Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

παντελῶς οὐκέτι ἔλαθεν. Ἡ δὲ τρίτη γραφὴ, τὰ μὲν ἄλλα συμφέρεται τῇ διανοίᾳ ταῖς ἄλλαις: τὸ δὲ τῆς οὐσίας ὄνομα περιεῖλε: καὶ αἰτίαν τήνδε αὐτοῖς ῥητοῖς ἔχει διὰ τῆς Ῥωμαίων φωνῆς: τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐτέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς πολλοῖς σκάνδαλον ἔφερε, διὰ τὸ μηδὲ ἐν ταῖς γραφαῖς αὐτὸ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ποιεῖσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν εἶναι οὐσίαν, γράφεται δὲ καὶ ὑπόστασιν, ὀνομάζειν: ὅ

326
μοιον δὲ λέγομεν τῷ Πατρὶ τὸν Υἱὸν, καθὼς αἱ θεῖαι γραφαὶ λέγουσι. Καὶ τὰ μὲν ὧδε περὶ τῆς πίστεως,

αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. Ὅσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν: βιασθεὶς δὲ, καὶ πληγὰς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας,

συνῄνεσέ τε καὶ ὑπέγραψε. Φωτεινοῦ δὲ πειρασθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. Ὁ δὲ, προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων, καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα, καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο:

ἀλλ̓ εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. Εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεσθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν

327
πρὸς τὸν Φωτεινὸν διάλεξιν Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος. Ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε Βασίλειος.

Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς, οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα: λόγους τε τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ συγγράφων ἐξεδίδου, δἰ ὧν ἐπειρᾶτο, πλὴν τῆς αὐτοῦ, τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι, καὶ τὰς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως, τάδε μοι εἰρήσθω.

Περὶ τοῦ θανάτου Μαγνεντίου, καὶ Σιλβανοῦ τοῦ ἀποστάτου: ἔτι δὲ καὶ περὶ τῆς ἐν Παλαιστίνῃ στάσεως τῶν Ἰουδαίων: καὶ ὡς ἀνῃρέθη Γάλλος ὁ Καῖσαρ, νεωτερίζειν ὑποπτευθείς.

Ἐν τούτοις δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν Ῥώμην, πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε. Μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ̓

328
αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς, ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. Ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες, πῆ μὲν οὗτοι, πῆ δὲ ἐκεῖνοι ἐκράτουν: εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος, ἔφυγεν εἰς Μοῦρσαν: Γαλατῶν δὲ τοῦτο τὸ φρούριον.