Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ βασιλεὺς ταῖς διαβολαῖς πεισθεὶς τῶν ἀπὸ

315
τῆς ἐναντίας αἱρέσεως, ἐπὶ τῆς αὐτῆς οὐκ ἔμεινε γνώμης: ἀλλ̓ ἀπελαύνεσθαι προσέταξε, παρὰ τὰ πρότερον δεδογμένα τῇ ἐν Σαρδοῖ συνόδῳ, τῆς καθόδου τυχόντας: ἡνίκα δὴ Μαρκέλλου πάλιν ἐκβληθέντος, τὴν ἐν Ἀγκύρᾳ ἐκκλησίαν κατέσχε Βασίλειος: Λούκιος δὲ δεσμωτηρίῳ ἐμβληθεὶς, ἀπώλετο.

Παῦλος δὲ ἀϊδίῳ φυγῇ καταδικασθεὶς, εἰς Κουκουσὸν τῆς Ἀρμενίας ἀπηνέχθη: ἔνθα δὴ καὶ τετελεύτηκε: πότερον δὲ νόσῳ ἢ βίᾳ, ἐγὼ μὲν οὐκ ἀκριβῶ: φήμη δὲ εἰς ἔτι νῦν κρατεῖ, βρόχῳ αὐτὸν ἀναιρεθῆναι παρὰ τῶν τὰ Μακεδονίου φρονούντων.

Ἐπεὶ δὲ εἰς τὴν ὑπερορίαν ἀπηνέχθη, καὶ τὴν ἐκκλησίαν κατέσχε Μακεδόνιος, μοναστηρίοις πολλοῖς ἃ συνεστήσατο κατὰ τὴν Κωνσταντινούπολιν περιφράξας ἑαυτὸν, καὶ ταῖς πρὸς τοὺς πέριξ ἐπισκόπους σπονδαῖς, λέγεται διαφόρως κακῶσαι τοὺς τὰ Παύλου φρονοῦντας, τὰ μὲν πρῶτα τῶν

316

ἐκκλησιῶν αὐτοὺς ἐξελαύνων. Μετὰ δὲ ταῦτα καὶ συγκοινωνεῖν αὐτῷ βιαζόμενος, ὡς πολλοὺς ὑπὸ πληγῶν διαφθαρῆναι: τοὺς δὲ οὐσίας, ἄλλους δὲ πολιτείας ἀφαιρεθῆναι: τοὺς δὲ ἐπὶ τοῦ μετώπου στιγματίας γενέσθαι, ἵν̓ ἐπίσημοι εἶεν τοιοῦτοι ὄντες: βασιλέα δὲ μαθόντα καταγνῶναι, καὶ τοὺς ἀμφὶ τὸν Μακεδόνιον ἐν αἰτίᾳ ποιήσασθαι κατὰ ταυτὰ τῆς αὐτοῦ Μακεδονίου καθαιρέσεως, ἡνίκα τοῦτον ἀφείλοντο τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.