Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο, καὶ ἐκκλησιάζειν ἤρξαντο, καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς Μάγους, οἱ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν, κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν. Ἐλύπει δὲ καὶ Ἰουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους. Καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα, Συμεώνην τὸν τότε ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος, τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων, ὡς φίλον ὄντα

134
τῷ Καίσαρι Ῥωμαίων, καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα.

Πεισθεὶς δὲ ταῖς διαβολαῖς ὁ Σαβώρης, τὰ μὲν πρῶτα φόροις ἀμέτροις ἐπέτριβε τοὺς Χριστιανοὺς, καθότι τοὺς πλείστους ἀκτημοσύνην ἀσκεῖν ἔγνω: καὶ χαλεποῖς ἀνδράσιν ἐπέτρεψε τὴν εἴσπραξιν: ὥστε ἐνδείᾳ χρημάτων, καὶ ἀπηνείᾳ τῶν εἰσπρακτόρων βιαζομένους, ὑπεριδεῖν τὴν οἰκείαν θρησκείαν: τοῦτο γὰρ αὐτῷ ἐσπουδάζετο. Μετὰ δὲ ταῦτα τοὺς ἱερέας καὶ λειτουργοὺς τοῦ Θεοῦ ἀναιρεθῆναι ξίφει προσέταξε: τὰς δὲ ἐκκλησίας κατασκαφῆναι, καὶ τὰ κειμήλια δημόσια γενέσθαι, καὶ Συμεώνην ἄγεσθαι, ὡς προδότην τῆς Περσῶν βασιλείας καὶ θρησκείας γεγενημένον.