Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐκ τούτου δὲ κινηθεὶς πρὸς ὀργὴν ὁ βασιλεὺς ὡς

510
ὑβρισμένος, τιμωρεῖσθαι τοὺς Χριστιανοὺς ἐβεβούλευτο. Σαλούστιος δὲ ὁ τὴν ὕπαρχον ἐξουσίαν ἐπιτετραμμένος, καίπερ Ἕλλην ὑπάρχων, οὐκ ἐπῄνεσε τὴν βουλήν: ἀντιτείνειν δὲ μὴ ἔχων, τὸ βασιλέως ἐπίταγμα εἰς ἔργον ἦγε.

Καὶ τῇ ὑστεραίᾳ πολλοὺς συνελάμβανεν ἐκ τῶν Χριστιανῶν, καὶ δεσμίους ἐποίησεν: ἕνα δέ τινα νεανίαν πρῶτον προαγαγὼν, Θεόδωρος δ̓ ὄνομα αὐτῷ, τῷ βασανιστηρίῳ ξύλῳ προσῆψεν. Ὁ δὲ, ἐπὶ πολὺ τοῖς ὄνυξι πληττόμενος, οὐχ ἡττήθη τῶν βασάνων, οὐδὲ τὸν ὕπαρχον ἐλιπάρησεν: ἀλλ̓ ἀνώδυνον ἑαυτὸν φαίνεσθαι παρασχόμενος, ὡς θεατὴς τῶν ἐπ̓ αὐτῷ γινομένων, καρτερικῶς τὰς πληγὰς ἐδέχετο: αὖθίς τε τὸν αὐτὸν μελωδῶν ψαλμὸν, ὃν καὶ τῇ προτεραίᾳ, μὴ μέλειν αὐτῷ τούτων ἐφ̓ οἷς ἐκρίνετο, τοῖς ἔργοις ἐπέδειξε.

Καταπλαγεὶς δὲ τὴν ἔνστασιν τοῦ νεανίου ὁ ὕπαρχος, ἐλθὼν παρὰ τὸν βασιλέα εἶπε τὰ γενόμενα, καὶ εἰ μὴ θᾶττον παύσαιτο

511
τῆς ἐπιχειρήσεως, σφᾶς αὐτοὺς καταγελάστους ἔσεσθαι, τοὺς δὲ Χριστιανοὺς ἐνδοξοτέρους ποιήσειν. Ἄμεινον δὲ τοῦτο δόξαν, οἱ συλληφθέντες ἀφείθησαν τῶν δεσμῶν.

Λέγεται δὲ, πυνθανομένων μετὰ ταῦτα τινῶν εἴπερ αἴσθησιν τῶν βασάνων ἐκείνων ἐλάμβανεν, εἰπεῖν τὸν Θεόδωρον, ὡς πάντως μὲν ἀνώδυνος οὐκ ἦν, παρεστὼς δέ τις αὐτῷ νεανίας, κατέπαυε τὰς ἀλγηδόνας, ὑφάσματι λεπτοτάτῳ τοὺς ἱδρῶτας ἀπομάττων, καὶ ὕδωρ ἐπιχέων ψυχρότατον, ᾧ τὰς φλεγμονὰς ἔπαυε, καὶ τῶν πόνων ἀνέψυχε. Δοκεῖ δέ μοι οὐκ ἀνθρώπου μόνου, εἰ καὶ μάλα γενναῖος ἦν, μὴ καὶ θείᾳ ῥοπῇ ἐπικουρουμένου, τοσοῦτον ὑπεριδεῖν τοῦ σώματος.

Ὁ μὲν δὴ μάρτυς Βαβύλας ἐκ τῆς εἰρημένης αἰτίας κατῳκίσθη ἐν Δάφνῃ, καὶ πάλιν μετετέθη: οὐκ εἰς μακρὰν δὲ τούτου γενομένου, ἀπροόπτως ἐμπεσὸν πῦρ τῷ νεῷ τοῦ Δαφναίου Ἀπόλλωνος, πᾶσαν τὴν ὀροφὴν καὶ αὐτὸ τὸ ἄγαλμα κατέφλεξε: γυμνοὺς δὲ μόνους τοὺς τοίχους καὶ τοὺς περιβόλους

512
εἴασε, καὶ τοὺς κίονας οἳ τὰ προπύλαια καὶ τὸν ὀπισθόδομον ἀνεῖχον. Ἐδόκει δὲ τοῖς μὲν Χριστιανοῖς, κατὰ αἴτησιν τοῦ μάρτυρος θεήλατον ἐμπεσεῖν τῷ δαίμονι πῦρ: οἱ δὲ Ἕλληνες ἐλογοποίουν Χριστιανῶν εἶναι τὸ δρᾶμα.

Ταύτης δὲ τῆς ὑπονοίας κρατούσης, ἄγεται εἰς δικαστήριον ὁ τοῦ Ἀπόλλωνος ἱερεὺς ὡς φανερώσων τὸν τολμήσαντα τὸν ἐμπρησμόν: δεσμώτης τε γενόμενος, καὶ πολλὰς ὑπομείνας πληγὰς, χαλεπῶς τε αἰκισθεὶς, οὐδένα κατεμήνυσεν: ᾧ δὴ μάλιστα ἰσχυρίζοντο οἱ Χριστιανοὶ, μὴ κατ̓ ἐπιβουλὴν ἀνθρωπίνην,

ἀλλὰ κατὰ θείαν μῆνιν ἐνσκῆψαι τῷ νεῷ οὐράνιον πῦρ. Καὶ τὰ μὲν ὧδε ἔσχεν: ὡς οἶμαι δὲ ἐκ τῶν συμβάντων ἐν τῇ Δάφνῃ διὰ τὸν μάρτυρα Βαβύλαν, πυθόμενος ὁ βασιλεὺς ἐπὶ τιμῇ μαρτύρων εὐκτηρίους οἴκους εἶναι πλησίον τοῦ ναοῦ Διδυμαίου Ἀπόλλωνος, ὃς πρὸ τῆς Μιλήτου ἐστὶν, ἔγραψε τῷ

513
ἡγεμόνι Καρίας, εἰ μὲν ὄροφόν τε καὶ τράπεζαν ἱερὰν ἔχουσι, πυρὶ καταφλέξαι: εἰ δὲ ἡμίεργά ἐστι τὰ οἰκοδομήματα, ἐκ βάθρων ἀνασκάψαι.