐγένετο δῆλος: λάθρα δὲ ὑπάρχῳ προσέταξε συλλαβεῖν αὐτοὺς καὶ ἀνελεῖν.

Ὁ δὲ ὕπαρχος δείσας μὴ στασιάσῃ τὸ πλῆθος, τοσούτων εὐλαβῶν ἀνδρῶν καὶ μηδὲν ἠδικηκότων παραλόγως ἀναιρουμένων, πλάττεται καταδικάζειν αὐτῶν ὑπερορίαν φυγήν. Ὡς ἐπὶ τοῦτο δὲ πέμπων αὐτοὺς, εἰς πλοῖον ἐνεβίβασεν, οὐκ ἀγεννῶς τάδε παθεῖν ὑπομένοντας.

Ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ Ἀστακίου καλουμένου

572
κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ὑπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες. Ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη, ἄχρι Δακιβίζης, χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας, διήρκεσε πρὸς τὸν ἔκπλουν: ἅμα δὲ τῇ γῇ προσέσχε, καὶ διελύθη, σὺν αὐτοῖς ἀνδράσι καταφλεγεῖσα.

Περὶ τῆς διαφορᾶς Εὐσεβίου τοῦ Καισαρείας, καὶ Βασιλείου τοῦ μεγάλου. καὶ ὡς ἐντεῦθεν οἱ Ἀρειανοὶ θάρσος λαβόντες, τῇ Καισαρέων ἐπιφοιτῶσι, καὶ ἀποκρούονται.

Οὐάλης δὲ καταλιπὼν τὴν Νικομήδειαν, ἐπὶ τὴν Ἀντιόχειαν τὴν ὁδὸν ἐποιεῖτο. Ἐν τούτῳ δὲ, Καππαδόκαις ἐνδημήσας, ὅπερ εἰώθει ποιεῖν, ἐσπούδαζε κακοῦν τοὺς ὀρθόφρονας, καὶ τὰς ἐνθάδε ἐκκλησίας παραδιδόναι τοῖς τὰ Ἀρείου φρονοῦσι. Ῥᾳδίως τε τοῦτο κατορθώσειν ᾤετο, ἐκ τοῦ ἐκ διαφορᾶς τινὸς

573
εἰς λύπην καταστῆναι Βασίλειον Εὐσεβίῳ τῷ τότε ἐπιτροπεύοντι τὴν Καισαρέων ἐκκλησίαν: διὸ καὶ πρὸς τὸν Πόντον ὑπεχώρησε, καὶ τοῖς ἐνθάδε φιλοσοφοῦσι μοναχοῖς συνῆν.

Τὸ δὲ πλῆθος, καὶ μάλιστα οἱ κράτιστοι καὶ σοφώτεροι, ἐν ὑπονοίᾳ τὸν Εὐσέβιον εἶχον: καὶ ὡς φυγῆς αἴτιον γενόμενον ἀνδρὸς εὐδοκιμωτάτου ἐν τῷ βιοῦν καὶ λέγειν, ἀπολιπεῖν αὐτὸν ἐβουλεύοντο, καὶ καθ̓ ἑαυτοὺς ἐκκλησιάζειν.

Ἀλλ̓ ὁ μὲν, ἵνα μὴ καὶ τὸ καθ̓ ἑαυτὸν ἐπιτρίψῃ τὴν ἐκκλησίαν, οὐκ ἐνδεᾶ θορύβων διὰ τῆς ἐπαναστάσεις τῶν ἑτεροδόξων, ἐν τοῖς περὶ τὸν Πόντον φροντιστηρίοις ἡσυχίαν ἦγε. Βασιλέα δὲ καὶ τοὺς ἀμφ̓ αὐτὸν ἐπισκόπους, ἀεὶ γὰρ αὐτῷ συνῆσαν τῆς Ἀρείου αἱρέσεως, προθυμοτέρους εἰς τὴν ἐπιχείρησιν ἐποίει ἡ Βασιλείου ἀπουσία,

καὶ τὸ περὶ Εὐσέβιον τοῦ λαοῦ μῖσος. Ἀπέβη δὲ παρὰ γνώμην αὐτοῖς. Ἅμα γὰρ ἠγγέλθησαν ἐπὶ Καππαδοκίαν ἐλαύνειν, καταλιπὼν τὸν Πόντον Βασίλειος, ἐθελοντὴς εἰς Καισάρειαν ἧκε: καὶ Εὐσεβίῳ σπεισάμενος, εὔνους ἦν: τῇ δὲ ἐκκλησίᾳ

574
εἰς καιρὸν τοῖς λόγοις ἐπήμυνεν. Ὁ δὲ Οὐάλης ἀποτυχὼν τῆς σπουδῆς, ἄπρακτος ἅμα τοῖς σὺν αὐτῷ ἐπισκόποις ἀπεχώρησε τότε.