Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως

420
ἐκκλησίαν, πολλοὶ τὸν ἐν Ἀντιοχείᾳ θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονεικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου καὶ τοῦ λαοῦ συνέβησαν.

Ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. Οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς, οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις: πρὸς δὲ τὴν οἰκείαν δόξαν,

ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμοζον τὸ ψαλλόμενον. Οὕτω δὲ διακειμένης τῆς Ἀντιοχέων ἐκκλησίας, ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον, καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν,

καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν, καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. Κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς οἰκείαν αἵρεσιν θηράσειν τοὺς Ἀντιοχείας οἰκήτορας, καὶ τὰς πέριξ πόλεις: καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανοὺς, οἳ κατὰ τὴν παράδοσιν

421
τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ Θεοῦ ἐδόξαζον. Ἔμελλον δὲ παραπολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι.

Ἐπεὶ γὰρ ἧκεν εἰς Ἀντιόχειαν, λέγεται δήμους πολλοὺς συνελθεῖν τῶν τὰ Ἀρείου φρονούντων, καὶ Παυλίνῳ κοινωνούντων: οἱ μὲν, ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας: οἱ δὲ, μαθησόμενοι τί ἄρα ἐρεῖ, καὶ τίσιν ἐπιψηφίζεται. Ἤδη γὰρ φήμη διεφοίτα, ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων: καὶ τὸ ἀποβὰν ἔδειξε.

Τὴν μὲν γὰρ ἀρχὴν, τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε: τελευτῶν δὲ, ἀναφανδὸν τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ τὸν Υἱὸν ἀπεφῄνατο. Λέγεται δὲ, προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα, ἔβυσεν αὐτοῦ τὸ στόμα.

Ὁ δὲ, τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ, τὴν γνώμην κατεσήμαινε: καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταυτὸν δὲ πάλιν τούτους συνέλεγε, καὶ

422
τὸν ἕνα ὤρθου: τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν ἅπερ ἐφρόνει, καὶ λέγειν ἐπείχετο. Ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρὸς, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν, ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν: καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο: καὶ διεμαρτύρετο τοὺς ἀκούοντας, ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦντας.