Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη: ἐν ᾧ ξόανα μὲν ἴσως καὶ ὄργανα τινὰ εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γέλοιά τε καὶ ξένα ἐδόκει. Δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ, ἐπόμπευον ἐπιτωθάζοντες τοῖς Ἑλληνισταῖς.

Οἱ δὲ, πλῆθος εἰς ταυτὸ συλλεγέντες, ἐπῆλθον τοῖς Χριστιανοῖς: οἱ μὲν ξίφεσιν ἢ λίθοις: οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι: καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ̓ ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. Ἐκ δὲ τούτου, Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον: οἱ δὲ Ἑλληνισταὶ,

ἐπιλαβούσης τῆς Ἰουλιανοῦ βασιλείας, τὸν Γεώργιον ἀνεῖλον. Μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ̓ οὕτως ἔχειν. Ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη:

458
ἤθελε γὰρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε, ἢ Ἕλληνας εἶναι τοὺς Γεωργίου φονέας. Ἀλλ̓ ὅμως οὐκ ἀπεκρύψατο: φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς Ἀλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν.

Μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο, καὶ τὴν τιμωρίαν συνεχώρησεν: αἰδοῖ, φησὶ, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον, καὶ Ἀλέξανδρον τὸν οἰκιστὴν, καὶ Ἰουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς Ἀλεξανδρείας αὐτῆς ἦρξεν: ἀνὴρ ἐς τὰ μάλιστα Ἑλληνισμῷ χαίρων, καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ̓ αὐτὸν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς.