Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐ θαυμαστὸν δὲ, εἰ ὁ βασιλεὺς αὐτὸ τοῦτο πέπονθεν: ἐπεὶ καὶ τῶν ἱερέων πολλοὶ ἀφιλονείκως τὸ ὄνομα τοῦτο προσίεντο, τῇ διανοίᾳ συνᾴδοντες τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν: οἱ δὲ ἑκατέρᾳ λέξει μηδὲν διαφερόμενοι ἐχρῶντο ἐπὶ τῆς αὐτῆς σημασίας. Ὥστε μοι δοκεῖ παρὰ πολὺ τῆς ἀληθείας κεκομψεῦσθαι ἐκεῖνον τὸν λόγον τοῖς τὰ Ἀρείου φρονοῦσιν.

Λέγουσι γὰρ ὡς μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πολλοὶ τῶν ἱερέων, ὦν ἦσαν Εὐσέβιος καὶ Θεόγνιος, οὐκέτι λέγειν ἠνείχοντο ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν: καὶ χαλεπῄνας Κωνσταντῖνος ὑπερορίαν αὐτοὺς οἰκεῖν κατεδίκασεν.

Ὄναρ δὲ ἢ ὕπαρ θεόθεν προανεφάνη

299
τῇ ἀδελφῇ τοῦ βασιλέως, ὡς ὀρθῶς δοξάζουσι καὶ ἀδίκως τάδε πεπόνθασιν. Ἐκ τούτου δὲ τὸν βασιλέα μετακαλέσασθαι αὐτοὺς, καὶ πυθέσθαι τί δήποτε παρὰ τὰ ἐν Νικαίᾳ δόξαντα φρονοῦσι, καὶ ταῦτα κοινωνοὶ γενόμενοι τῆς ἐκτεθείσης ἐνθάδε ἐπὶ τῇ πίστει γραφῆς.

Τοὺς δὲ φᾶναι, οὐκ ἀπὸ γνώμης συναινέσαι: δεδιότας δὲ μὴ, ὡς εἰκὸς, ἔριδος ἐπὶ τούτῳ γενομένης, καταγνῷ ὡς ἀμφιβόλου τοῦ δόγματος, καὶ πρὸς Ἑλληνισμὸν τραποίη, καὶ διώξοι τὴν ἐκκλησίαν, ἔναγχος χριστιανίζειν ἀρξάμενος καὶ ἔτι ἀβάπτιστος ὤν. Ἐπὶ ταύτῃ δὲ τῇ ἀπολογίᾳ φασὶ Κωνσταντῖνον συγγνώμην αὐτοῖς νεῖμαι: προνοῆσαι δὲ πάλιν ἑτέραν συναθροῖσαι σύνοδον.