Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ μόνος εἰς τὴν βασιλείαν κατέστη, καὶ ἀνὰ τὴν ἕω τοὺς Ἑλληνικοὺς ναοὺς ἀνέῳξε, καὶ τοὺς ἠμελημένους

441
ἐπισκευάζεσθαι, τοὺς δὲ καταλυθέντας ἀνανεοῦσθαι, καὶ τοὺς βωμοὺς ἀνίστασθαι προσέταξε: καὶ πολλοὺς αὐτοῖς ἐξεῦρε φόρους: ἔθη τε παλαιὰ, καὶ τὰ πάτρια τῶν πόλεων, καὶ τὰς θυσίας ἀνενέωσεν.

Αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔσπενδε, καὶ ἔθυε, καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο: μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς, τὰς παλαιὰς τιμὰς ἀπέδωκε: καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ̓ αὐτοῖς ἐκύρωσε: λειτουργιῶν τε, καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον, τὴν ἀτέλειαν ἐπεψηφίσατο: καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. Καὶ καθαροὺς εἶναι ἀπὸ τροφῶν διεκελεύετο, καὶ ὅσον ἀπέχεσθαι προσῆκε τὸν, ὡς Ἕλληνες λέγουσιν, ἁγιστεύειν προειρημένον.

Προσέταξε δὲ καὶ τὸν πῆχυν

442
τοῦ Νείλου, καὶ τὰ σύμβολα, καὶ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν Σάραπιν. Κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο.