Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες, εἰς Σελεύκειαν τὴν παρὰ Ἰσαύροις συνῆλθον:

ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐσέβιός τε καὶ Ὑπάτιος. Συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς, ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος: ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ̓ αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πίστιν. Παρῆν δὲ καὶ Λαυρίκιος, ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμὼν, εἴ τι δέοι παρασκευάσων: ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμματα.

Κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τέ τινες ἐπίσκοποι, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως,

391
καὶ Βασίλειος ὁ Ἀγκύρας. Πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη: Πατροφίλῳ δὲ ὀφθαλμία, καὶ Μακεδονίῳ νόσος: ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλήματα κατηγόρων οὐ παρεγένοντο τότε.

Παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα, καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. Ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ, τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος Ἱεροσολύμων,

καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. Πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῆ μὲν τοῦτο, πῆ δὲ ἐκεῖνο δηλοῦντα. Ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι, οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ̓ εἰς δύο διῃρέθησαν. Ἐκράτει δὲ ὅμως,

πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι. Ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα, προϊσχομένοις τὴν πίστιν ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μάρκος συνέθηκε, κατεδέξαντο

392
δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ̓ ὧν ἦν καὶ Βασίλειος ὁ τῆς Ἀγκύρας ἐπίσκοπος: τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς Ἀντιοχέων ἐκκλησίας.