Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ καὶ Ἀθανάσιος, ἐκ τῆς πρὸς δύσιν Γαλατίας ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. Τοῦτον δὲ καὶ Κωνσταντῖνος περιὼν μετακαλεῖσθαι προῄρητο: λέγεται δὲ καὶ ἐν ταῖς αὐτοῦ διαθήκαις ἐθελῆσαι τοῦτο: ἐπεὶ δὲ φθάσας ἐτελεύτησεν, ὁ ὁμώνυμος αὐτῷ παῖς, ὃς καὶ τῶν πρὸς ἑσπέραν Γαλατῶν ἦρχεν, ἐπέτρεψεν αὐτῷ τὴν κάθοδον, γράμματα δοὺς πρὸς τὸν Ἀλεξανδρέων λαόν.

Ταῦτα δὲ ἐκ τῆς Ῥωμαίων μεταβληθέντα φωνῆς εὑρὼν, ὡς εὗρον καὶ παρέθηκα. Ἔχει δὲ ὧδε.

228

Κωνσταντῖνος Καῖσαρ, λαῷ τῆς καθολικῆς ἐκκλησίας Ἀλεξανδρείας πόλεως. Οὐδὲν τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς Γαλλίας ἀπεστάλθαι, ἵν̓ ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ.

Πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, καὶ ὑπ̓ ἐμοὶ διάγειν κεκέλευσται οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν: εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ, ταῖς θείαις πεποιθυῖα βοηθείαις,

καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν

229
ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστὸς, ὁ ἐμὸς πατὴρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι: ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅσης αἰδοῦς παῤ ἐμοῦ τετύχηκε, γνώσεσθε.