Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐλεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν Ναυατιανῶν ἄρδην καθεῖλε. Τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον οἱ Μαντίνειον οἰκοῦντες, καὶ ἄλλοι Παφλαγόνες. Μαθὼν γὰρ Μακεδόνιος τοὺς πλείους ἐνθάδε τὰ Ναυάτουφρονεῖν, μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς

388
ἀπελαύνειν, ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν ἐκπέμψαι τούτου χάριν. Ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι.

Τὸ δὲ ἄλλως ἀπέβη. Τὸ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι, δρεπάναις τε καὶ πελέκεσι, καὶ ἄλλως ᾗ ἔτυχεν, ἕκαστος σφᾶς ὁπλίσαντες, συνέμιξαν τοῖς στρατιώταις. Καρτερᾶς δὲ μάχης γενομένης, πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. Ἐντεῦθεν ὡς τηλικούτων συμφορῶν αἴτιον ὄντα Μακεδόνιον,

πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. Ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς, οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν: ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε. Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο

389
Μακεδόνιος ἑτέρωθι μεταφέρειν: ἠπείλει γὰρ πτῶσιν ὁ ταύτην καλύπτων οἶκος.

Τοῦ δὲ λαοῦ, οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν: οἱ δὲ ἀντεῖχον, ἀνόσιον εἶναι ἡγούμενοι, καὶ τῷ ἀνορύττειν ὅμοιον. Συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι, καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι σπουδάζοντες. Ἀλλ̓ ὁ μὲν μηδὲν μελήσας, μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ Ἀκακίου τοῦ μάρτυρός ἐστιν ὁ τάφος.

Τὸ δὲ πλῆθος, οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες οἱ δὲ μεμφόμενοι, κατ̓ αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. Καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν.

Ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ, τάδε μαθὼν ἐχαλέπαινε: καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς, καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον, καὶ δἰ ὀργῆς εἶχε: βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν, εἴχετο τῆς ὁδοῦ.

390
Μετακαλεσάμενος δὲ Ἰουλιανὸν τὸν ἀνεψιὸν, Καίσαρα κατέστησε, καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν.

Περὶ τῆς ἐν Σελευκείᾳ συνόδου.

Ἐν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες, εἰς Σελεύκειαν τὴν παρὰ Ἰσαύροις συνῆλθον:

ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐσέβιός τε καὶ Ὑπάτιος. Συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς, ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος: ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ̓ αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πίστιν. Παρῆν δὲ καὶ Λαυρίκιος, ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμὼν, εἴ τι δέοι παρασκευάσων: ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμματα.