Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς Ῥώμης εἰς Σίρμιον ὁ βασιλεὺς, πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων, μετακαλεῖται Λιβέριον ἐκ Βεροίας. Παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ Πατρὶ

356
τὸν Υἱὸν ὁμοούσιον. Ἐνέκειντο δὲ, καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν, πλείστην παῤ αὐτῷ παρρησίαν ἄγοντες, Βασίλειος καὶ Εὐστάθιος καὶ Ἐλεύσιος.

Οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων, καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου, καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς Ἀντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾷν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον, Ἀθανάσιόν τε καὶ Ἀλέξανδρον, καὶ Σεβηριανὸν καὶ Κρίσκεντα, οἳ ἐν Ἀφρικῇ ἱέρωντο. Ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου, καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος, καὶ ὅσοι ἐκ τῆς ἕω παρῆσαν.