Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν δὲ τῷ νῦν διὰ ταύτην τὴν χειροτονίαν μεγίστη ταραχὴ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἔσχεν. Ἐν ᾧ γὰρ περιῆν Ἀλέξανδρος, οὐ πολλὴν παρρησίαν ἦγον ὅσοι τὰ Ἀρείου ἐφρόνουν: καὶ πρὸς αὐτὸν ὁ λαὸς βλέπων ἤγοντο, καὶ τὸ θεῖον ἐδόξαζον: καὶ μάλιστα μετὰ τὴν ἀδόκητον Ἀρείου συμφορὰν, ὃν οὕτως ἀποθανεῖν, ὡς εἴρηται, κατὰ θεομηνίαν ἐπίστευον ταῖς Ἀλεξάνδρου ἀραῖς.

Ἐπεὶ δὲ ἐτελεύτησε, διχῇ διακριθὲν τὸ πλῆθος, εἰς ἔριδας δογμάτων εἰς τὸ φανερὸν καθίσταντο καὶ μάχην. Σπουδὴ δὲ ἐγένετο, τοῖς μὲν

234
τὰ Ἀρείου ζηλοῦσι, Μακεδόνιον χειροτονεῖσθαι: τοῖς δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζουσι, Παῦλον ἐπισκοπεῖν: καὶ τοῦτο ἐκράτει. Μετὰ δὲ τὴν Παύλου χειροτονίαν, παραγενόμενος ὁ βασιλεὺς, ἔτυχε γὰρ τότε ἀπόδημος, ἐχαλέπαινεν, ὡς ἀναξίῳ τῆς ἐπισκοπῆς ἐπιτραπείσης.

Ἐξ ἐπιβουλῆς τε τῶν πρὸς Παῦλον ἀπεχθανομένων, σύνοδον καθίσας, τὸν μὲν ἀπεώσατο τῆς ἐκκλησίας: Εὐσεβίῳ δὲ τῷ Νικομηδείας ἐπισκόπῳ τὸν Κωνσταντινουπόλεως θρόνον παρέδωκε.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ μερικῆς συνόδου, ἥτις καθεῖλε μὲν Ἀθανάσιον, Γρηγόριον δὲ ἀντεισήγαγε: καὶ περὶ τῶν δύο ἐκθέσεων τῆς πίστεως: καὶ περὶ τῶν συμφωνησάντων αὐτοῖς.

Καὶ ὁ μὲν τάδε πράξας εἰς Ἀντιόχειαν τῆς Συρίας ἧκεν. Ἤδη δὲ ἐξεργασθείσης τῆς ἐνθάδε ἐκκλησίας, ἣν μεγέθει καὶ κάλλει ὑπερφυᾶ ἔτι περιὼν Κωνσταντῖνος, ὑπουργῷ χρησάμενος Κωνσταντίῳ τῷ παιδὶ, οἰκοδομεῖν ἤρξατο, εἰς καιρὸν ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐσέβιον, πάλαι τοῦτο σπουδάζουσι, σύνοδον γενέσθαι.

235

Οἳ δὴ τότε, καὶ ἕτεροι τῶν τὰ αὐτὰ φρονούντων αὐτοῖς εἰς ἐνενήκοντα καὶ ἑπτὰ τελοῦντες ἐπισκόπους, πολλαχόθεν εἰς Ἀντιόχειαν συνῆλθον: προφάσει μὲν ὡς ἐπὶ ἀφιερώσει τῆς νεουργοῦ ἐκκλησίας: ὡς δὲ τὸ ἀποβὰν ἔδειξεν, ἐπὶ μεταποιήσει τῶν ἐν Νικαίᾳ δοξάντων. Ἡγεῖτο δὲ τηνικαῦτα τῆς Ἀντιοχέων ἐκκλησίας Πλάκητος μετὰ Εὐφρόνιον. Πέμπτον δὲ ἔτος ἠνύετο ἀπὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς.