Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ ὁ μὲν ὧδε διαφυγὼν ἐλάνθανεν. Οὐ πολλῷ δὲ ὕστερον ἔγραψεν ὁ βασιλεὺς, αὐτὸν ἐπανελθεῖν καὶ τὴν ἐκκλησίαν ἔχειν. Τεκμαίρομαι δὲ Οὐάλεντα παρὰ σκοπὸν ἐπὶ ταύτην τὴν γραφὴν ἐλθεῖν, ἢ τὴν κρατοῦσαν περὶ Ἀθανασίου δόξαν λογιζόμενον, καὶ ὅτι τούτου χάριν εἰκὸς ἦν μέμψασθαι Οὐαλεντινιανὸν, ἐπειδὴ τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα ἐπρέσβευσεν: ἢ τῶν ἐπαινούντων αὐτὸν πολλῶν ὄντων, τὴν κίνησιν ὑπορώμενον, μή τι νεωτερίσωσιν ἐπὶ

568

βλάβῃ τῶν κοινῶν πραγμάτων. Οἶμαι δὲ, ὡς εἰκὸς, καὶ τοὺς προεστῶτας τῆς Αρείου αἱρέσεως μὴ λίαν ἐπιθέσθαι τῇ περὶ τούτου σπουδῇ: λογισαμένους, ὡς τῆς πόλεως ἐκβληθεὶς αὖθις ὀχλήσει τοῖς βασιλεῦσι, καὶ ἀφορμὴν ἐντεῦθεν ἕξει τῆς πρὸς αὐτοὺς ὁμιλίας, καὶ μεταπείσει Οὐάλεντα: Οὐαλεντινιανὸν δὲ καὶ εἰς ὀργὴν κινήσει, ὡς ὁμόφρονα. Μάλιστα γὰρ περιδεεῖς ἦσαν ἐκ τῶν ἐπὶ Κωνσταντίου συμβάντων, πεπειραμένοι τῆς αὐτοῦ ἀρετῆς.

Ἐπὶ τοσοῦτον γὰρ καὶ τότε τῆς τῶν ἐναντίων ἐκράτησεν ἐπιβουλῆς, ὡς ἀσμένως αὐτῷ παραχωρῆσαι τῶν ἀνὰ τὴν Αἴγυπτον ἐκκλησιῶν, καὶ ἐπὶ τούτῳ μόλις εἶξαι Κωνσταντίου γράμμασιν, ἐκ τῆς Ἰταλίας ἐπανελθεῖν. Τὸ μὲν οὖν αἴτιον, καθότι Ἀθανάσιος ἐπίσης τοῖς ἄλλοις οὐκ ἀφῃρέθη τῆς ἐκκλησίας, τοῦτο εἰκάζω εἶναι.

Τοῖς δὲ λοιποῖς μονονουχὶ διωγμὸς συνέβη, Ἑλληνικῷ παραπλήσιος: φυγαί τε γὰρ ὑπερόριοι ἐσπουδάζοντο τῶν

569
τὰ αὐτὰ φρονεῖν ἀναινομένων: καὶ εὐκτήριοι οἶκοι, τῶν μὲν ἀφῃροῦντο, τοῖς δὲ παρεδίδοντο: ἡ δὲ Αἴγυπτος τέως τούτων ἀπείρατος ἦν, ἔτι Ἀθανασίου τῷ βίῳ περιόντος.