Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμενείας κατέστησαν.

Καὶ καθ̓ ἑαυτοὺς συνελθόντες, ψήφους ἐναντίας ἤνεγκαν. Οἱ μὲν γὰρ ἀπὸ τῆς ἀνατολῆς, τὰ ἤδη αὐτοῖς δόξαντα ἐπὶ Ἀθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ καὶ Ἀσκληπᾷ κυρώσαντες, καθεῖλον Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον, ὡς ἄρξαντα τῆς πρὸς αὐτοὺς κοινωνίας: Ὅσιόν τε τὸν ὁμολογητὴν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, καὶ ὅτι φίλος ἐγένετο

258
Παυλίνῳ καὶ Εὐσταθίῳ τοῖς ἡγησαμένοις τῆς Ἀντιοχέων ἐκκλησίας: καὶ Μαξιμῖνον τὸν Τριβέρεως ἐπίσκοπον, ὡς πρῶτον Παύλῳ κοινωνήσαντα, καὶ αἴτιον αὐτῷ γενόμενον τῆς εἰς Κωνσταντινούπολιν καθόδου, καὶ τοὺς εἰς Γαλλίαν ἀπὸ τῆς ἕω παραγενομένους ἐπισκόπους ἀποκηρύξαντα.

Ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον, καὶ Γαυδέντιον: τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα, πρότερον αὐτοῦ καταψηφισάμενον: τὸν δὲ Γαυδέντιον, ὡς ἐναντία σπουδάσαντα Κυριακῷ ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. Ταῦτα ψηφισάμενοι, τοῖς πανταχοῦ ἐπισκόποις δῆλα ἐποίησαν: ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν, μήτε γράφειν αὐτοῖς, μήτε τὰ παῤ αὐτῶν γραφόμενα δέχεσθαι.

Περὶ δὲ τοῦ Θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή: ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη: ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν

259
καὶ ἅγιον Πνεῦμα, ἢ ἀγέννητον τὸν Υἱὸν, ἢ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν.

Ὡς οἱ περὶ Ἰούλιον καὶ τὸν Ὅσιον ἐπίσκοποι πάλιν καθίσαντες, τοὺς ἑῴους καθεῖλον ἀρχιερεῖς, ποιήσαντες καὶ ἔκθεσιν πίστεως.

Ἐν μέρει τε καὶ οἱ ἀμφὶ τὸν Ὅσιον συνελθόντες ἀθῴους ἀπέφῃναν, Ἀθανάσιον μὲν, ὡς ἀδίκως ἐπιβουλευθέντα παρὰ τῶν ἐν Τύρῳ συνελθόντων: Μάρκελλον δὲ, ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα ἃ διεβάλλετο: Ἀσκληπᾶν δὲ, ὡς Εὐσεβίου τοῦ Παμφιλου καὶ πολλῶν ἄλλων δικαστῶν ψήφῳ τὴν ἐπισκοπὴν ἀπολαβόντα: καὶ ὅτι τάδε ἀληθῆ εἴη, ὑπόμνημα τῆς δίκης ἐπιδείξαντα: Λούκιον δὲ, ὡς τῶν αὐτοῦ κατηγόρων φυγόντων.

Καὶ πρὸς τὴν ἑκάστου παροικίαν ἔγραψαν, αὐτοὺς ἔχειν ἐπισκόπους καὶ προσδοκᾷν:

260
Γρηγόριον δὲ τὸν ἐν Ἀλεξανδρείᾳ, καὶ Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, μηδὲ ἐπισκόπους ὀνομάζειν, μηδὲ κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν,

μηδὲ Χριστιανοὺς ἡγεῖσθαι. Καθεῖλον δὲ τῆς ἐπισκοπῆς Θεόδωρον τὸν Θρᾷκα, καὶ Νάρκισσον τὸν Εἰρηνοπόλεως ἐπίσκοπον, καὶ Ἀκάκιον τὸν Καισαρείας τῆς Παλαιστίνης, καὶ Μηνόφαντον τὸν Ἐφέσου, καὶ Οὐρσάκιον τὸν Σιγγιδώνου τῆς Μυσίας, καὶ Οὐάλεντα τὸν Μυρσῶν τῆς Παννονίας, καὶ Γεώργιον τὸν Λαοδικείας,

εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς ἀπὸ τῆς ἕω ἐπισκόποις. Ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας, ὡς τὸν Υἱὸν χωρίζοντας τοῦ Πατρὸς τῆς οὐσίας, καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν Ἀρείου αἵρεσιν δεξαμένους, καὶ εἰς ἀξιώματα μείζω λειτουργίας Θεοῦ παραγαγόντας.